ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΚΑΤΑΘΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2015)

31 ΑΥΓΟΥΣΤΟΥ 2015

+Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπερ­αγίας Θεοτό­κου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλ­κο­πρατείοις..

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ 

Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ.δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος πλ. δ’

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ……………..

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

Τὴν Ζώνην τὴν σεπτήν, τοῦ ἀχράντου σου σκήνους, ὑμνοῦμεν οἱ πιστοί, Παναγία Παρθένε, ἐξ ἧς ἀρυόμεθα νοσημάτων τὴν ἴασιν, καὶ κραυγάζομεν· Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σὺ ἡ λύτρωσις, τῶν σὲ τιμώντων ὑπάρχεις, Μαρία Θεόκλητε.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…τὸ αὐτό

Τὴν Ζώνην τὴν σεπτήν…

Μετὰ τὴν β’ Στιχολογίαν,

ὁ α’ χορός

Κάθισμα Ἦχος δ’

Ἐπεφάνης σήμερον

Τῆς τιμίας Ζώνης σου τῇ καταθέσει, ἑορτάζει σήμερον, ὁ σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακράζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν… τὸ αὐτό

Τῆς τιμίας Ζώνης σου τῇ καταθέσει…

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς

 

ΚΑΝΟΝΕΣ

Κανὼν πρῶτος. Ποίημα τοῦ Κυρίου Γεωργίου.

ᾠδὴ α’ Ἦχος δ’

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θαλάσσης τὸ ἐρυθραῖον

Λαμπάδα φωτοφανῆ καὶ ἄδυτον, ὁ τῆς Παρθένου ναός, ὡς οὐρανὸς εὑράμενος φαιδρός, τὴν ὑπέρλαμπρον Ζώνην αὐτῆς, τὴν οἰκουμένην σήμερον, ταῖς τῶν θαυμάτων αἰθριάζει αὐγαῖς.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰσχύν τε καὶ ἀσφαλείας σύνδεσμον, τὴν σὴν Πανάχραντε, θείαν ὡς ὄντως Ζώνην νοητῶς, ἐζωσμένη ἡ πόλις σου, τὸ κράτος ἀδιάσπαστον, ἔχει· διὸ καὶ ἐγκαυχᾶται ἐν σοί.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς πάλαι ὡς ἀληθῶς ὑπέρτιμος, ἡ σὴ σορὸς κιβωτοῦ, Θεογεννῆτορ ὤφθη τοῖς ἐν γῇ, οὐ τὰ σύμβολα φέρουσα, ἀλλὰ πιστῶς φυλάττουσα, τῆς ἀληθείας τὰ γνωρίσματα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀρώματα μυστικὰ προχέονται, ἐν τῷ ναῷ τῆς Ἁγνῆς, ἐκ τῆς τιμίας σήμερον σοροῦ, καὶ πληροῦσι τοῦ Πνεύματος, τῆς εὐωδίας ἅπαντας, τοὺς μετὰ πόθου προσιόντας αὐτῇ.

Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς.

Ἰσχύν με τὴν σὴν ζῶσον, ἁγνὴ παρθένε. Ἰωσήφ.

ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁρματηλάτην Φαραὼ

Ἰσχύν με θείαν εὐσεβῶς περίζωσον, ὑμνολογοῦντά σου, τὴν Ἱερὰν Ζώνην, θεῖον χρηματίζουσαν, τῇ πόλει σου περίζωμα, καὶ κραταίωμα Κόρη, καὶ ἀρραγὲς περιτείχισμα, ἄχραντε Παρθένε τῇ ποίμνῃ σου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τὸν Θεὸν τὸν δυνατὸν ἐκύησας, περιζωννύοντα, τοὺς εὐσεβεῖς πάντας, δύναμιν Πανάμωμε· διό σε μακαρίζομεν, καὶ τὴν θείαν σου Ζώνην, περιχαρῶς ἀσπαζόμενοι, χάριν ἀπαντλοῦμεν καὶ ἔλεος.

ὁ α’ χορός

Δόξα Πατρί…

Χαρμονικῶς τῇ καταθέσει σήμερον, περιχορεύσωμεν, τῆς Ἱερᾶς Ζώνης, τῆς ἁγνῆς Θεόπαιδος· ἐξ ἧς ἡμῖν περίζωμα, ἀφθαρσίας ὑφάνθη, καὶ ἀδιάρρηκτον ἔνδυμα, καὶ περιβολὴ ἀδιάσπαστος.

ὁ β’ χορός

Καὶ νῦν…

Ὑπὸ τὴν σὴν ὁ σὸς λαὸς Πανάμωμε, προστρέχει δύναμιν, ὑπὸ τὴν σὴν σκέπην, καταφεύγει πάντοτε, πᾶσι γενοῦ βοήθεια, καὶ τὰ πρὸς σωτηρίαν τοῖς πᾶσι δίδου αἰτήματα, σῴζουσα δεινῶν τὰς ψυχὰς ἡμῶν.

ᾠδὴ γ’

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐφραίνεται ἐπὶ σοὶ

Τιμήσωμεν οἱ πιστοί, ὡς συναφείας πρὸς Θεὸν σύνδεσμον, τὴν τῆς Ἁγνῆς σήμερον Ζώνην, καὶ πιστῶς προσκυνήσωμεν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀέναοι ὀχετοί, ἐκ τῆς ἀχράντου σου σοροῦ ῥέοντες, τῶν χαρισμάτων Ἁγνή, πάντας τοὺς πιστοὺς καταρδεύουσιν.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰάματα τοῖς πιστοῖς, ἡ πολυύμνητος ἡμῖν σήμερον, τῆς ὑπερτίμου Ἁγνῆς, Ζώνη ἀναβρύει ἐν χάριτι.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς δρόσος ἑωθινή, ἡ εὐφροσύνη σου Ἁγνὴ ῥέουσα, τὴν τῶν παθῶν κάμινον, τῶν σὲ ἀνυμνούντων κοιμίζει ἀεί.

Ἕτερος

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανίας ἁψῖδος

Νεουργεῖται καρδία, πίστει θερμῇ ψαύουσα, Ζώνῃ Ἱερᾷ τῆς Παρθένου, καὶ περιζώννυται, δύναμιν ἄμαχον, κατὰ παθῶν ἀκαθάρτων, δυσμενῶν ἀσάρκων τε, ἄτρωτος μένουσα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μένει ἄφθορος ἔτι, ἡ Ἱερὰ Ζώνη σου, ἥτις σοῦ τὸ ἄχραντον σῶμα, Κόρη διέζωσε, καθαγιάζουσα, τοὺς εὐσεβῶς προσιόντας, καὶ φθορᾶς ἐξαίρουσα, νόσων καὶ θλίψεων.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἐχρημάτισας οἶκος, περικαλλὴς Ἄχραντε, Λόγου τοῦ ἐκ σοῦ σαρκωθέντος, καὶ ἐν ἁγίῳ σου οἴκῳ εὐδόκησας, Ζώνην τὴν σὴν ἐντεθῆναι, ἣν καὶ κατασπαζόμενοι ἁγιαζόμεθα.

ὁ β’ χορός

Καὶ νῦν…

Τὴν τιμίαν σου Ζώνην, τιμητικῶς ἅπαντες, ἐν ἀγαλλιάσει καρδίας, περιπτυσσόμεθα, τιμὴν ὑπάρχουσαν, πάντων πιστῶν Θεοτόκε, ὡς τῷ  ὑπερτίμῳ σου, ψαύσασα σώματι.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σ ε Θες μν,…  

Κάθισμα Ἦχος δ’

ὁ β’ χορός

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὰ καταθέσια τῆς σῆς θείας Ζώνης, ἡ Ἐκκλησία σου φαιδρῶς ἑορτάζει, καὶ ἐκτενῶς κραυγάζει σοι Παρθένε Ἁγνή· Ἅπαντας περίσῳζε, τῆς ἐχθρῶν δυναστείας· θραῦσον τὰ φρυάγματα, τῶν ἀθέων βαρβάρων, καὶ τὴν ἡμῶν κυβέρνησον ζωήν, πράττειν Κυρίου τὰ θεῖα θελήματα.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς σε τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ μόνη ἐλπὶς τῶν ὑμνούντων σε.

ᾠδὴ δ’

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐπαρθέντα σε ἰδοῦσα

Ὡς ὑπέρτιμον στερέωμα Θεοτόκε, ὁ Ποιητὴς καὶ Κτίστης σε, πηξάμενος ὥσπερ, ἄστροις κατεκόσμησε, ταῖς θείαις ἐλλάμψεσιν, αἷς καταφαιδρύνεις τὰ πέρατα.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ κραταίωμα ἡ πόλις σου Θεοτόκε, καὶ ἀσφαλῆ κρηπῖδα, ἔχουσα τῇ θείᾳ, Ζώνῃ σου συνέχεται, δεσμὸν ἀδιάσπαστον, ταύτην ἐν πολέμοις προτείνουσα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπὸ γῆς ἡμᾶς ἀνέλκει Θεογεννῆτορ, πρὸς οὐρανὸν ἡ θεία, Ζώνη σου σῷ πόθῳ, ταύτης ἀναφθέντας θερμῶς· διὸ σε δοξάζομεν, ὡς αἰτίαν δόξης τῆς κρείττονος.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰδοὺ χάρις ἀνεξάντλητος, δεῦτε πάντες εἰλικρινεῖ καρδίᾳ, ἀρύσασθε πίστει, νάματα πηγάζοντα, ἀφθόνως φιλέορτοι, τῆς σεπτῆς σοροῦ τῆς πανάγνου Μητρός.

Ἕτερος

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σύ μου ἰσχὺς Κύριε

Ἤρθης πρὸς φῶς, ἄδυτον μεταχωρήσασα, ἔλιπες δέ, τοῖς σὲ μακαρίζουσιν, ἀντὶ τοῦ σώματός σου Ἁγνή, τὴν τιμίαν Ζώνην, πηγὴν θαυμάτων ὑπάρχουσαν, καὶ τόπον σωτηρίας, καὶ χαράκωμα ταύτης, τῆς τιμώσης σε πόλεως ἄχραντε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νέον ἡμεῖς, ὡς οὐρανὸν ὑπερχόμεθα, σοῦ τὸν οἶκον, ἐν ᾧ τεθησαύρισται, καθάπερ ἥλιος φωταυγής, σοῦ ἡ θεία Ζώνη, βολὰς θαυμάτων ἐκπέμπουσα, καὶ πάντων τάς καρδίας, καταυγάζουσα Κόρη, καὶ παθῶν τὴν ὁμίχλην διώκουσα.

ὁ β’ χορός

Δόξα Πατρί…

Σὺ κιβωτός, τοῦ νοητοῦ ἁγιάσματος χρηματίζεις, Ἄχραντε πανύμνητε, καὶ τὴν τιμίαν ταύτην σορόν, ἔχουσαν τὴν Ζώνην, ἣν περιοῦσα ἐφόρεσας, περέχεις τῷ  λαῷ σου, καταφύγιον πᾶσι, καὶ πηγὴν ἰαμάτων ἀκένωτον.

ὁ α’ χορός

Καὶ νῦν…

Ἧκε τῇ σῇ, πόλει πολύολβον δώρημα, ἡ τιμία Ζώνη σου πανύμνητε, καὶ κατετέθη περιφανῶς, ταύτῃ τῇ ἡμέρᾳ ἐν τούτῳ τῷ  θείῳ οἴκῳ σου, καὶ γέγονε μεγίστης, ἑορτῆς Θεοτόκε…

 ὁ β’ χορός

…τοῖς θερμῶς σε ποθοῦσιν ὑπόθεσις.

 

ᾠδὴ ε’

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Κύριέ μου φῶς

Σὺ Κύριε τὴν σήν, Μητέρα ἐμεγάλυνας, σὺ ὕψωσας ὑπὲρ πάσας νοερὰς ἐξουσίας, ἀσυγκρίτως τὴν δόξαν αὐτῆς.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ χάρις τοῦ Θεοῦ, νῦν ἀφθόνως παρέχεται, πανάχραντε Θεοτόκε, ἐκ τιμίας σοροῦ σου, τοῖς πίστει προσκυνοῦσί σε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ δύναμιν Πιστοί, βασιλεῖς περιζώννυνται, σὲ σύνδεσμον Θεοτόκε, ἡ σὴ πόλις αὐχοῦσα, τῇ Ζώνῃ σου σεμνύνεται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γνωστή σου ἀληθῶς, ἡ χάρις ἀναδέδεικται, Πανάχραντε παραδόξως, ἐνεργοῦσα δυνάμεις, καὶ τέρατα ἐν πάσῃ τῇ γῇ.

Ἕτερος

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἵνα τί με ἀπώσω

Ζώνης θείας τεθείσης, σήμερον ἐν οἴκῳ σου θεοχαρίτωτε, συνεπανετέθη, ἀγαθῶν πᾶσα δόσις τοῖς χρῄζουσι· καὶ πληροῦται πᾶς τις, ἁγιασμοῦ ὁ προσπελάζων, τάς αἰτήσεις πιστῶς κομιζόμενος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡραιώθης Παρθένε, Λόγον ὡραιότατον ἀποκυήσασα, καὶ τῷ  σῷ ὡραίῳ, τούτῳ οἴκῳ τεθῆναι εὐδόκησας, τὴν ὡραίαν Ζώνην, ἥτις τὸ σὸν ὡραῖον σῶμα, Θεοτόκε ὡραίως διέζωσεν.

ὁ α’ χορός

Δόξα Πατρί…

Σοῦ ὁ Ἅγιος οἶκος, ἄλλος ὡς Παράδεισος, πᾶσι γνωρίζεται, μέσον κεκτημένος, ὥσπερ εὔοσμον ῥόδον τὴν Ζώνην σου, εὐωδίας θείας, ἀναπληροῦσαν τὰς καρδίας, τῶν πιστῶς προσιόντων Πανάμωμε.

ὁ β’ χορός

Καὶ νῦν…

Ὄμβρου θείου νεφέλη, γέγονας Πανάμωμε, ἐναποστάζουσα, σωτηρίας ὕδωρ, καὶ τὴν γῆν χερσωθεῖσαν ἐγκλήμασι, πρὸς καρποφορίαν, μεταγαγοῦσα εὐσεβείας…

ὁ α’ χορός

…διὰ τοῦτο πιστῶς σε δοξάζομεν.

ᾠδὴ ς’

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θύσω σοι, μετὰ φωνῆς

Ὅλην σε, ὑπερφυῶς ἐδόξασε Κύριος, ὅλην ἀνύψωσε μόνην, ὅλην σε ἐτίμησεν ὑπὲρ λόγον, Θεοτόκε, τὸν ναόν τε σὺν τῇ Ζώνῃ καὶ θείᾳ σορῷ.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὅλην σε, ὑπερφυῶς ἐδόξασε Κύριος…

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νάουσιν, ἐκ πελάγους τὰ ῥεῖθρα τῆς χάριτος, σοῦ τῆς σοροῦ τῆς ἀχράντου, καὶ τὴν κτίσιν πᾶσαν περικυκλοῦσιν, ἀρδεύοντα, τοὺς πιστῶς προσκυνοῦντας τὸν τόκον σου.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰσχύν σε, οἱ πιστοὶ κεκτημένοι καὶ καύχημα, περιζωννύονται δόξαν, τὴν σεπτήν σου Ζώνην Θεοκυῆτορ κατέχοντες, ὡς ὑπέρλαμπρον κόσμον καὶ τίμιον.

Ἕτερος

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἄβυσσος ἁμαρτιῶν

Νέον τέτοκας ἡμῖν, ὡς παιδίον τὸν πρὸ πάντων αἰώνων, καὶ καινουργεῖς καρδίας, ἁμαρτίας παλαίωσιν, δεξαμένας καινισμῷ, τῆς καταθέσεως τῆς τιμίας, Ζώνης σου Κόρη ἀειπάρθενε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἅγιός σου ὁ ναός, θαυμαστὸς δικαιοσύνῃ ὑπάρχει· ὅστις τὴν θαυμαστήν σου Ζώνην, θαύματα βρύουσαν, κεκτημένος τοῖς πιστοῖς, πέλαγος δείκνυται ἰαμάτων, Θεοκυῆτορ Μητροπάρθενε.

 ὁ β’ χορός

Δόξα Πατρί…

Γέγηθε πᾶσα ψυχή, συνιοῦσα ἐν Ἁγίῳ ναῷ σου, καὶ ἐν αὐτῷ ὁρῶσα, Θεοτόκε τὴν Ζώνην σου, ὥσπερ ἥλιον φαιδρόν, φέγγος ἀστράπτουσαν χαρισμάτων, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος.

ὁ α’ χορός

Καὶ νῦν…

Νεύρωσον ἡμῶν Ἁγνή, τὰς καρδίας παρεθείσας, παντοίων ἁμαρτιῶν ἰδέαις, καὶ περίζωσον δύναμιν, τοὺς τὴν Ζώνην σου πιστῶς, ὡς πολυτίμητον κεκτημένους, καὶ ἀναφαίρετον θησαύρισμα.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…  

Κοντάκιον Ἦχος β’ Τὴν ἐν πρεσβείαις

Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιβαλοῦσα ἡ Ζώνη σου ἡ τιμία, κράτος τῇ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.

Ὁ Οἶκος

Τίς γηγενῶν τὰ σὰ μεγαλεῖα διηγήσεται λόγος; ποία γλῶσσα βροτῶν; νοῦς γὰρ οὐδὲ οὐράνιος, ἀλλ’ ἡ τεκοῦσα τῆς συμπαθείας τὸ ἀμέτρητον πέλαγος, δέξαι καὶ νῦν ἐξ ἀκάρπων χειλέων τὰ ᾄσματα, καὶ δίδου μοι θείαν χάριν, εὐφημῆσαι τὴν σὴν Ζώνην Δέσποινα, δι’ ἧς κόσμος ἀγάλλεται, σὺν Ἀγγέλοις ὑμνῶν σου τὰ θαύματα, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΛΑ’ τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας, ἐπὶ Ἰουστινιανοῦ τοῦ Βασιλέως. Ἔτι δὲ καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς Τιμίας Ζώνης εἰς τὴν βασιλίδα Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ Βασιλέως.

Στίχοι

  • Χρυσῆν κορωνίδ’ οἷα, σεμνὴ Παρθένε,

  • Τῷ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει.

  • Θέντο σορῷ Ζώνην πρώτῃ Πανάγνου Τριακοστῇ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακαινίσεως τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ Νεωρίῳ.

Στίχοι

 

  • Nεωρίου ο οίκος Aγνή σού πέλει,

  • Άλλος Σιλωάμ τας ιάσεις εκχέων.

Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’ Ἦχος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

ᾠδὴ γ’

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

…εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδὴ ε’

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδὴ Ϛ ‘

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδὴ ζ’

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

Γυναῖκες ἀκουτίσθητε

Ὁ πάντα ὑπὲρ ἔννοιαν, τὰ σὰ ποιήσας, Ἄχραντε, τὴν σὴν Ἐσθῆτα καὶ Ζώνην, ἐτίμησεν ἀφθαρσίᾳ, τῇ πόλει σου κραταίωμα, δοὺς ταύτην καὶ ἀσφάλειαν, ἧς καὶ νῦν τὴν κατάθεσιν, περιχαρῶς ἐκτελοῦντες, πανηγυρίζομεν πόθῳ.

ὁ β’ χορός

Ἕτερον ὅμοιον

Κυρία πάντων πέλουσα, τῶν ποιημάτων Δέσποινα, καὶ πλήρης ὄντως σοφίας, τῆς ὑπερφώτου ὡς Μήτηρ, Θεοῦ τοῦ παντοκράτορος, φωτὸς καὶ θείας γνώσεως, καὶ χάριτός με πλήρωσον, τῇ συμπληρώσει τῶν ὕμνων, σοῦ τῆς ἁγνῆς Θεοτόκου.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν μάρτυσιν

Ὡς ὑπέρλαμπρον στέφανον, Θεοτόκε πανάχραντε, τὴν ἁγίαν Ζώνην σου περιέθετο, ἡ Ἐκκλησία καὶ χαίρουσα, φαιδρύνεται σήμερον, καὶ χορεύει μυστικῶς, ἐκβοῶσά σοι Δέσποινα· Χαῖρε στέφανε, καὶ διάδημα θεῖον, χαῖρε μόνη, τοῦ πληρώματός μου δόξα, καὶ εὐφροσύνη αἰώνιος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὡς ὑπέρλαμπρον στέφανον…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Σὺ πανάχραντε Δέσποινα, κραταιὸν περιτείχισμα, ἀῤῥαγές τε στήριγμα καὶ διάσωσμα, τῷ σῷ λαῷ καὶ τῇ πόλει σου, ὑπάρχουσα δέδωκας, ὡς φαιδρὰν περιβολήν, τήν ὑπέρτιμον Ζώνην σου, περισῴζουσαν, συμφορῶν ἐκ παντοίων, τοὺς ἐν πίστει, καὶ ζεούσῃ προθυμίᾳ, ταύτην τιμῶντας Θεόνυμφε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὁ ναός σου Πανάχραντε, ὡς πηγὴ ἀνεξάντλητος, τῶν θαυμάτων σήμερον ἀναδέδεικται· οἱ ποταμοὶ γὰρ τῆς χάριτος, ἀφθόνως προχέονται, τῆς ἁγίας σου σοροῦ, καὶ πιστῶν τὴν διάνοιαν, κατευφραίνουσι, τῶν ἐν πίστει καὶ πόθῳ σοι βοώντων· Ἡ χαρὰ καὶ εὐφροσύνη, καὶ ἡ ζωὴ σὺ ὑπάρχεις ἡμῶν.

ὁ α’ χορός

Δόξα Πατρί… ἦχος β’

ὁ β’ χορός

Καὶ νῦν…

ὁ α’ χορός

Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν Ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης, χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη, χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία…

ὁ β’ χορός

…καὶ σωτηρία ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

             Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον Ἦχος πλ. δ’

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. α´. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Ἀπολυτίκιον Ἦχος πλ. δ’

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. β´.  Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη…

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον Ἦχος πλ. δ’

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος β’

Τὴν ἐν πρεσβείαις

Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιβαλοῦσα ἡ Ζώνη σου ἡ τιμία, κράτος τῇ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.

Τρισάγιον.

᾽Απόστολος τῆς Θεοτόκου (῾Εβρ.Θ’ 1-7)

Προκείμενον ἦχος γ’.  

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾽Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ἀλληλούϊα (γ’) Ἦχος γ΄

Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀναπαύσίν σου.

Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε.

Εὐαγγέλιον ὁμοίως

Ἐκ τοῦ κατὰ Λουκᾶν

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

 ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ὁ α’ χορός

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

   ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

31 ΑΥΓ15 ΕΟΡΤΗ ΤΗΣ ΚΑΤΑΘΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s