ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΑΜΑΤΙΚΟΥ (2015)

27 ΙΟΥΛΙΟΥ 2015

+Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος γ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος γ’

Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἀθλοφόρε ἅγιε,…

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…  

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Ἦχος α’ – Τὸν τάφον σου Σωτὴρ

Μητρὸς τὸ εὐσεβές, ἀγαπήσας παμμάκαρ, πατρὸς τὸ ἀσεβές, εὐσεβῶς διωρθώσω, ὅθεν καὶ χάριν εἴληφας, ἐκ Θεοῦ παντοκράτορος, τὰ νοσήματα, τῶν ἀσθενῶν θεραπεύειν, Μάρτυς ἔνδοξε, Παντελεῆμον τῶν πίστει, θερμῇ προστρεχόντων σοι.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Ἐλπὶς Χριστιανῶν, Παναγία Παθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί σε δοξάζουσι.

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα  Ἦχος δ’ – Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ὡς στρατιώτην τοῦ Χριστοῦ ἀκαθαίρετον, καὶ ἀθλοφόρον οἱ πιστοὶ γενναιότατον, σὲ εὐφημοῦμεν ἅπαντες, Μαρτύρων καλλονή, πίστει ἑορτάζοντες, τὴν ἁγίαν σου μνήμην, Μάρτυς παναοίδιμε, τοὺς σεπτοὺς τε ἀγῶνας, μελῳδικῶς δοξάζομεν σοφέ, καὶ τὸν Σωτῆρα Χριστὸν μεγαλύνομεν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν, Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα  Ἦχος ὁ αὐτὸς – Ἐπεφάνης σήμερον

Ἑορτάζει σήμερον ἡ οἰκουμένη, τοὺς σεπτοὺς ἀγῶνάς σου Παντελεῆμον ἀθλητά, τὸν ζωοδότην δοξάζουσα, τὸν σὲ προστάτην θερμὸν ἀναδείξαντα.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Τὰς ἀχράντους χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σέ, καὶ τῷ Υἱῷ σου κραυγάζοντας, Πᾶσι παράσχου Χριστὲ τὰ ἐλέη σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ’

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

ὁ β’ χορός

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

ὁ α’ χορός

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: Ἐκ τοῦ  Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἱερεὺς: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·  Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·  καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.  ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.  παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ὁ Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος β’ 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐλεήμονα Χριστόν, Παντελεῆμον νῦν ἐκδυσώπει, θεῖε Ἰατρέ, ἀπαλλάξαι με παθῶν καὶ ἐλεῆσαί με.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου
κατά Ἀλφάβητον ἀντίστροφον. – Ποίημα Θεοφάνους.

ᾠδὴ α’  Ἦχος β’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται. 

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ὡραίαν ὡς περικαλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξὶ Θεὸς σε ἐκλεξάμενος, σοῦ τὴν μήτραν ᾤκησε, τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε. 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἷά περ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, Βασιλέως ἕστηκας, ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρᾳ, τῆς ἀνταποδόσεως Θεόνυμφε. 

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χερσωθεῖσαν φύσιν τῶν βροτῶν, πᾶσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας, Ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε. 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

 Παντελεήμονα τὸν πανάριστον Μάρτυρα μέλπω.

Θεοφάνους. 

ᾠδὴ α’

ὁ α’ χορὸς

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Προσελθὼν προθύμως τῷ Χριστῷ, πρὸ τῆς τελειώσεως, τῆς ἐν Χριστῷ, τὸν νεκρὸν πρῴην ἢγειρας, νῦν δέ με πανόλβιε, νεκρωθέντα τῆς ἁμαρτίας τῷ δήγματι, ταῖς σαῖς ἱκεσίαις, ὢ Παντελεῆμον ζωοποίησον. 

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνατείλας οἷά περ ἀστήρ, φέρων ἐν νεότητι, πρεσβυτικὴν καὶ θεόφρονα σύνεσιν, καλλονῇ τε σώματος, τὴν εὐπρέπειαν τῆς ψυχῆς ἐπικτώμενος, τῷ δεδοξασμένῳ, Λόγῳ καθωράθης ὡραιότατος. 

ὁ α’ χορὸς

Δόξα Πατρί…

Νεκρωθεὶς τῷ κόσμω καὶ Χριστόν, Μάκαρ ἐνδυσάμενος, διὰ λουτροῦ τοῦ Βαπτίσματος γέγονας, θεοφόρον ὄργανον, καὶ δοχεῖον τῆς ἐνεργείας τοῦ Πνεύματος, πάντας θεραπεύων, πάντων ἰατρεύων τὰ νοσήματα. 

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Εὐλογίαις Πάναγνε σεμνή, φύσιν τὴν ἐπάρατον, παρακοὴ γενομένην τοῦ Κτίσαντος, τὸν Χριστὸν γεννήσασα, ἐστεφάνωσας, καὶ φθορᾶς ἠλευθέρωσας, ὅθεν γεγηθότες, πάντες οἱ πιστοί σε μακαρίζομεν.

Ὁ Κανὼν τῆς Θεοτόκου
ὁ α’ χορὸς

ᾠδὴ γ’  Ὁ Εἱρμὸς

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσία σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.  

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φορέσας με τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ Ποιητὴς Πανάμωμε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσαν ἀτοπήμασιν.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπέρτιμον ἐκύησας, Θεὸν Λόγον Δέσποινα, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμίαις σκυθρωπάζουσαν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου, Ἄχραντε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰῷ τοῦ ὄφεως, δραστικῷ σου φαρμάκῳ περιποίησαι.

Ὁ Κανὼν τοῦ Ἁγίου
ὁ α’ χορὸς

 Ὁ αὐτὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λογίων τῶν τοῦ Πνεύματος, ἐπακούσας γέγονας, ὡς γῆ καλὴ καὶ εὔκαρπος, δεξαμένη σπόρον πολύτιμον, καὶ τεκοῦσα τρισμάκαρ σωτηρίαν ψυχῶν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐνέκρωσας τὸ φρόνημα, δρακοντείου δήγματος, καὶ τὴν ψυχὴν ἐζώωσας, θεοπνεύστως ἀναγεννώμενος, καὶ Βασιλεῖ τῶν ὅλων παριστάμενος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ἠλλοίωσας τὸ ἄθεον, τῶν τυράννων πρόσταγμα, καὶ τῷ Χριστῷ προσέδραμες, ἀντὶ πάντων τοῦτον κτησάμενος, καὶ γέγονας θεόφρον μεγαλέμπορος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὁ φέρων θείῳ νεύματι, πᾶσαν κτίσιν Κύριος, ἐν ταῖς χερσὶ βαστάζεται, σοῦ Παρθένε, ὃν νῦν δυσώπησον, ῥυσθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…      

Κάθισμα  Ἦχος πλ. δ’

ὁ β’ χορὸς

Τὴν Σοφίαν καὶ Λόγον

Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, καὶ τὴν πίστιν κηρύξας τῷ σῷ πατρί, ἀνείλκυσας πανεύφημε, τοῦ βυθοῦ τῆς ἀγνοίας, καὶ τυράννων μὴ πτήξας, τὸ ἄθεον φρόνημα, τῶν δαιμόνων κατῄσχυνας, τὸ ἀνίσχυρον θράσος, ὅθεν καὶ τὴν χάριν, ἐκ Θεοῦ ἐκομίσω, ἰᾶσθαι νοσήματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, Παντελεῆμον πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα, ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Ὁ Κανὼν τῆς Θεοτόκου

ὁ β’ χορὸς

ᾠδὴ δ’  Ὁ Εἱρμὸς

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ, Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον, διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σταγόνα μοι, κατανύξεως ὄμβρισον Δέσποινα, ἐξαίρουσαν ἅπαντα, τὸν τῆς καρδίας μου καύσωνα, καὶ τῆς ἀθυμίας μου, τὰς βλαβερὰς ἐπικλύσεις ἀναστέλλουσαν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥομφαία με, ἡδονῆς πληγωθέντα καὶ κείμενον, τραυματίαν, Ἄχραντε, μὴ ὑπερίδῃς, ἀλλ’ ἴασαι, λόγχῃ καὶ τῷ αἵματι, τοῦ σταυρωθέντος Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πλουτήσασα, δεσποτείαν ἁπάσης τῆς κτίσεως, δεινῶς με πτωχεύσαντα, χάριτος θείας ἀξίωσον, ὅπως μεγαλύνω σε, ὡς ἀγαθήν μου προστάτιν Παναμώμητε.

Ὁ Κανὼν τοῦ Ἁγίου 

ὁ β’ χορὸς

Ὁ αὐτὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νυττόμενος, τοῦ Δεσπότου τῷ πόθῳ διέσπειρας, τὸν πλοῦτον τοῖς πένησι, σαυτὸν γυμνάζων πρὸς ἄθλησιν, ἣν περ καὶ διήνυσας, τὰς δι’ αἰῶνος ἐλπίδας προορώμενος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αἰνέσεως, τῷ Θεῷ τὴν θυσίαν προσήνεγκας, σαφῶς βδελυξάμενος, τὰ τῶν εἰδώλων σεβάσματα, ὅλον δὲ τὸ φρύαγμα, τῶν ἀσεβῶν Ἀθλοφόρε κατεπάτησας.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τετρωμένοις, βασκανίᾳ καὶ φθόνῳ μαχόμενος, τὴν ἀκαταμάχητον, τούτοις ἀντέστησας δύναμιν, Μάρτυς καὶ νενίκηκας, τὴν δυσσεβῆ τυραννίδα τροπωσάμενος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νεάνιδες, καὶ παρθένοι ὀπίσω σου ἔδραμον, Παρθένον νεάνιδα, σὲ καὶ Μητέρα θεώμεναι, μόνη γὰρ ἀμφότερα,…

ὁ β’ χορὸς

… εἰς ἓν συνῆψας ἀφράστως Θεονύμφευτε.

Ὁ Κανὼν τῆς Θεοτόκου
ὁ α’ χορὸς

ᾠδὴ ε’  Ὁ Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός · διά σου γὰρ Δέσποτα τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁδὸν τῆς ζωῆς, ἡ τεκοῦσα Ἄχραντε ὁδήγησον, ὁδὸν εἰς εὐθεῖάν με, νῦν εἰς ἀνοδίας τε καὶ βάραθρα, χαλεπῶν συμπτωμάτων, ἀλόγως κρημνιζόμενον.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ξενώσας φρενί, ἐμαυτὸν ἀγνώμονι Παρθένε Θεοῦ, ἀσώτως ἐβίωσα, χώραν εἰς μακρὰν παθῶν πλανώμενος, ἀλλ’ ἐπίστρεψον σῶσον, ταῖς σαῖς με παρακλήσεσιν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναμάτων τῶν σῶν, ζωηρύτων πότισον τὸν δοῦλόν σου, φλογμῷ συγκαιόμενον, τῶν ἁμαρτιῶν καὶ φλογιζόμενον, προσβολαῖς τῶν δαιμόνων, Παρθενομῆτορ ἄχραντε.

Ὁ Κανὼν τοῦ Ἁγίου 

ὁ α’ χορὸς

Ὁ φωτισμὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Περιχαρῶς, τοὺς ἀγῶνας ὑπέδυς τοῦ μαρτυρίου, περιπεφραγμένος δυνάμει θείᾳ, καὶ καρτερίᾳ σταθερᾷ τὰς βασάνους, ὑπομένων, χαίρων ἐκραύγαζες, Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι. 

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀθλητικῶν, προϊστάμενος Μάκαρ ἀγωνισμάτων, θείᾳ δυναστείᾳ περιεγένου, τῆς τῶν ἀθέων δυσσεβοῦς τυραννίδος, καὶ μανίας τῆς δεισιδαίμονος, τὸν ἀγωνοθέτην, Χριστὸν ἐνδυσάμενος. 

ὁ α’ χορὸς

Δόξα Πατρί…

Νεανικήν, σὺ τὴν ἔνστασιν ἔχων καὶ ῥωμαλέον, ψυχῆς τὸ ἀνάστημα κεκτημένος, πᾶσαν αἰκίαν ῥωμαλέως ὑπέστης, καὶ ἀνδρείῳ μάκαρ φρονήματι, χάριτι τοῦ θείου, Σταυροῦ κρατυνόμενος. 

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ῥήσεις σοφῶν, καὶ αἰνίγματα πάντων δεδοξασμένη, καὶ τῶν Προφητῶν αἱ προαγορεύσεις, σὲ προετύπουν, προφανῶς ἐπ’ ἐσχάτων, ἐσομένην Θεοῦ γεννήτριαν, ἄλλην γὰρ ἐκτός σου,…

ὁ α’ χορὸς

… ἁγνὴν οὐ γινώσκομεν.

Ὁ Κανὼν τῆς Θεοτόκου

ὁ β’ χορὸς

ᾠδὴ ς’  Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μὴ με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέσποινα, ἀλλ’ εὐμενῶς προσβλέψαι μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου, Οἴκτειρον σῷσόν με.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κατακρίσεως ῥῦσαί με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων καὶ Κύριον.

Ὁ Κανὼν τοῦ Ἁγίου 

Ὁ αὐτὸς

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰνδαλμάτων τῆς πλάνης κατέπτυσας, καὶ κορυφουμένην ἀπάτην κατήργησας, θαυματουργῶν ἐξαίσια, καὶ τελῶν τὰς ἰάσεις θεόσοφε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στεφανίτης ἐδείχθης πανάριστος, σὺ διὰ πυρὸς γὰρ διῆλθες καὶ ὕδατος, καὶ ἐν τροχῷ τεινόμενος, παραδόξως ἀνεῖλες τοὺς ἄφρονας.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τῶν τυράννων τὸ θράσος κατέβαλες, τὰς δυσφορωτάτας αἰκίας τοῦ σώματος, τῇ τῆς ψυχῆς στεῤῥότητι, διαθλήσας θεόφρον ἐν χάριτι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὁ κατέχων τὸν γῦρον τῆς γῆς ὡς Θεός, ἐν ταῖς σαῖς ἀγκάλαις Ἁγνὴ περιέχεται, περιγραφῇ τοῦ σώματος, ὁ τῇ θείᾳ μορφῇ ἀπερίγραπτος.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς…    

Κοντάκιον – Ἦχος πλ. α’

Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ’ αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου, τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως, Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος

Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς Ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς, ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν παρέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως, Σῶσον ἡμᾶς Κύριε.

Συναξάριον

Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

Στίχοι

  • Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας,

  • Δι’ ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει.

  • Φάσγανον ἑβδομάτη λάχεν εἰκάδι Παντελεήμων.

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ ἁγιωτάτῃ Μονῇ τοῦ Μαντινέου.

Οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς Θρᾴκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται.

Ὁ ὅσιος Μανουὴλ ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται.

Στίχοι

  • Αὐγὴν ἐφευρῶν σαρκικῶν τυφλὸς λύχνων,

  • Καὶ ψυχικὴν ἤθροισεν αὐγὴν ἐκ ξίφους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 

Καταβασίαι

ἦχος δ’

ὁ α’ χορὸς

ᾠδὴ α’

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον. ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

ᾠδὴ γ’

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη,…

ὁ α’ χορὸς

…ἐν Κυρίῳ ἡ καρδία μου.   

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

ᾠδὴ ε’

 Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

ὁ β’ χορὸς

 ᾠδὴ ς’

Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρός Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

ᾠδὴ ζ’

Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν… 

Καταβασία

ὁ α’ χορός

 ᾠδὴ θ’.

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν. 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Τοῖς Μαθηταῖς συνέλθωμεν

Παντελεῆμον πάνσοφε, τῶν σεπτῶν Ἀναργύρων, τὸ ἱερὸν ἀγλάϊσμα, καὶ τῶν θείων Μαρτύρων, καὶ χριστωνύμων τὸ κλέος, οὐρανόθεν τὰς νίκας, τῷ Βασιλεῖ πρυτάνευσον, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ τοῖς πιστῶς, σὲ ὑμνοῦσιν, Ἅγιε, σωτηρίαν, μετὰ τῆς Θεομήτορος,…

ὁ β’ χορὸς

…ὑπὲρ πάντων πρεσβεύων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος

Ἔλεος Θεοῦ μιμούμενος, Παντελεήμων σαφῶς, ὠνομάσθης κατάλληλον, προσλαβὼν τὸ ὄνομα, καὶ συμβαῖνον τῷ πράγματι, ὡς συμπαθὴς γάρ, ἐλεεῖς ἅπαντας, διπλῆν παρέχων τούτοις τὴν ἴασιν, τρέφων ἰώμενος, καὶ πρὸς γνῶσιν, Ἔνδοξε, καθοδηγῶν, θείαν καὶ ὑπέρλαμπρον, Χριστοῦ πανόλβιε.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἔλεος Θεοῦ μιμούμενος,…

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.      

Ἔργον προνοίας τῆς ἄνωθεν, τὸ ἐπὶ σοὶ γεγονός, τηλαυγῶς ἀναδέδεικται, τῶν σωμάτων πάθη γάρ, θεραπεύειν σαφέστατα, Παντελεῆμον ἐκδιδασκόμενος, ψυχῶν ἐδείχθης ἰατρὸς ἕτοιμος, λόγῳ τῆς χάριτος, ἰατρεύων ἅπαντας, καὶ ζοφερᾶς, πλάνης ἐκλυτρούμενος, τοὺς σοὶ προστρέχοντας. 

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κάλλει θεόφρον τοῦ σώματος, τὴν ψυχικὴν καλλονήν, εὐθυβόλως ἀντέθηκας, καὶ φρενῶν εὐπρέπειαν, τῆς σαρκὸς ὡραιότητι, καὶ τοὺς ὁρῶντας Μάρτυς κατέπληξας, τερατουργίαις λάμπων καὶ θαύμασιν, ἄνθει νεότητος, πρεσβυτέρων σύνεσιν, προσειληφώς, πίστει τε καὶ χάριτι, καταλαμπόμενος.

ὁ α’ χορὸς 

Δόξα Πατρὶ… Ἦχος δ’ – Βυζαντίου

Σήμερον ἐξέλαμψε, τοῦ Ἀθλοφόρου ἡ μνήμη, δεῦτε πιστοὶ πνευματικῶς εὐφρανθῶμεν, καὶ τοῖς ᾄσμασι τοῦτον καταστέψωμεν, τὸν γὰρ ἀόρατον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ ἀνδρικῶς ἐτροπώσατο, καὶ τῶν τυράννων τὰς ἀπείρους βασάνους μὴ δειλιάσας, νομίμως τὸ βραβεῖον ἐδέξατο τῆς ἄνω κλήσεως, καὶ νῦν μετ’ Ἀγγέλων εἰς αἰῶνας συναγάλλεται, Ἀλλ’ ὦ Μάρτυς τοῦ Χριστοῦ Παντελεῆμον, Ἰατρὲ τῶν νοσούντων, καὶ λιμὴν τῶν χειμαζομένων, μὴ διαλίπῃς πρεσβεύων τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Καὶ νῦν… ἦχος ὁ αὐτός.  Θεοτοκίον

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος γ’

Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.  

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. α´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 

 Ἀπολυτίκιον  Ἦχος γ’

Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Στίχ. β´. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.  

Ἀθλοφόρε ἅγιε,…

Εἰσοδικὸν

ὁ α’ χορός 

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος γ’

Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον

Αὐτόμελον  Ἦχος βαρὺς

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σὲ ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Τρισάγιον.

Ἀπόστολος (Β´ Τιμ. β´ 1-10),

Τοῦ ῾Αγίου·

Προκείμενον ἦχος βαρύς.

Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.

                                          Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου.

Ἀλληλούϊα ( γ’)

Εὐαγγέλιον

(᾽Ιω. ιε´ 17 – ις´ 2).
Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

 27 ΙΟΥΛ15 ΕΟΡΤΗ ΑΓΙΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s