ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ (2015)

22 ΑΥΓΟΥΣΤΟΥ 2015

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου.

https://i0.wp.com/pigizois.net/sinaxaristis/08/22_prousiotisa.jpg

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…    

Ἦχος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

Ἐν τῇ Γεννήσει……..

Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ

ὁ α’ χορὸς

 

Πλατυτέρα οὐρανῶν, ἀναδειχθεῖσα ἐπὶ γῆς, ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ παντὸς Δημιουργόν, νῦν εἰς αὐτὰ τὰ οὐράνια ἐκ γῆς μετέστης. Δικαίων δὲ ψυχαὶ καθορῶσαί σε, Ἀγγέλων οἱ χοροὶ κατοπτεύοντες, ὡς Βασιλίδι αἴνεσιν ἀξίως, διὰ παντὸς σοι προσάγουσι. Διὸ πρεσβεύειν, μὴ διαλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων σε.

ὁ α’ χορὸς

Δόξα… Καὶ νῦν … Τὸ αὐτὸ

Πλατυτέρα οὐρανῶν, ἀναδειχθεῖσα ………….

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα ὅμοιον

Ἀποστόλων ὁ χορός, διεσπαρμένος ἐν τῇ γῇ, συνηθροίσθη ἐν Σιών, ἵνα προπέμψῃ ἀπὸ γῆς, τὴν Θεοτόκον πρὸς τὸν Ὕψιστον, ὃν περ ἔτεκε, Δυνάμεις οὐρανῶν, αἱ ὑπερκόσμιαι, προέτρεχον ὁμοῦ, καὶ συνεχόρευον, πνευματικῶς κραυγάζουσαι. Εὐφραίνεσθε, οἱ οὐρανοὶ προσδεχόμενοι, Θεοῦ Μητέρα, δι’ οὗ δεσπόζει, ὁρατὰ καὶ ἀόρατα.

ὁ α’ χορὸς

Δόξα… Καὶ νῦν … Τὸ αὐτὸ

Ἀποστόλων ὁ χορός, διεσπαρμένος…………..

 

Ο Ν΄ ΨΑΛΜΟΣ(Χύμα)

Τῆς Ἑορτῆς.

κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς. 

Πανηγυριζέτωσαν οἱ θεόφρονες.

Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾠδὴ α’

ὁ α’ χορὸς

Ἦχος α’ Ὁ Εἱρμὸς

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

 ὁ β’ χορός

Πεποικιλμένη τῇ θείᾳ δόξῃ,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συῤῥεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην΄ μεθ’ ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν. 

 ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις, διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα. 

 

Ὁ Κανὼν τοῦ Ἁγίου Ἀγαθονίκου, οὗ ἡ Ἀκροστιχίς.

Ἀγαθονίκου τοὺς πόνους μέλπειν θέμις. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος α’

ᾨδὴν ἐπινίκιον

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀγάθυνον Ἅγιε κεκακωμένην, ψυχήν μου τοῖς πάθεσιν, ἀγαθὸς γενόμενος, τοῦ ἀγαθοῦ μιμητής, καὶ λόγον δίδου τὴν σεπτήν, δοξάσαι μνήμην σου.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 

Γνωστὸς τῷ γινώσκοντι τὰ πάντα μάρτυς, ἐγένου θεόπνευστε, καὶ τὴν τούτου σάρκωσιν, ἐθνῶν ἐνώπιον, ἐκήρυξας τὸν τῆς σαρκός, μὴ πτήξας θάνατον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνέστησας λόγῳ σου τοὺς πεπτωκότας, καὶ τῆς Ἀναστάσεως, κοινωνοὺς ἀνέδειξας, καὶ τῆς λαμπρότητος, τῆς αἰωνίου εὐσεβῶς, μάρτυς πολύαθλε.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θαυμάτων ἐπέκεινα τὸ μέγα θαῦμα, Σεμνὴ τῆς λοχείας σου, καθορᾶται· τίκτεις γάρ, ἐν ὁμοιώματι σαρκὸς γενόμενον Χριστόν, δίχα τροπῆς καὶ φυρμοῦ.

Ὁ Κανὼν τοῦ Ἁγίου Λούππου, ἔχων τὴν δε τὴν Ἀκροστιχίδα.

Ὑμνῶ σε, Λοῦππε, μάρτυς ἠγλαϊσμένε. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’

Τριστάτας κραταιοὺς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑμνοῦντι τὴν φαιδράν, καὶ φωσφόρον σου μνήμην, στρατιῶτα τοῦ Χριστοῦ, γενναῖε ἀθλητά, τὴν ψυχήν μου καταύγασον, λάμψεσι ταῖς ἀνεσπέροις, αὐγαζόμενος πάντοτε, καὶ τῷ θείῳ φωτὶ παριστάμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μαρτύρων ὑπελθών, τοὺς ἀνδρείους ἀγῶνας, ὡμολόγησας Θεόν, ὀφθέντα ἐπὶ γῆς, καὶ τὴν φύσιν θεώσαντα, πάνσοφε τὴν ἀνθρωπίνην, καὶ θεοὺς ἐξηφάνισας, τῶν Ἑλλήνων δυνάμει τοῦ Πνεύματος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ναμάτων ζωτικῶν, πληρωθεὶς τὴν καρδίαν, ὥσπερ θεῖος ποταμός, τὰ ῥεύματα σοφέ, τῆς ἀπάτης ἐξήρανας, πίστει δὲ τὰς διανοίας, τῶν ἀνθρώπων κατήρδευσας, βλαστανούσας καρπὸν ἐπουράνιον.

ὁ β’ χορός

Καὶ νῦν…

Ὡς ὄρθρος εὐπρεπής, ἐκ λαγόνων ἀνίσχεις, Ἰησοῦν τὸν φωτισμόν, ἁπάντων καὶ Θεόν, ἀπειρόγαμε Δέσποινα, νύκτα τῆς πολυθεΐας, ἐκμειοῦντα καὶ λάμψεσιν, ἀνεσπέροις τὸν κόσμον φωτίζοντα.

ᾠδὴ γ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

 ὁ β’ χορός

Ἡ δημιουργική, καὶ συνεκτικὴ… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γυναῖκά σε θνητήν, ἀλλ’ ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι. 

 ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε. 

Τοῦ Ἁγίου Ἀγαθονίκου

ᾨδὴ γ’

Στερεωθήτω ἡ καρδία μου

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὁ ματαιόφρων ταῖς θωπείαις σε, δολερῶς συλῆσαι ἐπήλπιζεν· ἐματαιώθη δὲ αὐτοῦ, τὸ ἀλλόκοτον φρόνημα, ἡδρασμένου σου ἐν πέτρᾳ, ἀψευδοῦς μάρτυς πίστεως.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπερνηξάμενος τὸ πέλαγος, ἀλγεινῶν καὶ πόνων τοῦ σώματος, τῇ κυβερνήσει τοῦ Χριστοῦ, ἀθλητὰ Ἀγαθόνικε, προσωρμίσθης πρὸς λιμένας, νοητοὺς ἀγαλλόμενος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τομαὶ στρεβλώσεις τε τοῦ σώματος, ἐπ’ ἐμὲ ἐρχέσθωσαν σήμερον, ξίφη καὶ τήγανα καὶ πῦρ, καὶ θηρία καὶ θάνατον· οὐ πτοοῦμαι ἀνεβόας, ἀθλητὰ Ἀγαθόνικε.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ κατὰ φύσιν ἀπερίγραπτος, μορφωθεὶς ἐκ σοῦ τὸ ἡμέτερον, περιγραφὴν σωματικῶς, ὑπεδέξατο Δέσποινα, ἐν οὐσίαις καὶ θελήσεσι, διτταῖς γνωριζόμενος.

Τοῦ Ἁγίου Λούππου

Ὅτι στεῖρα ἔτεκεν

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Στηριχθεὶς τοῦ Πνεύματος, τῇ ἀηττήτῳ δυνάμει, πρὸς τοὺς ἀγῶνας μάρτυς, ἐναπεδύσω ἀνδρικῶς, καὶ τὸ τῆς πλάνης φρύαγμα κατήργησας, Λοῦππε παμμακάριστε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐπιγνοὺς σε μάρτυρα, τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ ἀπηνὴς διώκτης, θωπείαις σου τὸν λογισμόν, ἐξαπατῆσαι ἤλπιζεν· ἐψεύσθη δὲ ὅμως ὁ παμπόνηρος.

 ὁ α’ χορός

Δόξα Πατρὶ…

Λύρα ὥσπερ Πνεύματι, τῷ παντουργῷ κρουομένη, ἀναφωνεῖς τυράννων, ἐνώπιον χαρμονικῶς, μέλος ἐνθέου γνώσεως, καταθέλξας πίστει τοὺς προστρέχοντας.

 

ὁ β’ χορὸς

Καὶ νῦν

Ὁ Θεὸς ἐν μέσῳ σου, κατασκηνώσας ὡς οἶδε, τῆς παρθενίας κλεῖθρα, οὐ παρεσάλευσεν Ἁγνή· ἐν ἀσαλεύτῳ πέτρᾳ δέ, τῆς πίστεως πάντας ἐστερέωσεν.

 

Ὁ Εἱρμὸς

 ὁ α’ χορός

Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

 

 Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

Ὅτι σὺ εἶ Θεὸς ἡμῶν,…

ὁ α’ χορὸς

Κάθισμα τοῦ Ἁγίου Ἀγαθονίκου

Ἦχος α’

Τὸν τάφον σου Σωτηρ 

Ἀθλήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν καμίνῳ, ἐξήστραψας σοφέ, ἰαμάτων ἀκτῖνας, καὶ σκότος ἐμείωσας, τῶν δαιμόνων ἐν χάριτι· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, θεομακάριστε μάρτυς, ἀθλητὰ Ἀγαθόνικε.

ὁ β’ χορὸς

Δόξα… Τοῦ Ἁγίου Λούππου

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 

Τὸ ὀπτικόν σου τῆς ψυχῆς ἐκκαθάρας, καθυπεδέξω τὴν αὐγὴν τῆς Τριάδος, καὶ τὰς ἐν ζόφῳ πάνσοφε ἐφώτισας ψυχάς, αἴγλῃ θείων λόγων σου, Λοῦππε μάρτυς Κυρίου· ὅθεν πρὸς ἀνέσπερον, μεταβέβηκας φέγγος, ὑπὲρ ἡμῶν ἀπαύστως δυσωπῶν, τῶν σὲ τιμώντων, καὶ πίστει ὑμνούντων σε.

ὁ α’ χορὸς

Καὶ νῦν … Τῆς Ἑορτῆς

Ἦχος ὁ αὐτὸς

Κατεπλάγη Ἰωσὴφ 

Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ Βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες, καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω βασίλεια.

ᾠδὴ δ’

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἴδετε λαοὶ καὶ θαυμάσατε, τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος. 

 ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄῤῥευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον.  

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον, Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει΄ Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

 

Τοῦ Ἁγίου Ἀγαθονίκου

ᾨδὴ δ’

Ἐν Πνεύματι προβλέπων

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπῆλθες τῶν μαρτύρων, τὸ στάδιον σοφέ, ὅπλῳ θείας πίστεως, λαμπρῶς περιφραχθείς, περιπλακεὶς δέ, τῷ δυσμενεῖ κατὰ κράτος, τοῦτον νικήσας, καθυπέταξας ποσὶ σου, μάρτυς ἀθλητὰ Ἀγαθόνικε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σοφίᾳ σου τῶν λόγων, καὶ ἔργων ἱερῶν, θείαις ἐπιδείξεσιν, ἐξέπληξας ἐχθρούς, ὑπολαβόντας τὸ καρτερὸν τοῦ νοός σου, καταπαλαῖσαι, καὶ πρὸς πλάνην καθελκύσαι, μάρτυς τοῦ Χριστοῦ Ἀγαθόνικε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Πυρὶ ὁλοκαυτώσας, ἀγάπης θεϊκῆς, σοῦ τὸν νοῦν ἀοίδιμε, τὸ πῦρ τῶν δυσσεβῶν, οὐκ ἑπτοήθης, ἀλλ’ ἀνάψας ὡς ἄνθραξ, τῆς ἀθεΐας, ἐνεπύρισας τὴν ὕλην, μάρτυς Ἱερὲ Ἀγαθόνικε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ νώτοις ἐπιβαίνων, Ἁγνὴ χερουβικοῖς, σαρκωθεὶς ὡς ἄνθρωπος, ἐκ σοῦ θεοπρεπῶς, σοῦ ταῖς ἀγκάλαις καθέζεται, ὥσπερ βρέφος, καὶ νηπιάζει, νηπιόφρονα τὸν πάλαι, σῴζων γεγονότα πρωτόπλαστον.

Τοῦ Ἁγίου Λούππου

Ὁ καθήμενος ἐν δόξῃ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπερβὰς τῆς ἀνθρωπίνης, ἀσθενείας μακάριε, τοὺς γεώδεις ὅρους, ἔφερες πληγὰς ῥαβδιζόμενος, ῥάβδον δυνάμεως φέρων τὸν σωτήριον, παναοίδιμε, Λοῦππε Σταυρόν τοῦ Θεοῦ ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Πεποιθὼς καθάπερ ὄρος, ἐπὶ Κύριον ἔμεινας, ἀθλοφόρε Λοῦππε, θείᾳ συμμαχίᾳ ἀσάλευτος, τοὺς σπαραγμοὺς τῶν μελῶν σου· ὅθεν ἤνεγκας, ἀνυψούμενος, πρὸς οὐρανόν θείῳ ἔρωτι.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Πλήρης πίστεως ὑπάρχων, καὶ σοφίας καὶ χάριτος, ἀνομούντων μέσον, Λόγον τοῦ Θεοῦ ὡμολόγησας, τῶν πεμπομένων βελῶν δὲ οὐκ ἐφρόντισας, εἰργομένων, δυνάμει Χριστοῦ προσεγγίσαι σοι.

ὁ α’ χορὸς

Καὶ νῦν…

Ἐπὶ σὲ καθάπερ ὄμβρος, τῆς σοφίας ἡ ἄβυσσος, Ἰησοῦς κατῆλθε, μόνην καθαρὰν σε εὑράμενος, Θεογεννῆτορ Παρθένε καὶ κατέκλυσεν, ἀσεβείας,….

ὁ β’ χορός

…… χειμάρρους δεινούς θείᾳ χάριτι.

 

ᾠδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι΄ ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

 ὁ β’ χορός

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ’ ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος. 

 ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι΄ Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως. 

 

Τοῦ Ἁγίου Ἀγαθονίκου

ᾨδὴ ε’

Τὸ φαεινὸν ἡμῖν

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νόμοις ἀντέθηκας τοῦ ἀλάστορος, νόμον σωτήριον, ἐννομώτατος ὡς μάρτυς ἔνδοξε, τοῦ νομοδότου πάντων καὶ δεσπόζοντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὁ περιβόητος καὶ περίδοξος, μάρτυς γενόμενος, Ἀγαθόνικος νῦν μακαρίζεται, σὺν οὐρανίαις πάντοτε Δυνάμεσι, φαιδρῶς ἀγαλλόμενος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπὲρ τὸ ζῆν θανεῖν εἵλου ἔνδοξε, ὅπως τὴν μέλλουσαν, ὡς ἀΐδιον καὶ αἰωνίζουσαν ζωὴν κερδήσῃς· ὅθεν ξίφει τέμνοντι, κλίνεις τὸν αὐχένα σου.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοῦ τὰ θαυμάσια προορώμενος, θείῳ ἐν Πνεύματι, Ἡσαΐας ἀνεκραύγαζεν· Ἰδοὺ ἐν μήτρᾳ ἕξεις τὸν ἀχώρητον, σαρκούμενον Ἄχραντε.

Τοῦ Ἁγίου Λούππου

Ἀσεβεῖς οὐκ ὄψονται

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μεληδὸν ἠπείλησαν, συγκόπτειν σε ἐχθροί, ἑαυτοὺς μᾶλλον δὲ σοφέ, θεϊκαῖς προστάξεσι κατατέμνοντες, ἀσινῆ καὶ ἄτρωτον, κατενόουν φυλαττόμενον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπαιωρήσας ἔνδοξε, τὸ ὄμμα τῆς ψυχῆς, πρὸς τὴν πέτραν τὴν ἀρραγῆ, οὐδαμῶς τοῖς κύμασι μάρτυς σεσάλευσαι, τῶν πικρῶν κολάσεων, θείᾳ ῥώμῃ δυναμούμενος.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Ῥαντισμοῖς αἱμάτων σου, πυρὰν εἰδωλικήν, ἐναπέσβεσας ἀθλητά, καὶ πυρὶ τῶν ἄθλων σου πᾶσαν κατέφλεξας, τὴν ἀπάτην Πνεύματι, τῷ Ἁγίῳ πυρακτούμενος.

ὁ β’ χορός

Καὶ νῦν…

Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, καὶ ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ….

ὁ α’ χορὸς

……ὡς μητέρα τοῦ Θεοῦ ἡμῶν.

 

ᾠδὴ ς’

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

ὁ α’ χορὸς

Ἅλιον ποντογενές,… 

 ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός, ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφύλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς, Μητρὶ χαριζόμενος. 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου. 

 

Τοῦ Ἁγίου Ἀγαθονίκου

ᾨδὴ ς’

Τὸν Προφήτην Ἰωνᾶν

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μυριόλεκτον πληθύν, Αἰθιόπων νοητῶν, κατεπάλαισας σοφέ, ἀσθενείᾳ τῆς σαρκός, καὶ ἥνωσαι, ταῖς μυριάσι, τῶν νοερῶν λειτουργῶν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐπορεύθης ἀνδρικῶς, μαρτυρίου τὴν ὁδόν, καὶ ἐστένωσας ὁδούς, τῆς κακίας ἀθλητά, καὶ ἔφθασας τὰς εὐρυχώρους, σκηνώσεις τῶν οὐρανίων νοῶν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Λαμπρυνθεὶς ὥσπερ χρυσός, τῇ χωνείᾳ τῶν δεινῶν, παθημάτων τοῦ Χριστοῦ, Ἀγαθόνικε σοφέ, ἐκσφράγισμα ἐδείχθης, θείοις ἀποτεθεὶς θησαυροῖς.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παρθενεύεις ὡς τὸ πρίν, καὶ τεκοῦσα τὸν Χριστόν, γαλουχεῖς πᾶσι τροφήν, τὸν παρέχοντα Ἁγνή, παράδοξον, σεμνὴ τὸ θαῦμα καὶ ἀκατάληπτον.

 

Τοῦ Ἁγίου Λούππου

Ἐβόησε προτυπῶν

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπέφερες, τῆς σαρκὸς τὰς βασάνους στερρότατα, βασανίζων, ἀνομούντων φρονήματα ἄθεα, καὶ πικρῶς μαστίζων, τῶν δαιμόνων πληθὺν ἀξιάγαστε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Συνέσεισας, καὶ ὡς χοῦν τοὺς θεοὺς κατελέπτυνας, τῶν ἀθέων, σεαυτὸν δὲ ἀνέστησας ἔμψυχον, εὐσεβείας στήλην, καὶ εἰκόνα ἀνδρείας θεόπνευστε.

 ὁ β’ χορός

Δόξα Πατρί…

Ἠγάλλετο, ἐντρυφῶν ταῖς βασάνοις ὁ ἔνδοξος, ἀθλοφόρος, προορῶν τοὺς στεφάνους ἐν πνεύματι, καὶ τὴν δι’ αἰῶνος, ἐσομένην τοῖς μάρτυσιν εὔκλειαν.

ὁ α’ χορὸς

Καὶ νῦν…

Γεγέννηκας, ὃν Πατὴρ πρὸ αἰώνων γεγέννηκε, προανάρχως, καὶ μαστοῖς τὸν τροφέα ἐθήλασας, ὑπὲρ νοῦν τὸ θαῦμα, ὑπὲρ λόγον Ἁγνὴ τὸ μυστήριον.

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

 

Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

Σὺ γὰρ εἶ Βασιλεύς

Κοντάκιον Ἦχος α’

Χορὸς ἀγγελικὸς 

Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας κολάσεων, εἶδος πᾶν, Ἀγαθόνικε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.

Ὁ Οἶκος

Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθῦναι τὴν κάκωσιν τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοι, τοῦ ἀξίως ὑμνῆσαί σου τούς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, πῶς πανταχόθεν περιεσκόπεις οἷά περ ποιμήν, μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων ἐποδήγεις σου τὴν ποίμνην πρὸς γῆν ἀληθείας, βοῶν ἐν παρρησίᾳ· Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς· διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΒ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ.

Στίχοι

  • Ἀγαθονίκου κλῆσις ἀψευδεστάτη,

  • Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους.

  • Τρεῖς καρτεροῦντες μηχανήματος βίαν,

  • Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου.

  • Ἐν μάρτυσι τμηθεῖσιν αὐχένα ξίφει,

  • Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει.

  • Ἰδοὺ παρ᾽ἡμῖν καὶ Κυρηναῖος νέος,

  • Οὐκ ἀγγαρευθείς, ἀλλ’ ἑκὼν Σταυρὸν φέρων.

  • Ἔκτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς.

Στίχοι

  • Ἀνθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον,

  • Ἀνθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων.

  • Ἀθανάσιος κἂν τεθνήξωμαι ξίφει,

  • Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις.

  • Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο

  • Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται.

Στίχοι

  • Ξίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης,

  • Βυθῷ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.   

ᾠδὴ η’

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν τῷ μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

 

ᾠδὴ θ’

Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾠδῆς.

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

ὁ β’ χορός

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι,…

ὁ α’ χορὸς

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον, τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει΄ Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι. 

ὁ β’ χορός

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι΄ Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου. 

Τοῦ Ἁγίου Ἀγαθονίκου

ᾨδὴ θ’

Τὴν φωτοφορον νεφέλην

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἱερωτάταις χορείαις, τῶν ἱερῶν Ἀποστόλων, καὶ συναυλίαις Ἀθλητῶν, καὶ Ὁσίων ἀγέλαις, καὶ Προφητῶν ἀριθμηθείς, σοφὲ Ἀγαθόνικε, γηθόμενος, σὺν αὐτοῖς τῇ Τριάδι, στεφηφόρος, νῦν παρίστασαι φαιδρῶς.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἱερωτάταις χορείαις, τῶν ἱερῶν Ἀποστόλων,…………………

 

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς θαυμαστός σου ὁ ζῆλος, ὡς σταθερά σου ἡ πίστις, ὡς ἀγαθὴ ἡ πρὸς Θεόν, σοῦ πεποίθησις μάρτυς, ὡς φωταυγής σου ἡ ζωή, ὡς χάριτος ἔμπλεως ὁ θάνατος, ἀθανάτου σε δόξης, ἀθλοφόρε, ἐκτελέσας κοινωνόν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σὲ τοῦ Χριστοῦ τὸ ἀρνίον, τὸ ἱερώτατον θῦμα, τῶν ἀθλητῶν τὴν καλλονήν, τῶν θαυμάτων τὴν βρύσιν, τῆς Ἐκκλησίας τὸ τερπνόν, θεόφρον ἀγλάϊσμα, τὸ στήριγμα, τῶν πιστῶν εὐφημοῦμεν, κατὰ χρέος, Ἀγαθόνικε σοφέ.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἡ παναγία σου μνήμη, καθαγιάζουσα κόσμον, νῦν ἐπεδήμησεν ἡμῖν, παναοίδιμε μάρτυς, ἐν ᾗ δεόμεθᾳ τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, Ἀγαθόνικε πόθῳ, ὡς τοῦ Λόγου, ἀγαθὸν θεραπευτήν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φιλαμαρτήμονα γνώμην, καὶ ἀδιόρθωτον βίον, καὶ πλημμελήσασαν ψυχήν, καὶ καρδίαν ῥυπῶσαν, ἔχων ὁ ἄσωτος ἐγώ, προσπίπτω σοι Δέσποινα, βοήθει μοι, καὶ διόρθωσιν δίδου, πρὶν με φθάσῃ, τοῦ θανάτου ἡ τομή.

Τοῦ Ἁγίου Λούππου

Εὔα μὲν τῷ τῆς παρακοῆς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὤφθης ὡς πολύφωτος ἀστὴρ τὸν ἥλιον, καταγγέλλων τοῖς καθεύδουσι, μάρτυς ἐν σκότει ἀπωλείας, ὑφ’ οὗ καταυγασθέντες ἐδείχθησαν, ἡμέρας κοινωνοὶ διὰ πίστεως, τῆς ἀνεσπέρου ἀξιάγαστε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σήμερον ἡ μνήμη σου ἡμῖν ἐξέλαμψε, τοῦ ἡλίου τηλαυγέστερον, πᾶσαν τὴν γῆν φωταγωγοῦσα, τὰ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ζόφον τῶν παθημάτων ἐξαίρουσα, ἣν ἐτησίως ἑορτάζομεν.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Ἡ ἄνω Σιὼν τῶν ἐκλεκτῶν μητρόπολις, σοῦ τὸ πνεῦμα φέρει χαίρουσα, τῶν πρωτοτόκων Ἐκκλησία, φαιδρύνεται· πιστοὶ δὲ τιμῶμέν σε, αἰτουμενοι σωθῆναι πρεσβείαις σου, Λοῦππε θεόφρον παμμακάριστε.

ὁ β’ χορός

Καὶ νῦν…

Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον ἐχθροὺς καταράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μακαρίζομεν

 

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Συναπτὴ μικρά

καὶ ἡ 

Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις

Ἐξαποστειλάριον

ὁ α’ χορὸς

Τοῖς μαθηταῖς συνέλθωμεν

Ἀγαθονίκου μάρτυρος, τὴν ὑπέρφωτον μνήμην, λαμπροφανῶς τελέσωμεν, ἣν συνῆψεν ἡ χάρις, τῇ τῆς Πανάγνου Κοιμήσει· Οὗτος γὰρ ὁ γενναῖος, τυράννους μὲν κατῄσχυνεν, ἐναθλῶν στερροψύχως, τῷ δὲ Χριστῷ, χαίρων νῦν παρίσταται στεφηφόρος, ὑπὲρ ἡμῶν δεόμενος, τῶν αὐτὸν εὐφημούντων.

 

ὁ β’ χορὸς

Ἦχος γ’

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Α Ι Ν Ο Ι (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν… Εἰς τὰ Ἀπόστιχα

Στιχηρὰ Προσόμοια.

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ

ὁ α’ χορός

Γῆ μὲν τῇ σῇ ταφῇ, ηὐλόγηται Παρθένε, ἀὴρ δὲ τῇ ἀνόδῳ, ἡγίασται τῇ ξένῃ, νόμῳ θανούσης φύσεως.

ὁ β’ χορός

Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Ὕμνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, Ἀπόστολοι ἐβόων· Ποῦ νῦν ἀπαίρεις Δέσποινα;

ὁ α’ χορός

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

Σῶμά σου τῇ φθορᾷ, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῷ νόμῳ, μένει δὲ ἀδιάφθορον.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν … Ὅμοιον

Πάντες οἱ γηγενεῖς, συνδράμωμεν προθύμως, μετὰ τῶν Ἀσωμάτων, κηδεῦσαι τὴν τεκοῦσαν, τὸν Ποιητὴν τῆς κτίσεως.

 

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς

τὸ ἀπολυτίκιον τῆς ἑορτῆς

Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 Ἀντίφωνον Α’

ὁ α’ χορὸς

Στίχ. α’. Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχ. γ’. Kαθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Στίχ. α’. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. 

ὁ α’ χορὸς

Στίχ. β’. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Στίχ. γ’. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ α’ χορὸς

Στίχ. δ’. Tοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

 ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

 ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ’

ὁ α’ χορὸς

Στίχ. α’. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.

Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. β’. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν… 

ὁ α’ χορὸς

Στίχ. γ’. Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου,

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν… 

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός

Ἦχος β’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Ἀπολυτίκιον

Ἦχος γ’ . Θείας πίστεως.

Νίκης τρόπαιον, κατὰ τῆς πλάνης, Ἀγαθόνικε, λαμπρὸν ἐγείρας, τῶν ἄφθαρτων ἀγαθῶν, κατηξίωσαι τοῦ γὰρ Δεσπότου ζηλώσας τὸν θάνατον, τῆς ἀθανάτου ζωῆς ὤφθης μέτοχος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ὁ α’χορὸς

Τοῦ Ναοῦ

 

ὁ β’ χορὸς

Κοντάκιον Ἦχος πλ. β’

Αὐτόμελον

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (1:26-31;2:1-5)

Ἀδελφοί, βλέπετε τὴν κλῆσιν ὑμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφούς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινά τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ ᾽Ιησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. Καἰ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.

 

Ἀλληλούϊα (γ’)

Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(κ΄ 29 – 34)

Τῷ καιρῷ ἐκείνῳ ἐκπορευομένου τοῦ Ἰησοῦ ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.  καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, Κύριε, υἱός Δαυῒδ.  ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες· ἐλέησον ἡμᾶς, Κύριε, υἱός Δαυῒδ.  καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν;  λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοὶ.  σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.  

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

ὁ β’ χορὸς

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.

 

ὁ α’ χορός

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

 

Ἀπόλυσις

 

22 ΑΥΓ15 ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s