ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ Η΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ (2015)

26 ΙΟΥΛΙΟΥ 2015

† ΚΥΡΙΑΚΗ Η΄ ΜΑΤΘΑΙΟΥ.

† Παρασκευῆς ὁσιομάρτυρος (β΄ αἰ.),

 ῾Ερ­μο­λάου ἱερομάρτυρος (†305).

῏Ηχος βαρύς· ἑωθινὸν η΄.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (25/7/15)

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ Ἀναγνώστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρί… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος βαρύς.  Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες, Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι’ ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας, διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθῶν δι’ ἡμᾶς, Κύριε δόξα σοι.

ὁ β’ χορός

Στίχ.  Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Κἄν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω, εἰς τὴν Ἔγερσίν σου καυχῶμαι, ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Δαυϊτικὴν προφητείαν ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιών, τὴν οἰκείαν Μαθηταῖς ἐξεκάλυψεν, αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρὶ τε καὶ Πνεύματι ἁγίῳ, πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ δι’ ἡμᾶς, σεσαρκωμένον, καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατ’ ἐξουσίαν ὡς φιλάνθρωπον.

 ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κατῆλθες ἐν τῷ ᾍδῃ Χριστὲ ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, καὶ ἀνέστης τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ ᾍδου δεσμῶν καὶ τῆς φθορᾶς, κραυγάζοντα καὶ λέγοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

ΠΡΟΣΟΜΟΙΑ ΤΗΣ ΑΓΙΑΣ

 ὁ α’ χορός 

Ἦχος πλ.δ’

Στίχ.  Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὢ τοῦ παραδόξου θαύματος

Ὤ τοῦ παραδόξου θαύματος, Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὤ τοῦ παραδόξου θαύματος………….

ὁ α’ χορός

Στίχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ’ αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε.

     ὁ β’ χορός

Στίχ. ς’. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. 

Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει εἰπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.β’

Παρθενομάρτυς Ἀθληφόρε, Παρασκευὴ παναοίδιμε ὡς παρθένος καί Μάρτυς, ἐκ δεξιῶν τοῦ σοῦ Νυμφίου Χριστοῦ παρίστασαι, περιβεβλημένη ταῖς ἀρεταῖς τό ἀήττητον, καί πεποικιλμένη ἐλαίῳ τῇς ἁγνείας, καί τῷ αἵματι τῆς ἀθλήσεως, τήν λαμπάδα κατέχουσα, καί βοῶσα πρός αὐτόν ἐν ἀγαλλιάσει. Εἰς ὀσμήν μύρου σου ἔδραμον, Χριστέ ὁ Θεός, ὅτι τέτρωμαι τῆς ἀγάπης ἐγώ, μή οὖν χωρίσῃς με Νυμφίε ἐπουράνιε. Αὐτῆς, Κύριε, ταῖς ἱκεσίαις, τήν ζωήν ἡμῶν ρῦσαι πειρασμών τε καί θλίψεων, καί πάσης περιστάσεως καί κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τά ἐλέη σου.

 

 

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον ἦχος βαρύς

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος.

Σοφία Ὀρθοί !

 

Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

 ὁ α’ χορός

Ἦχος β’

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ α’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ἐξ ὅλης …… Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπόστιχα

Στιχηρὰ Ἀναστάσιμα

 Ἦχος βαρύς

Ἀμήν. Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.

        ὁ α’ χορός

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν, ἐκ τῆς τοῦ ᾅδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

        ὁ β’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ὑπὸ τὸν ᾅδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

       ὁ α’ χορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα. Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

 ὁ β’ χορός

Δόξα… Ἦχος πλ. β’

Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ Παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες, Χαίροις, Παρασκευὴ Ὁσία Καὶ θεοτίμητε, Χαίροις, ἡ τὸ μαρτύριΟν καλῶς ὑποδεξαμένη, Χαίροις τῶν μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ’ ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ᾑμων.

 ὁ α’ χορός

Καὶ νύν… Θεοτοκίον

 Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δόξα Πατρὶ… Καὶ νῦν…

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

  • Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

  • Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

  • ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος βαρύς

Ἀμήν. Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Τῆς Ἁγίας

ὁ β’ χορός

Δόξα Πατρί…    Ἦχος α’

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις  

«…Ὁ ἀναστάς ἐκ νεκρῶν Χριστός ὁ ἀληθινός…».

25 ΙΟΥΛ15 ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ Η΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s