ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ (2015)

13 ΑΥΓΟΥΣΤΟΥ 2015

+Ἀπόδοσις τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

Ἦχος βαρὺς

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

Ἀπολυτίκιον ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ὁ β’ χορὸς

Μετεμορφώθης ἐν τῷ ὄρει…

ὁ α’ χορὸς

Μετεμορφώθης ἐν τῷ ὄρει… 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα

ὁ α’ χορὸς

Ἦχος δ’- Κατεπλάγη, Ἰωσὴφ

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης. Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν. 

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ

 

Τὴν τῶν βροτῶν ἐναλλαγήν,…

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα ὅμοιον

ὁ α’ χορὸς

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν΄ ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός. Ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.

 

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ,… 

 

Ο Ν΄ ΨΑΛΜΟΣ (χύμα)

Εἴθ’ οὕτως οἱ δύο Κανόνες τῆς Ἑορτῆς.

Πρῶτος Κανών, οὗ ἡ, Ἀκροστιχίς.

Χριστὸς ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε.

Ποίημα Κοσμᾶ Μοναχοῦ. 

ᾠδὴ α’

ὁ α’ χορός

Ἦχος δ’ Ὁ Εἱρμὸς

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη΄ Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες, ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα΄ σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

 

Δεύτερος Κανών, φέρων Ἀκροστιχίδα.

Μωσῆς Θεοῦ πρόσωπον ἐν Θαβὼρ εἶδε.

 Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

 ᾠδὴ α’
Ἦχος πλ. δ’

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὑγρὰν διοδεύσας

Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μωσῆς ἐν θαλάσσῃ προφητικῶς,… 

ὁ α’ χορός

Δόξα Πατρί…

Ὡς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. 

ὁ β’ χορός

Καὶ νῦν…

Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωϋσῇ, ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς θεότητος.

ᾠδὴ γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

ὁ β’ χορὸς

Τόξον δυνατῶν ἠσθένησε,…

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὅλον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀῤῥήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν. 

Ἕτερος Κανὼν 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Οὐρανίας ἁψῖδος

Ἡ σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ ὁμιλοῦσα, τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀῤῥήτως, ἐν Θαβώρ σου Δέσποτα Μεταμορφώσεως.

 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἡ σκιάζουσα δόξα,…

ὁ α’ χορός

Δόξα Πατρί…

Συνανῆλθέ σοι Λόγε, μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν ὅτε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε φιλάνθρωπε. 

ὁ β’ χορὸς

Καὶ νῦν…

Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλῃ τῇ θεότητι μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν…      

Κάθισμα Ἦχος δ’

ὁ α’ χορὸς

Κατεπλάγη Ἰωσὴφ

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν, σὺν Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ, ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε΄ Καλόν ὦδέ ἐστι, ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν σοὶ τῷ Δεσπότῃ Χριστῷ, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας φώτισον τὰς ψυχὰς ἡμῶν.

 

ᾠδὴ δ’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς βοῶντάς σοι΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Εἰσακήκοα τὴν ἔνδοξον… 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἵνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀῤῥήτως ἐξέλαμψας. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Συλλαλοῦντες παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας. Δόξα τῇ δυνάμει σου Κύριε. 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ. 

Ἕτερος Κανὼν

 ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἐκ σαρκός σου βολίδες θεότητος, ἐξεπορεύοντο, Προφητῶν καὶ Ἀποστόλων, ὅθεν οἱ πρόκριτοι, μέλποντες ἀνεβόων, Δόξα τῇ δυνάμει σου Κύριε. 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὁ τὴν βάτον φυλάξας ἀλώβητον, προσομιλοῦσαν πυρί, τῷ Μωσεῖ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα μελῳδοῦντι΄ Δόξα τῇ δυνάμει σου Κύριε. 

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ὑπεκρύβη ἀκτῖσι θεότητος, αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει Θαβωρίῳ, εἶδέ σε μεταμορφούμενον Ἰησοῦ μου. Δόξα τῇ δυνάμει σου Κύριε.  

ὁ α’ χορός

Καὶ νῦν…

Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος, ὡράθης ἄϋλον, ὡς Μωσεῖ καὶ Ἀποστόλοις, ὤφθης Ἠλίᾳ τε, Δέσποτα εἷς ἐκ δύο,…

ὁ β’ χορὸς

…ἐν δυσὶ τελείαις ταῖς φύσεσιν.

ᾠδὴ ε’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

 

ὁ β’ χορὸς

Ὁ τοῦ φωτὸς διατμήξας… 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Προσενωπίῳ σοι ὧραι ὑπεκλίθησαν΄ φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος ἧκε μορφὴν βροτείαν, ὡς ἀμεῖψαι εὐδόκησας. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἰδοὺ Σωτὴρ ἀνεβόων, Μωϋσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν. 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἡ ἀναλλοίωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀποῤῥήτως ἐξέλαμψε. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρῴᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοὶ ἀνεβόων΄ Ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον. 

Ἕτερος Κανὼν

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἵνα τί με ἀπώσω

Ῥητορεύουσα γλῶσσα, σοῦ τὰ μεγαλεῖα οὗ δύναται φθέγξασθαι, ὁ κρατῶν ζωῆς γάρ, καὶ θανάτου δεσπόζων παρέστησας, ἐν Θαβὼρ τῷ ὄρει, τὸν Μωϋσῆν καὶ τόν Ἠλίαν, μαρτυρήσοντάς σου τὴν θεότητα.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ῥητορεύουσα γλῶσσα,… 

ὁ α’ χορός

Δόξα Πατρί…

Ὁ χερσὶν ἀοράτοις, πλάσας κατ’ εἰκόνα σου Χριστὲ τὸν ἄνθρωπον, τὸ ἀρχέτυπον σου, ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας, οὐχ ὡς ἐν εἰκόνι, ἀλλ’ ὡς αὐτὸς εἶ κατ’ οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος. 

ὁ β’ χορὸς

Καὶ νῦν…

Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν θεότητος, καταφλέγοντα μὲν ἁμαρτίας, ψυχὰς δὲ φωτίζοντα, ἐν Θαβὼρ τῷ ὄρει, ᾧ Μωϋσῆν καὶ τὸν Ἠλίαν,…

ὁ α’ χορός

…Μαθητῶν τε ἐξάρχους ἐξέστησας. 

ᾠδὴ ς’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Λαμπηδόνος πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀνελθὼν ἐν ὄρει, Θαβὼρ μετεμορφώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας. 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σὲ Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν. 

Ἕτερος Κανὼν 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἱλάσθητί μοι Σωτὴρ

Ὡς μέγα καὶ φοβερόν, ὡράθη θέαμα σήμερον! ἐξ οὐρανοῦ αἰσθητός, ἐκ γῆς δὲ ἀσύγκριτος, ἐξήστραψεν ἥλιος, τῆς δικαιοσύνης, νοητὸς ἐπὶ τοῦ ὄρους Θαβώρ.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὡς μέγα καὶ φοβερόν,… 

ὁ β’ χορὸς

Δόξα Πατρί…

Παρῆλθε μὲν ἡ σκιά, τοῦ νόμου ἐξασθενήσασα, ἐλήλυθε δὲ σαφῶς, Χριστὸς ἡ ἀλήθεια, Μωσῆς ἀνεβόησεν, ἐν τῷ Θαβωρίῳ, κατιδών σου τὴν θεότητα. 

ὁ α’ χορός

Καὶ νῦν…

Ὁ στῦλος τῷ Μωϋσεῖ, Χριστὸν τὸν μεταμορφουμενον, ἡ δὲ νεφέλη σαφῶς, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν, ἐν τῷ Θαβωρίῳ, παρεδήλου ἐμφανέστατα.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες…

Κοντάκιον

Αὐτόμελον Ἦχος βαρὺς

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Ὁ Οἶκος

Ἐγέρθητε οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς, οἱ συγκάμπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί, ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως, προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις τὸ Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καὶ ἐκήρυξαν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΓ’ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς μεταθέσεως τοῦ λειψάνου τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ.

Στίχοι

  • Κινοῦσί σου Μάξιμε πιστοὶ τὴν κόνιν,

  • Δηλοῦντες, ὡς ζῇς, ἐξαμείβων καὶ τόπους.

  • Μαξίμου ἀμφὶ τρίτην νεκρὸν δεκάτην μεταθῆκαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀοιδίμου καὶ Παμμακαρίστου Βασιλίσσης καὶ κτιτορίσσης τῆς σεβασμίας μονῆς τοῦ Παντοκράτορος Σωτῆρος Χριστοῦ, Εἰρήνης, τῆς διὰ τοῦ Ἁγίου καὶ Ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης Μοναχῆς.

Στίχοι

Παντοκράτωρ δέδωκέ σοι Μονὴν ἄνω,

Ὡς κτιτορίσσῃ ἰδίας Μονῆς κάτω.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’ Ἦχος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

ᾠδὴ γ’

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα΄ Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

…εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδὴ ε’

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδὴ Ϛ ‘

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδὴ ζ’

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, και προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

ὁ β’ χορὸς

Ὁ τόκος σου ἄφθορος ἐδείχθη,… 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα΄ ὁ Πατὴρ γὰρ τῶν φώτων, Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε. 

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου, Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

Ἕτερος Κανὼν 

Ἦχος πλ. δ’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν Ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἵνα σου δείξῃς ἐμφανῶς, τὴν ἀπόῤῥητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὑψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀῤῥήτως ἔλαμψας΄ διὸ πάντες σε Χριστὲ μεγαλύνομεν. 

ὁ α’ χορός

Δόξα Πατρί…

Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοΐ θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν. 

ὁ β’ χορὸς

Καὶ νῦν…

Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.

ὁ α’ χορὸς

Καταβασία

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

ὁ α’ χορὸς

Αὐτόμελον

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

ὁ β’ χορὸς

Φῶς ἀναλλοίωτον Λόγε,… 

ὁ α’ χορὸς

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα,…

 

ὁ β’ χορὸς

…φωταγωγοῦν πᾶσαν Κτίσιν.

 

 

 ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ 

Ἦχος δ’ – Ὁ ἐξ ὑψίστου κληθεὶς

Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες΄ Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Πρὸ τοῦ τιμίου Σταυροῦ σου… 

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.      

Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόῤῥητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι’ ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον. 

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σὲ Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον, ὅθεν ὁ Πέτρος ἐκπληττόμενος΄ Καλὸν ᾧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει, Εὐεργέτα πολυέλεε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

ὁ β’ χορὸς

Καὶ νῦν…

ὁ α’ χορὸς

Ἦχος πλ. δ’ Βύζαντος

Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἣλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες΄ καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα΄ Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ,…

ὁ β’ χορὸς

…αὐτοῦ ἀκούετε.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

             Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ΤΗΣ ΕΟΡΤΗΣ

Ἀντίφωνον Α’

ὁ α’ χορός 

Στίχ. α’. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.  

ὁ β’ χορός

Στίχ. β’. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ α’ χορός 

Στίχ. γ’. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ β’ χορός

Στίχ. δ’. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ α’ χορός 

Δόξα Πατρί… Καὶ νῦν…

 Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

Ἀντίφωνον Β’

ὁ β’ χορός

Στίχ. α’. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι΄ Ἀλληλούϊα. 

ὁ α’ χορός 

Στίχ. β’. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…  

ὁ β’ χορός

Στίχ. γ’. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…  

ὁ α’ χορός 

Στίχ. δ’. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…  

ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός 

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  

Ἀντίφωνον Γ’

ὁ α’ χορός 

Στίχ. α’. Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ἄσομαι.

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο, Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. 

ὁ β’ χορός

Στίχ. β’. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός… 

ὁ α’ χορός 

Στίχ. γ’. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός… 

ὁ β’ χορός

Στίχ. δ’. Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός… 

Εἰσοδικὸν

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ὅτι παρὰ σοὶ πηγή ζωῆς, Κύριε, ἐν τῷ φωτὶ σου ὀψόμεθα φῶς, Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς,…

ὁ β’ χορός

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ὁ β’ χορός

τοῦ Ναοῦ

ὁ α’ χορός

Κοντάκιον

ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Αὐτόμελον Ἦχος βαρὺς

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον ἦχος δ’.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε΄πάντα ἐν σοφίᾳ ἐποίησας.

Στίχ. Εὐλόγει ἡ ψυχὴ μου, τὸν Κύριον.

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (4:1-12)

Ἀδελφοί, ἔχοντες τὴν διακονίαν ταύτην͵ καθὼς ἠλεήθημεν͵ οὐκ ἐκκακοῦμεν͵ ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης͵ μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ͵ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν͵ ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον͵ ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ͵ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον͵ ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Ὅτι ὁ Θεὸς ὁ εἰπών͵ Ἐκ σκότους φῶς λάμψει͵ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν͵ ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι͵ ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι͵ διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι͵ καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι͵ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται͵ ἡ δὲ ζωὴ ἐν ὑμῖν..

Ἀλληλούϊα (γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(κδ΄ 23 – 28)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.  καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.  Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ – ὁ ἀναγινώσκων νοείτω –  τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη, ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,  καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.  οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.  προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ.  ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται.  καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.  τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός ἤ ὧδε, μὴ πιστεύσητε· ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.  ἰδοὺ προείρηκα ὑμῖν. ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε, ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·  ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·  ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό ᾽Εξαιρέτως

ὁ α’ χορός

ἦχος δ’

Ὁ Εἱρμὸς

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

ἦχος δ’

Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.

Ἀντὶ τοῦ «Εἴδομεν τό φῶς…»

ὁ α’ χορός

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο, Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. 

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

«…῾Ο ἐν τῷ ὄρει τῷ Θαβώρ μεταμορφωθείς ἐν δόξῃ ἐνώπιον τῶν ῾Αγίων αὐτοῦ Μαθητῶν καί ᾽Αποστόλων, Χριστός ὁ ἀληθινός…».

 13 ΑΥΓ15 ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s