ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Ε΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΑΘΩΝΙΤΟΥ (2015)

5 ΙΟΥΛΙΟΥ 2015

† ΚΥΡΙΑΚΗ Ε΄ ΜΑΤΘΑΙΟΥ.

Μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ τοῦ θαυματουργοῦ.

῏Ηχος δ΄· ἑωθινὸν ε΄.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ΑΠΟΛΥΤΙΚΙΑ  

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος δ’

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.  

ὁ β’ χορός

Ἀπολυτίκιον   Δόξα Πατρί…

Ἦχος γ’

Τὴν ὡραιότητα

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν… ἦχος ὁ αὐτός Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος..

[Τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος.] 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος δ’

Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῷ Ληστῇ ἀνοίξας Παράδεισον, ἄρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

ὁ β’ χορός

Δόξα Πατρί… Κατεπλάγη Ἰωσήφ.

Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. 

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα. Ταχὺ προκατάλαβε

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι, διὸ σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

ὁ α’ χορός

Δόξα Πατρί… Κατεπλάγη Ἰωσὴφ

Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις΄ Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον, ὅμοιον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α’

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρὶ… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. 

Ἡ Ὑπακοὴ -Ἦχος δ’

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

ὁ α’ χορός

Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

ὁ β’ χορός

Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα,…

ὁ β’ χορός

…ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον

ὁ α’ χορός

Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

ὁ β’ χορός

Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

ὁ α’ χορός

Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς,…

ὁ β’ χορός

… ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

ἦχος β’

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ Ε’ (Λουκ. 24,12-35 )

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς΄ οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς΄ Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποὶ; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν ΄ Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ΄ ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν΄ ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον΄ αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν , λέγοντες΄ Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν΄ καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους΄ Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ 

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α’. Ἦχος δ’. Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Ὁ Κανὼν τοῦ ἁγίου Ἀθανασίου, οὗ ἡ ἀκροστιχίς. 

Ἀθανάσιον ὑμνῶν, ἀρετὴν ἐπαινέσω. Ἀμήν. 

ᾨδὴ α’

Ἦχος πλ. δ’

Ἁρματηλάτην Φαραὼ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀθανασίας γεγονὼς ἐπώνυμος, ἔτι ἐν βίῳ τελῶν, τῆς ἀληθοῦς ὤφθης Πάτερ, Ἀθανάσιε, ἀθανασίας μέτοχος, μεταστὰς τῶν προσκαίρων· Ἀλλὰ Χριστῷ παριστάμενος, μέμνησο ἡμῶν μεμνημένων σου.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεοσεβῆ ἐξ ἁπαλῶν γενόμενον, ὀνύχων Ὅσιε, πρὸς ἀρετῆς κτῆσιν, γεννητόρων στέρησις, σὲ οὐδαμῶς ἑκώλυσεν, ἀλλὰ πάντα τὸν πόθον, ὁλοσχερῶς καὶ τὴν ἔφεσιν, ἔτρεψας πρὸς μόνον τὸν Κτίσαντα.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Ἀπὸ χειλέων ῥυπαρῶν τὴν αἴνεσιν, τολμήσας ᾄδω σοι, τῷ περὶ σὲ πόθῳ, κάτοχος γενόμενος, καὶ τῇ ἀγάπῃ δέσμιος. Ἀλλὰ Πάτερ συγγνώμων, γενοῦ καὶ δὸς κατ’ ἀξίαν σοι, τοῦτον προσκομίσαι τὸν ἔπαινον.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νέον παιδίον ὑπὲρ λόγον τέτοκας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐν γῇ τρίβους, ἀρετῆς δεικνύμενον, οὗ ὁ κλεινὸς θεράπων σου, Ἀθανάσιος Κόρη, τῷ ἔρωτι τιτρωσκόμενος, τοῦτόν σοι τὸν οἶκον ἐδείματο.

ὁ α’ χορός

ᾠδὴ γ’. Ἦχος δ’.Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

 

Ὁ Κανὼν τοῦ Ἁγίου

ᾨδὴ γ’

Ὁ στερεώσας κατ’ ἀρχὰς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀπὸ παιδὸς τῇ πρὸς Θεόν, ἀγάπῃ συνειλημμένος, τοὺς ὁμήλικας τῶν παίδων ἀθροίζων, καὶ χορείαν συνιστῶν, πνευματικῶς ἐρρύθμιζες, τῶν παιδικῶν πανσόφως, τούτους ἐθῶν ἐξαιρούμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Σοφίας ἔρωτι βληθείς, πρὸς τὴν εὐδαίμονα πόλιν, Κωνσταντίνου παραγίνῃ Θεόφρον· καὶ ὡς μέλιττα σοφή, καὶ μελουργὸς τὰ καίρια τῶν λόγων συναθροίσας, τὰ περιττὰ καταλέλοιπας.

ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ἱστίῳ Πάτερ τοῦ Σταυροῦ, τὴν ψυχικήν σου ὁλκάδα, κυβερνήσας εὐσταλῶς τε καὶ κούφως, τὴν τοῦ βίου χαλεπὴν ποντοπορίαν ἤνυσας, καὶ πρὸς γαλήνης θείους, ἤχθης λιμένας μακάριε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὁ πρὸ αἰώνων γεννηθείς, ἐκ τοῦ Πατρὸς ἀπορρήτως, ἐπ’ ἐσχάτων ἐκ γαστρός σου προῆλθε, καὶ ἐθέωσεν ἡμῶν, τὴν φύσιν Μητροπάρθενε, τοὺς τῶν Ὁσίων δήμους, περιφανῶς ἐπαγόμενος.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…

Κοντάκιον Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ

Ὡς τῶν ἀΰλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν· Μὴ ἐλλίπῃς ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ, Ἀθανάσιε.

Κάθισμα  Ἦχος πλ. δ’

ὁ β’ χορὸς

Τὴν Σοφίαν καὶ Λόγον

Κάθισμα Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Ἐκ νεότητος πάντα καταλιπών, τὰ τοῦ βίου ἐπίκηρα καὶ τερπνά, προθύμως ἠκολούθησας, τῷ καλοῦντί σε Ὅσιε, καὶ ἐπ’ ὤμων ἄρας, Σταυρὸν ὡς ἀκήκοας, ἐν νηστείαις Πάτερ, τὸ σῶμα κατέτηξας· ὅθεν καὶ Ποιμένα, τῶν οἰκείων προβάτων, καλῶς προχειρίζεται, ὁ πανάγαθος Κύριος, Ἀθανάσιε Ὅσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

 

ὁ β’ χορός

ᾠδὴ δ’ . Ἦχος δ’.Ὁ Εἱρμὸς

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας, διὸ σοι κραυγάζομεν. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀπειρογάμως ἐκύησας ὢ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

 

Ὁ Κανὼν τοῦ Ἁγίου 

ᾨδὴ δ’

Σύ μου ἰσχὺς Κύριε

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοῦν τῶν παθῶν, καθηγεμόνα ποιούμενος, καὶ ἐνθέοις, ἔργοις ποδηγούμενος, σὺ τὴν καλήν, ἤνυσας ὁδόν, καὶ τὰς τῶν δαιμόνων, ἐνέδρας καὶ πανουργεύματα, καὶ τὰς ῥαδιουργίας εὐσεβῶς ἀπεκρούσω, ὡς ἐχέφρων τὸ κρεῖττον ἑλόμενος.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπεισελθών, τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν, καὶ τῷ θείω, φόβῳ στοιχειούμενος, καὶ καθαρθείς, σῶμα καὶ ψυχήν, γέγονας ἁγνείας, καὶ σωφροσύνης ὑπόθεσις, καὶ ὄρος ἐγκρατείας, καὶ σφραγὶς ἀπαθείας, καὶ ἀγάπης εἰκὼν Ἀθανάσιε.

ὁ β’ χορὸς

Δόξα Πατρί…  

Μετεσχηκώς, τῆς καθ’ ἡμᾶς καὶ τῆς θύραθεν, σὺ παιδείας, ἐμφιλοσοφώτατα, τὸ προσφυὲς καὶ λυσιτελοῦν, ἑκάστης διεῖλες, δικαιοσύνῃ φραττόμενος, φρονήσει, ταπεινώσει, συνέσει καὶ ἀνδρείᾳ, καὶ τοῖς ἄλλοις ἐμπρέπων χαρίσμασι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νώτοις φρικτῶς, χερουβικοῖς ἐποχούμενος, ὁ Δεσπότης, θρόνον ὥσπερ πύρινον, τὴν σὴν Ἁγνή, ᾤκησε νηδύν, καὶ σαρκὸς προσλήψει, τὴν ἀνθρωπίνην ἐθέωσεν, οὐσίαν ὡς διδάσκει, ὁ κλεινὸς ἐν Ὁσίοις, …….

ὁ β’ χορὸς

…Ἀθανάσιος μόνη πανύμνητε.

 

ᾠδὴ ε’. Ἦχος δ’.

 ὁ α’ χορός

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντας σε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

Ὁ Κανὼν τοῦ Ἁγίου 

ᾨδὴ ε’

Ἴνα τὶ με ἀπώσω

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὤφθης ὥσπερ μαγνήτης, ἕλκων τῇ γλυκύτητι Πάτερ τῶν λόγων σου, πρὸς διδασκαλίαν, καὶ ἀκρόασιν τῶν παραινέσεων, τοὺς ἐφιεμένους, διηνεκῶς ὁρᾶν καὶ βλέπειν, τὸ σεπτὸν καὶ χαρίεν σου πρόσωπον.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νόμοις θείοις ὑπείκων, καὶ ταῖς προσταγαῖς πειθαρχῶν τοῦ ποιήσαντος, νομοθέτης ὤφθης, μοναστῶν καὶ κανὼν ἀκριβέστατος, παιδευτὴς ἀφρόνων, καὶ ὁδηγὸς πεπλανημένων, καὶ φωστὴρ τῶν ἐν σκότει Ἀοίδιμε.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Ἀρετῶν ἐκμαγεῖον, καὶ τῶν χαρισμάτων δοχεῖον τοῦ Πνεύματος, τοῦ Ἁγίου πέλων, ἱερὸν καὶ τερπνὸν φροντιστήριον, ἐδομήσω πᾶσαν, διαγωγὴν καὶ πολιτείαν, προσφυῆ μονασταῖς ἐκτιθέμενος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ῥητορεῦον οὐ σθένει, στόμα κατ’ ἀξίαν σὲ μέλπειν Πανύμνητε, ἀνωτέραν οὖσαν, Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως· διὸ σὺν τῷ θείῳ, Ἀθανασίῳ τὸν Δεσπότην, ….

ὁ α’ χορὸς

…ὑπέρ πάντων ἡμῶν καθικέτευε.

 

ᾠδὴ ς’. Ἦχος δ’

ὁ β’ χορός

ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέῤῥαξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

 

Ὁ Κανὼν τοῦ Ἁγίου 

ᾨδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐνέκρωσας σαρκικάς, ἐπιθυμίας τοῖς πόνοις σου, ἐσταύρωσας σεαυτόν, κόσμῳ καὶ τοῖς πάθεσι, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ ὕμνοις, ἀνενδότοις προσεδρεύων Θεῷ.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῶν μοναστῶν ἀρχηγὸς τῶν ἐν τῷ ὄρει τοῦ, Ἄθωνος, καὶ τύπος καὶ χαρακτήρ, ἐναρέτων πράξεων, ὑπάρχων ἐκόσμησας, τὰ ἐκεῖσε πάντα, τῶν ἀζύγων καταγώγια.

 ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἡδύς, εὐθὺς καὶ χρηστός, ἐπιεικής τε καὶ μέτριος, εὐπρόσιτος προσηνής, ἐλεήμων πέφυκας, συμπαθὴς καὶ εὔσπλαγχνος, ἱλαρὸς τοῖς τρόποις, χριστομίμητος τοῖς ἤθεσι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νέος καθάπερ Μωσῆς, ἀναφανεὶς κατεσκεύασας, οἷὰ περ ἄλλην σκηνήν, μάνδραν Πανσεβάσμιε, ἣν καὶ ὑπερηύξησας, πόνοις καὶ ἱδρῶσι, καὶ ἀνέθου τῇ Μητρὶ τοῦ Θεοῦ.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες

Ἀναστάσιμον Κοντάκιον  Ἦχος δ’ . Ἐπεφάνης σήμερον

Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος

Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς΄Αὐτὸς γάρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ε’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ.

Στίχοι

  • Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων.

  • Θεῖος δ’ Ἀθανάσιος ἔνθεον τέλος.

  • Κἂν Ἀθανάσιος ὕστερος χρόνοις,

  • Ἀλλ’ ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις.

  • Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι,

  • Ναοὶ λύονται σωμάτων ναοῦ λύσει.

  • Πέμπτῃ δ’ Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ.

Στίχοι

  • Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα

  • Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’ 

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

…στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ Ϛ’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.  

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

Ὅτι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Ε’

Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη, μεθ’ ὧν , ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.

ὁ β’ χορός

Τῶν Μαθητῶν ὁρώντων σε

Ὡς τηλαυγὴς ἀνέτειλας ἐκ κλιμάτων, Ἑῴας φαεσφόρος καὶ Ἑσπερίων, μέρη, Ἀθανάσιε ἐφώτισας, σῶν ἀρετῶν λαμπρότησιν, ἀλλὰ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τοῦ κόσμου Κυρίῳ.

ὁ α’ χορὸς

Θεοτοκίον

Πανευαγὴς Παντάνασσα ἱκεσίαις, τοῦ σοῦ τιμιωτάτου Ἀθανασίου, φύλαττε τὴν ποίμνην σου ἀπρόσψαυστον, πάσης ἐναντιότητος, διαπαντὸς σε ὑμνοῦσαν,…

ὁ β’ χορός

……. τὴν προστασίαν τοῦ κόσμου.

 

 

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας΄ ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας΄ διὸ βοῶμέν σοι΄ Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ΄ ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

ΤΑ ΑΓΙΟΥ

ὁ α’ χορός

Ἦχος πλ. δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.  

Ὢ τοῦ παραδόξου θαύματος

Τίμιος ὄντως ὁ θάνατος, τοῦ σοῦ Ὁσίου Χριστέ, ἐναντίον σου πέφυκεν· ἰδοὺ γὰρ ἀνέβλυσεν, ἐκ ποδὸς ὁ θεράπων σου, πηγὴν αἱμάτων καὶ μετὰ θάνατον, παντοίας νόσους ἀποδιώκουσαν, καὶ φυγαδεύουσαν, πονηρίας πνεύματα, οἷς ἔτι ζῶν, ἀντιπαρετάξατο, καὶ μέχρις αἵματος.  

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τίμιος ὄντως ὁ θάνατος……………………

ὁ α’ χορός

Στίχ Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·

Πηγὴν θαυμάτων ἀνέδειξε, καὶ ποταμὸν δωρεῶν, τὴν σορὸν τῶν λειψάνων σου, τοῖς βροτοῖς ὁ Κύριος, Ἀθανάσιε πάνσοφε· τυφλοῖς τὸ βλέπειν αὕτη δεδώρηται· ἐλεφαντίδα λέπραν ἐκάθηρε, συνεχομένους τε ἀκαθάρτοις πνεύμασιν, ἐκ τῆς αὐτῶν, ἐξουσίας ῥύεται, καὶ σωφρονοῦντας ποιεῖ

ὁ β’ χορός

Στίχ Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ  ὁσίου  αὐτοῦ.

Χαίροις ἀσκητῶν ἀγλάϊσμα, τῶν μοναζόντων ἀστήρ, τῶν ποιμένων, τὸ καύχημα, Πάτερ Ἀθανάσιε, τῶν Ὁσίων ὁμόσκηνε, χαῖρε ἀγάπης καὶ σωφροσύνης πηγή, χαῖρε Τριάδος τὸ καταγώγιον, χαῖρε λαμπρότατε, λύχνε διακρίσεως, χαῖρε κανών, ἀρετῶν εὐθύτατε, καὶ στήλη ἔμψυχε.

.

ὁ α’ χορός

Δόξα Πατρί…

ΕΩΘΙΝΟΝ Ε’  Ἦχος πλ. α’

Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ’ ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς μαθηταῖς συνῃθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι’ ἧς ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος δ’.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

 Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ β’ χορός

Στίχ.  γ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

Καὶ νῦν…

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον. Ἦχος δ´.

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ὁ β’ χορὸς

       …ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον. Ἦχος δ’

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.  

ὁ β’ χορὸς

Ἦχος γ’

Τὴν ὡραιότητα

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

Κοντάκιον Ἦχος β’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.  

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος βαρύς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (5:22-26; 6:1-2)

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ  τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Ἀλληλούϊα (γ’)  Ἦχος β΄

Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Εὐαγγέλιον

 Κυριακῆς ε´ ἑβδομάδος Ματθαίου·

Ἐκ τοῦ κατὰ Ματθαῖον (η’,24-34. θ’,1)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον, διεπέρασεν, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

 ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.  

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

ἦχος β’ ( Ἀρχαία Τάξις) ἢ δ’.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

ἦχος δ’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

ὁ α’ χορός  

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

Ἀπόλυσις  «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»

5 ΙΟΥΛ15 ΚΥΡΙΑΚΗ Ε΄ΜΑΤΘΑΙΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s