8 ΑΥΓΟΥΣΤΟΥ 2015
Σάββατον
Αἰμιλιανοῦ ἐπισκ. Κυζίκου ὁμολογητοῦ (†813-20). Μύρωνος ἐπισκ. Κρήτης τοῦ θαυματουργοῦ (†350), Τριανταφύλλου νεομ. ἐκ Ζαγορᾶς (†1680), ᾿Αναστασίου νεομάρτυρος τοῦ ἐν Θεσσαλονίκῃ (†1794).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος α΄
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς τοῦ Λόγου εἰκόνος διαγράψας τὴν ἔλλαμψιν, Αἰμιλιανὲ Ἱεράρχα διὰ βίου ὀρθότητας, τὴν ἔνσωμον Εἰκόνα τοῦ Χριστοῦ, ἐδίδαξας τιμάσθαι εὐσεβῶς, διὰ τοῦτο ὡς ποιμένα καὶ ἀθλητήν, τιμῶμεν σε κραυγάζοντες, δόξα τῷ παρασχόντι σοι Ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πάσι τὴν ἄφεσιν.
ὁ β’ χορός
Δόξα Πατρί…
Τῆς τοῦ Λόγου εἰκόνος διαγράψας……………
ὁ α’ χορὸς
Καὶ νῦν…
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος δ’- Κατεπλάγη, Ἰωσὴφ
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Δόξα… Καὶ νῦν … Τὸ αὐτὸ
Τὴν τῶν βροτῶν ἐναλλαγήν…..
Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα ὅμοιον
ὁ α’ χορός
Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός, συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Δόξα… Καὶ νῦν … Τὸ αὐτὸ
Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος………….
Ὁ Ν’ ψαλμὸς χύμα
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
Πρῶτος Κανών, οὗ ἡ, Ἀκροστιχίς.
Χριστὸς ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε.
Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾠδὴ α’
ὁ α’ χορός
Ἦχος δ’ Ὁ Εἱρμὸς
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη΄ Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες, ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα΄ σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.
Τὸν μέγαν Αἰμιλιανὸν ἐν ᾄσμασιν ἔξοχα μέλπω.
Θεοφάνους.
ᾨδὴ α’ Ἦχος α’
Σοῦ ἡ τροπαιοῦχος
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς ὑπερκοσμίαις συνοικῶν, ταξιαρχίαις θεόφρον μακάριε, τοὺς ἐπιτελοῦντάς σου, χαρμονικῶς τὴν ποθητὴν πανήγυριν, Πάτερ ἐποπτεύων, τῆς σωτηρίας ἀξίωσον.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς ὑπερκοσμίαις συνοικῶν………
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλος τῷ Δεσπότῃ συγκραθείς, καὶ τοῖς ἐκεῖθεν ἀστράψας πυρσεύμασι, πᾶσαν κατεφώτισας, σαῖς διδαχαῖς θεοσεβῆ πανήγυριν, ὡς ἱεροφάντωρ, φανεὶς θεόφρον θεόληπττε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοῦν καθηγεμόνα τῶν παθῶν, δι’ ἀρετῆς Ἱεράρχα κατέστησας, οἷα δικαιότατος, διαιτητὴς τῇ τε ψυχῇ καὶ τῷ σώματι, Πάτερ διανέμων, τοῖς ἑκατέροις τὰ πρόσφορα.
ὁ α’ χορός
Δόξα Πατρί…
Μύστης ἀκριβὴς τῶν ὑπὲρ νοῦν, τῆς Ἐκκλησίας σαφῶς προϊστάμενος, ὤφθης παναοίδιμε, καὶ κραταιὸς τῆς ἀληθείας πρόμαχος, μύλας τῶν λεόντων, συνθλῶν καὶ φράττων τὰ στόματα.
ὁ β’ χορός
Καὶ νῦν…
Ἕνα ἑκατέραις εὐσεβῶς, τὸν ἐκ γαστρός σου τεχθέντα γινώσκομεν, φύσεσι Πανάμωμε, Θεὸν ὁμοῦ ὑπερφυῶς καὶ ἄνθρωπον, ἔχοντα τελείως ἑκάστης τὰ ἰδιώματα.
ᾠδὴ γ’
Ὁ Εἱρμὸς
ὁ α’ χορός
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
ὁ β’ χορὸς
Τόξον δυνατῶν ἠσθένησε,…
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὅλον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀῤῥήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν.
ᾨδὴ γ’
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκέτην θεόφρονα Χριστοῦ, πιστοῖς σε προβαλλόμεθα, τὸν δι’ αὐτὸν λαμπρῶς ἀριστεύσαντα, καὶ τὴν εἰκόνα τούτου τιμήσαντα, τοῦ σεπτοῦ κηρύγματος, καὶ τὴν ἄνωθεν πίστιν φυλάξαντα.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρτύρων στερρότητα δεικνύς, θεόφρον ἀξιάγαστε, τὴν δυσσεβῆ ὀφρὺν ἐξεφαύλισας, τῆς Ἐκκλησίας ἐκφανεὶς πρόβολος, ἀρραγὴς ἀκλόνητος, καὶ μεσίτης ἔνθεος, καρτερῶς διελέγχων τοὺς ἄφρονας.
ὁ α’ χορός
Δόξα Πατρί
Ἰὸν τῆς αἱρέσεως πιών, εἰς κόρον ὁ παμπόνηρος, διδακτικῷ σου λόγῳ διήλεγκται· φωτὶ γὰρ σκότος ἐξαφανίζεται, καὶ γυμνοῦται πλάσματα, πονηροῦ βουλεύματος τῆς ἐνθέου σοφίας ταῖς λάμψεσι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Λαμπρᾷ σε φωνῇ νῦν ἐκ ψυχῆς, κυρίως Θεομήτορα, τὴν τὸν Θεὸν τεκοῦσαν κηρύττομεν, σεσαρκωμένον ἐκ σοῦ τὸν ἄσαρκον, ἐν ἡμῖν σκηνώσαντᾳ, οὐ τροπὴν δεξάμενον, οὐ φυρμῷ συγχυθέντα Πανάμωμε.
…
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Κάθισμα Ἦχος πλ. δ’
ὁ β’ χορὸς
Ἦχος γ’ Θείας πίστεως
Θείῳ Πνεύματι πεφωτισμένος, ἀνεκήρυξας ἐν παρρησίᾳ, ὀρθοδοξίας παμμάκαρ τὰ δόγματα, καὶ βασιλέα κατῄσχυνας ἄνομον, ὑπερορίαις ἀδίκως στελλόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Δόξα… Καὶ νῦν … Τῆς Ἑορτῆς
Ἦχος γ’ Τὴν ὡραιότητα
Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλεία σου.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς βοῶντάς σοι΄ Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
Εἰσακήκοα τὴν ἔνδοξον…
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἵνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀῤῥήτως ἐξέλαμψας.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Συλλαλοῦντες παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.
ᾨδὴ δ’
Ὄρος σε τῇ χάριτι
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἴσχυσας ὀφρὺν καταβαλεῖν τοῦ ἀλάστορος, οἰκειωθεὶς δι’ ἀρετῆς, παμμάκαρ Αἰμιλιανέ, τῷ πάντα ἰσχύοντι, καὶ δυνατῷ ἐν τοῖς πολέμοις πανόλβιε, καί νῦν κραυγάζεις· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀνέτλης μακρᾶς ὑπερορίας στελλόμενος, καρτερικὸς ἀναδειχθεὶς θεόφρον Αἰμιλιανέ, τὸ πρὶν προτερήμασιν, Ἀρχιερεύς, Ἱερομάρτυς δὲ ὕστερον, ἀναδειχθεὶς θεοφόρε πανάριστε.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Νομίμως ἐφάνης ἐκ παιδὸς ἱερούμενος, ἀσκητικῶς ἐκλαμπρυνθείς, τρισμάκαρ Αἰμιλιανέ, τῷ λόγῳ τῆς χάριτος, περιφραχθεὶς ἱερομύστα θεσπέσιε, Θεῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ὁ πάσης ἐπέκεινα νοούμενος κτίσεως, τῆς ὑπὲρ νοῦν ζωαρχικῆς, θεοπλαστίας ἐπὶ γῆς, ἐκτελῶν μυστήριον, παρθενικαῖς ἠγλαϊσμένην λαμπρότησι, τὴν σὴν γαστέρα…
ὁ β’ χορὸς
……. κατῴκησεν, Ἄχραντε.
ᾠδὴ ε’
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
ὁ β’ χορὸς
Ὁ τοῦ φωτὸς διατμήξας…
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Προσενωπίῳ σοι ὧραι ὑπεκλίθησαν΄ φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος ἧκε μορφὴν βροτείαν, ὡς ἀμεῖψαι εὐδόκησας.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἰδοὺ Σωτὴρ ἀνεβόων, Μωϋσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἡ ἀναλλοίωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀποῤῥήτως ἐξέλαμψε.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρῴᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοὶ ἀνεβόων΄ Ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
ᾨδὴ ε’
Θεὸς ὢν εἰρήνης
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοήσας προγνώσει, τῇ θείᾳ Χριστός, τῆς μεγάλης ψυχῆς σου τὴν πρόθεσιν, μεγάλοις προτερήμασιν, ἐκόσμησε σαφῶς στολαῖς Ἱερωσύνης, αὐτὴν καταγλαΐσας, καὶ μαρτύρων ἐν ἄθλοις, Ἱερομύστα πανσεβάσμιε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἑλκύσας τὴν χάριν, τοῦ Πνεύματος πρίν, ποταμοὺς διδαγμάτων ἀνέβλυσας, Παμμάκαρ ἱερώτατε, τῇ ποίμνῃ τοῦ Χριστοῦ· ὅθεν καὶ τὴν εἰκόνα, Χριστοῦ τιμᾶν μαθόντες, τῶν Ἁγίων τε πάντων, τοὺς θεομάχους καταισχύνομεν.
ὁ α’ χορός
Δόξα Πατρί…
Νεκρώσας σαρκός σου, τὸ φρόνημα πρίν, ἐν ἀσκήσεως πόνοις πανόλβιε, τῇ αἴγλῃ τῇ τοῦ Πνεύματος ἐζώωσας τὸν νοῦν· ὅθεν δι’ ἀμφοτέρων, ἐκλάμψας Ἱεράρχα, Θεῷ εὐηρέστησας, Ἱερομάρτυς ἀξιάγαστε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἁγίων Ἁγία, Παρθένε ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν λυτρωτήν· διὸ σε Βασιλίδα, καὶ Δέσποιναν τοῦ κόσμου, ὡς τεκοῦσαν τὸν Κτίστην,….
ὁ α’ χορός
…….. τῶν ποιημάτων μεγαλύνομεν.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Λαμπηδόνος πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἀνελθὼν ἐν ὄρει, Θαβὼρ μετεμορφώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σὲ Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν.
ᾨδὴ ς’
Σπλάγχνων Ἰωνᾶν
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Στῆσαι βουληθείς, νομὴν τῆς αἱρέσεως, προθύμως χωρεὶς πρὸς τοὺς κινδύνους σοφέ, καὶ διήλεγξας παρρησίᾳ μεγάλῃ χρησάμενος, τὴν γνώμην τοῦ κρατοῦντος σὺ τήν ἄθεον, πρῶτος τοῦ λαλεῖν ἀρξάμενος, ἠθροισμένης Συνόδου θεόφρονος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Μόνου τοῦ Χριστοῦ, θερμῶς ὀρεγόμενος, καὶ τούτου τυχεῖν θείας ἐλλάμψεως, ἐφιέμενος, Ἱεράρχα Κυρίου θεόληπτε, μαρτύρων ἐνεδείξω τὴν στερρότητα, λάμψας τὸ πρῴην δι’ ἀσκήσεως, καὶ διπλοῦς τοὺς στεφάνους κομίζῃ σαφῶς.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἄνω σου τὸν νοῦν, Θεῷ συγγινόμενον, καὶ θείαις αὐγαῖς, μάκαρ λαμπόμενον, ἔχων Ὅσιε, κούφως βίον διέπλεις τὴν θάλασσαν, καὶ ὅρμοις οὐρανίοις νῦν καθώρμισαι, αὔραις τοῦ Ἁγίου Πνεύματος, κυβερνώμενος σθένει τοῦ Πνεύματος.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Σῶσαι τῶν βροτῶν, τὴν φύσιν ὡς εὔσπλαγχνος, φθαρεῖσαν Ἁγνή, φθόνῳ τοῦ ὄφεως, ὁ ὑπέρθεος, εὐδοκήσας τὴν μήτραν σου ᾤκησε, καὶ σάρξ ἀναλλοιώτως ἐχρημάτισε, μόνην καθαρὰν εὑράμενος, Θεοτόκε Παρθένε πανάχραντε.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς…
Κοντάκιον
Αὐτόμελον Ἦχος βαρὺς
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Ὁ Οἶκος
Ἐγέρθητε οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς, οἱ συγκάμπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί, ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως, προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις τὸ Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καὶ ἐκήρυξαν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Η’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου, τοῦ ὁμολογητοῦ.
Στίχοι
Ψυχὴς πολὺν θεὶς Αἰμιλιανὸς λόγον,
Τῆς σαρκος ἠλόγησεν ἄχρι καὶ τέλους.
Ὀγδόῃ Αἰμιλιανοῦ ὀστέα δέξατ’ ἄρουρα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μύρωνος, Ἐπισκόπου Κρήτης, τοῦ θαυματουργοῦ.
Στίχοι
Μύρων ὁ θεῖος ἀρετῆς μύρου πνέων,
Εὐωδίας πρόσεισιν ὀσμὴ Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἡγουμένου Ὀρόβων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἐλευθερίου καὶ Λεωνίδου, διὰ πυρὸς τελειωθέντων.
Στίχοι
Ἀμφοῖν ἀθλητῶν, οὐ θυόντων τῇ πλάνῃ,
Ποινὴν κατακρίνουσιν οἱ πλάνοι φλόγα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δέκα ἀσκηταί, οἱ ἐξ Αἰγύπτου, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Βλαστήματα θνῄσκουσιν Αἰγύπτου δέκα,
Πληγαῖς ἐκείναις ἰσάριθμοι ταῖς δέκα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ὁ β’ χορὸς
ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
ᾠδὴ θ’
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.
ὁ β’ χορὸς
Ὁ τόκος σου ἄφθορος ἐδείχθη,…
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα΄ ὁ Πατὴρ γὰρ τῶν φώτων, Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου, Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.
ᾨδὴ θ’
Τύπον τῆς ἁγνῆς λοχείας σου
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εὗρες τὰ τῶν πόνων ἔπαθλα, ἐν οὐρανίοις θεοφόρε σκηνώμασιν, Αἰμιλιανέ, νῦν κατοικεῖν ἀξιούμενος, τῶν μαρτύρων σὺν θείοις στρατεύμασιν, ὡς θεῖος Ἱεράρχης, Ἱερομάρτυς ὑπερθαύμαστος.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λόγου καὶ σοφίας ἄριστε, κεκοσμημένος καθωράθης τοῖς δόγμασιν, Αἰμιλιανέ· διὸ Χριστὸς ἐστεφάνωσε, τὴν τιμίαν σου κάραν πανόλβιε, καὶ νῦν ἐκδυσωπεῖται, ὑπέρ ἡμῶν σοῦ ἱκετεύοντος.
ὁ α’ χορός
Δόξα Πατρί…
Πύλας οὐρανίους Ὅσιε, ἀναπετάσας ὁ Δεσπότης ἐδέξατο, Αἰμιλιανέ, τὴν σὴν ψυχὴν ἀναψύξεως, καταπαύσας ἐν τόποις ὡς δίκαιος, καὶ νῦν περιπολεύεις, περὶ τόν θρόνον τοῦ Παντάνακτος.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη πάναγνε Δέσποινα, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα πάναγνε τῆς σῆς κυήσεως· διὸ ἀκαταπαύστως, σὲ Θεοτόκε μεγαλύνομεν.
ᾨδὴ θ’
Ἔφριξε πᾶσα ἀκοὴ
Φίλον σε ἔφη ὁ Σωτήρ, τοῖς αὐτοῦ καθυπουργοῦντα προστάγμασι, Μάκαρ Ἀπόστολε, καὶ κληρονόμον τῆς βασιλείας αὐτοῦ, ἐν τῇ μελλούσῃ φοβερᾷ, ἡμέρᾳ συγκάθεδρον, Ματθία πάνσοφε, δωδεκάδος Μαθητῶν τὸ συμπλήρωμα.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱστίῳ Μάκαρ τοῦ Σταυροῦ, διελθὼν τὴν ἀγριαίνουσαν θάλασσαν, τοῦ βίου ἔφθασας, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως, καὶ ἀκροτάτῳ ἐφετῶν, χαίρων νῦν παρίστασαι, σὺν Ἀποστόλων χορῷ, δυσωπῶν ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.
Λυχνία ὄντως χρυσαυγής, θρυαλλίδι τῇ τοῦ Πνεύματος λάμπουσα, ὤφθη ἡ γλῶσσά σου, καταπιμπρῶσα ἔκφυλα δόγματα, κατασβεννύουσα σοφέ, τὸ πῦρ τὸ ἀλλότριον, φῶς ἀπαστράπτουσα, τοῖς ἐν σκότει ἀγνωσίας καθεύδουσιν.
Ἔπαυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμοὺς φύσεως ἀμόλυντε, τὰ διεστῶτα πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.
ᾠδὴ θ’
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.
ᾠδὴ θ’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις …
Ἐξαποστειλάριον
ὁ α’ χορὸς
Τοῖς Μαθηταῖς συνέλθωμεν
Ὅτε ὁ θὴρ ἐφώρμησε, κατὰ τῆς Ἐκκλησίας, Λέων ὁ μιξοβάρβαρος ὁ ἀκόρεστος ᾍδης, μὴ προσκυνεῖσθαι κελεύσας, τὰς πανσέπτους Εἰκόνας, τότε στερρῶς διήλεγξας, μάκαρ Αἰμιλιανέ, τὴν βδελυράν, θεόμαχον αἵρεσιν τοῦ τυράννου, ὑφ’ οὗ πικρὰς ὑπήνεγκας, ἐξορίας καὶ θλίψεις.
Καὶ τῆς Ἑορτῆς
ὁ β’ χορός
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες· μεθ’ ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρί
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ
Τῶν οὐρανίων ταγμάτων
Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, τὴν ἑορτὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν, τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίᾳ καταστράψαντα.
ὁ β’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως………………..
ὁ α’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀνέλθωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τούτῳ πιστῶς, ἐκβοῶντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.
ὁ β’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ πανσεβάσμιος, καθ’ ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία καὶ τῶν αὐτοῦ, Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνὴ δὲ θεία προῆλθεν· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.
ὁ α’ χορὸς
Δόξα Πατρί… Καὶ νῦν…
Ἦχος β’
Ὁ φωτί σου ἅπασαν, τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης, Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ προεστὼς:
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ……
Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὰ Ἀπόστιχα
Ἦχος β’
Οἶκος τοῦ Ἐφραθᾶ
ὁ α’ χορός
Ἐν ὄρει τῷ Θαβώρ, ἡ τῆς Τριάδος δόξα, ἀναφανδὸν ἐγνώσθη, σοῦ μεταμορφουμένου, Σωτήρ μου ὑπεράγαθε.
ὁ β’ χορός
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
Νεφέλη φωτεινή, φαιδρῶς ἐφαπλωθεῖσα, ἐν τῇ Μεταμορφώσει, κατέπληττε τοὺς θείους, τῶν Μαθητῶν ἀκραίμονας.
ὁ α’ χορός
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Ἠλίας σὺν Μωσεῖ, παρέστησάν σοι Λόγε, ἐν τῇ Μεταμορφώσει, Πατὴρ δὲ ἐμαρτύρει, ἐξ οὐρανοῦ φθεγγόμενος.
ὁ β’ χορός
Δόξα… Καὶ νῦν… Ὅμοιον
Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.
ὁ ἱερεὺς λέγει
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
ὁ α’ χορός
τὸ ἀπολυτίκιον
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ΤΗΣ ΕΟΡΤΗΣ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Στίχ. α’. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ. γ’. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
ὁ β’ χορός
Στίχ. α’. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α’ χορός
Στίχ. β’. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…
ὁ β’ χορός
Στίχ. γ’. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…
ὁ α’ χορός
Στίχ. δ’. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…
ὁ β’ χορός
Δόξα Πατρὶ…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Στίχ. α’. Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ἄσομαι.
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο, Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
ὁ β’ χορός
Στίχ. β’. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός…
ὁ α’ χορός
Στίχ. γ’. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός…
ὁ β’ χορός
Στίχ. δ’. Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός…
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ……
ὁ β’ χορός
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
ὁ β’ χορός
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς τοῦ Λόγου εἰκόνος διαγράψας τὴν ἔλλαμψιν, Αἰμιλιανὲ Ἱεράρχα διὰ βίου ὀρθότητας, τὴν ἔνσωμον Εἰκόνα τοῦ Χριστοῦ, ἐδίδαξας τιμάσθαι εὐσεβῶς, διὰ τοῦτο ὡς ποιμένα καὶ ἀθλητήν, τιμῶμεν σε κραυγάζοντες, δόξα τῷ παρασχόντι σοι Ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πάσι τὴν ἄφεσιν.
ὁ α’ χορός
Τοῦ Ναοῦ
ὁ β’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον
Αὐτόμελον Ἦχος βαρὺς
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Τρισάγιον.
Ἀπόστολος
Προκείμενον. Ἦχος πλ. β΄
Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.
Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα ( 15:30-33)
Ἀδελφοί, παρακαλῶ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ γένηται εὐπρόσδεκτος τοῖς ἁγίοις , ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.
Ἀλληλούϊα. (γ΄)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(ιζ΄ 24 – 27, ιη΄ 1 – 4)
Τῷ καιρῷ ἐκείνῳ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; λέγει, Ναί. καὶ ὅτε εἰσῆλθον εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; λέγει αὐτῷ ὁ Πέτρος· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Κοινωνικὸν
Ἀγαλλιᾶσθε , δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις
«…῾Ο ἐν τῷ ὄρει τῷ Θαβώρ μεταμορφωθείς ἐν δόξῃ ἐνώπιον τῶν ῾Αγίων αὐτοῦ Μαθητῶν καί ᾽Αποστόλων, Χριστός ὁ ἀληθινός…».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.