ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΓΕΝΕΘΛΙΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ (2015)

24 ΙΟΥΝΙΟΥ 2015

ΤΕΤΑΡΤΗ.

+Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου

καὶ βαπτιστοῦ Ἰωάννου,

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύτεται.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Προφῆτα καὶ Πρόδρομε,…

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον  ὁ αὐτὸς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α´ Στιχολογίαν.

Κάθισμα  Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ

ὁ α’ χορός

Νῦν ἐβλάστησεν ἡμῖν, τοῦ Ζαχαρίου ὁ βλαστός, καὶ εὐφραίνει νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ κρηπίς, ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος, καὶ Μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ, Πνευματικοῖς οὖν ἄσμασι, συμφώνως τῷ Βαπτιστῇ ἐκβοήσωμεν, Προφῆτα Κῆρυξ, τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…- Θεοτοκίον ὅμοιον

Κατεπλάγη, Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρί, ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε, Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

ὁ α’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα  Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον

Τῆς Χριστοῦ παρουσίας ἡ ἀπαρχή, παραδόξως ἐτέχθης ὡς ἀληθῶς, Ἰωάννη πανεύφημε, τῶν Προφητῶν τὸ κεφάλαιον, καὶ ὡς φωνὴ τοῦ Λόγου, ὑπάρχων ἐκραύγαζες, Μετανοεῖτε, ἤγγικεν, οὐρανῶν τὸ Βασίλειον, ὅθεν ἑτοιμάσας, τὴν ὁδὸν τοῦ Κυρίου, τῆς χάριτος Πρόδρομος, ἀνεδείχθης τοῖς πέρασι, Βαπτιστὰ καὶ Ἀπόστολε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…Θεοτοκίον ὅμοιον

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοί, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τὴ ὥρα, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα βοήθειά μοὶ γενοῦ, καὶ προστάτις θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορός

Κάθισμα  Ἦχος πλ. δ’ – Τὸ προσταχθὲν μυστικῶς

Ἀγαλλιάσθω ὁ πατήρ, μήτηρ εὐφραίνου, ὅτι Προφήτην ἐπὶ γῆς, ἔτεκες σήμερον, τὸν θεόκλητον Πρόδρομον ἐξ ἐπαγγελίας, Ἡ στεῖρα βρέφος θηλάζει τὸν Βαπτιστήν, καὶ χαίρει ὁ Ζαχαρίας τῷ τοκετῷ, λέγων, Γλῶσσά μου λέλυται, τῇ σῇ προόδῳ ἐν γῇ, Λύχνε τοῦ μεγάλου φωτός, Ὄντως θαῦμα παράδοξον!

ὁ β’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν… –  ὅμοιον

Αὐτόμελον

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.  Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

ὁ β’ χορός

Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καί ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς:

Κύριε, ἐλέησον (γ’). 

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα΄ ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τό ὄνειδός μου ἐν ἀνθρώποις. Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.  Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.  Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.  Καὶ εἶπον πρὸς αὐτὴν ὅτι΄ Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.  Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.  Καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· Καὶ ἐθαύμασαν πάντες.  Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.  Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,  καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ’ αὐτοῦ.  Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ἁγίου καὶ προεφήτευσε λέγων· Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ σὺ, παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ὁ Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

 Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

 Ἦχος β’ 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Στιχηρὸν  Ἰδιόμελον

Ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθείς, καὶ τῆς προφητείας δεξάμενος τὸ πλήρωμα, σήμερον ἐκ στείρας γεγέννηται, τοῦ Κυρίου τὴν ἔλευσιν κηρύττων τρανῶς, Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ᾠδὴ α’ 

Ἦχος δ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

ὁ β’ χορὸς

Τριστάτας κραταιούς,…

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς ὄρθρος εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ βλαστός, κηρύττει ἐμφανῶς, τῆς Παρθένου τὸ κύημα, πάσῃ νῦν τῇ οἰκουμένῃ, ἀναλάμπειν τοῖς πέρασι, φωτισμὸν εὐσεβείας καὶ χάριτος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Προφήτης ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ Χριστοῦ, βοᾷ σοὶ τῷ υἱῷ, Ἰωάννη πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥημάτων Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς, ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται, λύεται δὲ ἄφνω ταύτης, ἡ φωνὴ γὰρ γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές, Κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Ἕτερος. Κανών. Ἦχος ὁ αὐτός, οὗ ἡ Ἀκροστιχίς.

 Κοινῆς χαρᾶς Πρόδρομον εὐφηιμῶ πόθῳ.

Ἐν δὲ τοῖς Θεοτοκίοις. Γεωργίου. 

ὁ α’ χορὸς

Ἀνοίξω τὸ στόμα μου

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κοσμεῖται τὴν χάριν νῦν, ἡ Ἐκκλησία τοῦ Πνεύματος, καὶ καταφαιδρύνεται καὶ ὡραΐζεται, τὴν γενέθλιον, ἡμέραν τοῦ Προδρόμου, εὐφροσύνως ἄγουσα, καὶ ἀναμέλπουσα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ κῆρυξ τῆς χάριτος, καὶ ἑωσφόρου φαιδρότερος, τῆς δόξης τὸν Ἥλιον, μηνύει σήμερον, καὶ τὴν ἔλλαμψιν, αὐτοῦ νῦν προκηρύττει, ἐν πᾶσι τοῖς πέρασιν, αὐγάζειν μέλλουσαν.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Νὺξ τῆς ἀθεότητος, ἐν τῇ γεννήσει σου Πρόδρομε, ἐκ γῆς ἀπελαύνεται, καὶ αἱ τῆς χάριτος, ἐν τοῖς πέρασιν, ἀκτῖνες ἐφαπλοῦνται, σὺ γὰρ τὸν ἀνέσπερον, μηνύεις ἥλιον.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Γνῶσιν τῆς συλλήψεως, τῆς σῆς δεικνύει ἡ κύησις, τῆς στείρας Πανάχραντε, προκαταγγέλλουσα, καὶ μηνύουσα, τὸν ἄσπορόν σου τόκον, καρπὸν ἐξ ἀκάρπου γάρ, νηδύος ἤνεγκε.

ᾠδὴ γ’

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Θεοῦ, οὗ γάρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει…  

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δεσποτικὴ μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις, ἀλλ’ οἰκέτου προσφιλοῦς, ἐκ γηραλέας καὶ στείρας μητρός, εἰκότως προτρέχει γάρ, θαῦμα τοῦ θαύματος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δεσποτικὴ μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις…

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ὁ α’ χορὸς

Ῥυσσὴ καὶ στεῖρα, τὴν Παρθένον μητέρα ἀσπάζεται, ἐπιγνοῦσα ἀψευδῶς, τῷ ταύτης τόκῳ ὡς λέλυται, δεσμὰ τῆς στειρώσεως, θείῳ βουλήματι.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον, οὐ γάρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Ἕτερος

ὁ α’ χορὸς

Τοὺς σοὺς ὑμνολόγους

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἦχος τῆς ἐκ στείρας σου προόδου, δεσμὰ διαλύσας πατρικῆς, φωνῆς κηρύττει Ἔνδοξε, λαμπρῶς τῆς ὑπὲρ ἔννοιαν, Χριστοῦ συγκαταβάσεως, τὰ θεία νῦν προμηνύματα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στείρας ἐξ ἀκάρπου ἐκβλαστήσας, ὁ τῆς εὐκαρπίας μηνυτής, τῆς ἐν Χριστῷ ἐξέτεμε, τὴν ἄγονον καὶ ἄκαρπον, ἀξίνη τοῦ κηρύγματος, ἀγνωμοσύνην Ἰουδαίων λαοῦ.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Χάριτος τῆς νέας αἱ ἀκτῖνες, ἐξέλαμψαν σήμερον φαιδρῶς, τῇ σῇ γεννήσει Πρόδρομε, καὶ παλαιὰ αἰνίγματα, καὶ οἱ σκιώδεις γράμματος, μεταχωρεῖν τύποι ἀπήρξαντο.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἔλυσεν ὁ τόκος σου Παρθένε, δεσμὰ καταδίκης τῶν βροτῶν, καὶ ἑαυτῷ συνέδησεν, ἡμᾶς διὰ τῆς χάριτος, ἐπευλογήσας ἅπαντας, τοὺς Θεοτόκον σε γεραίροντας. 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν…    

Κάθισμα  Ἦχος δ’

ὁ β’ χορὸς

Κατεπλάγη Ἰωσὴφ

Ὥσπερ ἥλιος φαιδρός, τῆς Ἐλισάβετ ἐκ γαστρός, ἐξανέτειλεν ἡμῖν, τοῦ Ζαχαρίου ὁ υἱός, καὶ τοῦ Πατρὸς διαλύει τὴν ἀφωνίαν, καὶ πᾶσι τοῖς λαοῖς, ἐν παῤῤησίᾳ πολλῇ, Εὐθύνατε βοᾷ, τὰς τοῦ Κυρίου ὁδούς, καὶ γὰρ αὐτὸς ἐλεύσεται καὶ σῴσει, τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας, ὃν προκηρύξας ὢ Ἰωάννη, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Δόξα πατρὶ… Καὶ νῦν… – Κατεπλάγη Ἰωσὴφ

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 ᾠδὴ δ’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.  

ὁ α’ χορὸς

Ὁ καθήμενος ἐν δόξῃ…

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μυστηρίων ἀποῤῥήτων, προοδεύει μυστήριον, τῇ καινοτομίᾳ, τῆς θεσμοθεσίας τῆς φύσεως, τῆς ἀῤῥωστίας ἡ λύσις προμηνύουσα, τὴν διόρθωσιν, ταύτης Χριστὲ καὶ τὴν θέωσιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ Ἡσαΐας πατρόθεν, τῷ Υἱῷ προεφήτευσε, σαρκωθησομένῳ, Ἄγγελον βροτὸν τὸν Ἰσάγγελον, Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸ προσώπου σου, προκραυγάζοντα, Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπηρετῆσαι ὡς δοῦλος τῷ Δεσπότῃ γεγέννημαι, εἰς αὐτὸ γὰρ ἥκω, τούτου καταγγεῖλαι τὴν ἔλευσιν, ὡς τῆς Παρθένου τὸν τόκον προπιστώσηται, παραδόξως στειρεύουσα, γραῦς ἐκβλαστήσασα.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ Ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, οὗ διεφθάρη τὴν μήτραν, οὐκ ὠδίνησε, καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.

Ἕτερος 

ὁ β’ χορὸς

Τὴν ἀνεξιχνίαστον

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥεῖθρα ἑτοιμάζουσιν οἱ ποταμοί, καὶ ὁ Ἰορδάνης τὰ νάματα, προευτρεπίζει, τῷ Δεσπότῃ ἑαυτοῦ, τὸν Βαπτιστὴν θεώμενος, τοῦτον νῦν ἐκ στείρας τικτόμενον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αἱ τῆς ἀγαθότητος τοῦ Ποιητοῦ, δωρεαὶ προκύπτουσιν ἄνωθεν, τοῦ ἑωσφόρου, διανίσχοντος ἐν γῆ, καὶ τὴν αὐτοῦ ἐπίλαμψιν, καὶ ἐπιδημίαν κηρύττοντος.

 ὁ β’ χορὸς

Δόξα Πατρὶ…  

Σάλπιγξ μεγαλόφωνος ἐπὶ τῆς γῆς, σήμερον ἐκ στείρας προέρχεται ὁ Ἰωάννης, καὶ μηνύει τοῖς βροτοῖς, τὸν Βασιλέα Κύριον, ἐξ ἁγνῆς ἀφράστως τικτόμενον.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὡς οὖσαν ἐκπλήρωμα τῶν ἐν σκιᾷ, τύπων καὶ συμβόλων Πανάχραντε, πάντες Προφῆται, σὲ ἀνύμνησαν φωναῖς, προμηνυούσαις ἅπασι…

ὁ β’ χορὸς

…τὰ σὰ μεγαλεῖα καὶ θαύματα.

ᾠδὴ ε’

ᾠδὴ ε’  Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς θεότητος.

ὁ β’ χορὸς

Νῦν ἀναστήσομαι,… 

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γῆ ἐξανέτειλε, παναληθῆ κήρυκα, φωνὴν πᾶσι κηρύττουσαν, γλώσσῃ τοῦ Πνεύματος, τῆς Παρθένου τὸν Υἱόν, δικαιοσύνην οὐρανόθεν ἐφ’ ἡμᾶς, διακύπτουσαν ὕλη σώματος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἔθετο Κύριος, παναληθῆ λύχνον σε Χριστοῦ, πάντας φωτίζοντα, μόνους ἐνδύοντα, τοὺς ἐχθραίνοντας αὐτῷ ὡς διπλοΐδα, τὴν αἰσχύνην ἀψευδῶς, Θεοῦ Λόγον Υἱόν κηρύττοντα.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γήθεται ἅπασα, κτίσις τῷ σῷ τόκῳ θεϊκῶς, σὺ γὰρ ἐπίγειος, ἄγγελος Πρόδρομε, καὶ οὐράνιος βροτὸς ἀναδειχθήσῃ, τὸν οὐράνιον Θεόν, προμηνύων ἡμῖν σαρκούμενον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Σοῦ τὰ θαυμάσια, προφητικαὶ ἔφησαν φωναί, ὄρος καλοῦντές σε, καὶ πύλην ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸ θαυμαστὸν φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Ἕτερος 

ὁ α’ χορὸς

Ἐξέστη τὰ σύμπαντα

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥώννυται ἡ πρότερον, φύσις ἐξασθενήσασα, πρὸς τὴν τῶν καλῶν καρπογονίαν, ἐκ τῆς ἀκάρπου μήτρας τεχθέντος σου, καὶ βροτοῖς, κηρύττεται ζωή, ἐν τῇ ἀποτέξει σου, παναοίδιμε Πρόδρομε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ λύχνος ὁ ἄσβεστος, ἐκ στείρας προερχόμενος, μηνύει τὸν ἥλιον τῆς δόξης, ἐκ τῆς Παρθένου ἐξανατέλλοντα, πάντας τοὺς ἀνθρώπους τῷ φωτί, τῆς συγκαταβάσεως, καταυγάζοντα χάριτι.

 ὁ α’ χορὸς

Δόξα Πατρί…  

Δεσμοῦνται πολύφθογγοι, γλῶσσαι τῆς ἀθεότητος, καὶ χείλη πλατύνονται εἰς δόξαν, τῆς παρουσίας τοῦ τῶν ἁπάντων Θεοῦ, τοῦ Προδρόμου ταύτην ἐν τῇ γῆ, σήμερον μηνύοντος, καὶ τρανῶς προκηρύττοντος.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ῥήμασι τὴν δόξαν σου, ἡ Ἐλισάβετ Ἄχραντε, τοῖς προφητικοῖς δοξολογοῦσα, τὰ μεγαλεῖα τοῦ θείου τόκου σου, χαίρουσα ἐκήρυττε τρανῶς, σὺ ὑπάρχεις πάντων γάρ,…

ὁ α’ χορὸς

…εὐφροσύνη καὶ καύχημα.

ᾠδὴ ς’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ’ ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.

ὁ α’ χορὸς 

Ἦλθον εἰς τὰ βάθη…

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεὸν Λόγον ἔγνως ὡς Προφήτης, ἐν μητρικῇ νηδύϊ, καὶ τῇ ταύτης χρησάμενος γλώττῃ, θεολογεῖς, σκοτεινῷ θεώμενος, ἐν θαλάμῳ φῶς ἀπρόσιτον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεὸν Λόγον ἔγνως ὡς Προφήτης,…

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀσιγήτως ὡς φωνὴ βοῶντος, τὸν Λυτρωτὴν τοῦ κόσμου Βαπτιστά, ἱκετεύων μὴ παύσῃ, τὴν ψυχικὴν διαλύσαι στείρωσιν, τῶν ὑμνούντων σου τὴν γέννησιν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀστέκτου θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὢ Θεοτόκε, ἢ ἀδεῶς, οὐρανῶν τὰ τάγματα, ἀτενίζειν οὐ δεδύνηνται.

Ἕτερος 

ὁ β’ χορὸς

Τὴν θείαν ταύτην

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥομφαίαν Πρόδρομε δίστομον, τὴν γέννησιν τὴν σὴν ὁ πολέμιος, ἐχθρὸς ἐδέξατο, σὺ γὰρ τὴν τούτου ἀναίρεσιν, καὶ τὴν ἀνθρώπων ζώωσιν ἀνεκήρυξας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ θεῖος πλοῦτος διέκυψεν, ἐξ ὕψους θεϊκοῦ εἰς τὰ σύμπαντα, τῆς τῶν βροτῶν ἐμφανῶς, υἱοθεσίας καὶ χάριτος, τοῦ ταύτης τικτομένου σήμερον κήρυκος.

ὁ β’ χορὸς

 Δόξα Πατρί… 

Μύρα εὐώδη ἡ ἔρημος, ἐκβλύζει νοητῶς τὰ μηνύματα, ἐν τῇ γεννήσει σου, τῇ ἐκ τῆς στείρας Πανεύφημε, τοῦ ἀκενώτου μύρου εἰσδεχομένῃ Χριστοῦ.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Γνωρίσας μόνην σε Δέσποινα, Μητέρα τοῦ Θεοῦ προεσκίρτησεν, ὁ θεῖος Πρόδρομος, ἐν τῇ μητρῷα νηδύϊ Ἁγνῇ, καὶ τὰ σὰ μεγαλεῖα προανεκήρυξε.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες…  

Κοντάκιον  Ἦχος γ’ – Ἡ Παρθένος σήμερον

Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας, ὃνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κῆρυξ ὁμοῦ καὶ Πρόδρομος.

Ὁ Οἶκος

Εὐφημήσωμεν νῦν τὸν τοῦ Κυρίου Πρόδρομον, ὃν περ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν, ἐκ μήτρας ἀκάρπου, ἀλλ’ οὐχὶ ἀσπόρου, Χριστὸς γὰρ μόνος χώραν διώδευσεν ἀδιόδευτον, ἄσπορον, τὸν Ἰωάννην στεῖρα ἐγέννησεν, ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκε, τὸν δὲ Ἰησοῦν ἐπισκιάσει Πατρὸς καὶ Πνεύματος θείου, Παρθένος ἔτεκεν ἁγνή, ἀλλὰ τοῦ ἐκ Παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας, Προφήτης Κῆρυξ ὁμοῦ καὶ Πρόδρομος.

 

Συναξάριον

Τῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Στίχοι

  • Ζαχαρία, χόρευε σὺν τῇ συζύγῳ
  • Οὐ πολλὰ μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα.
  • Πρόδρομον ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ.

 Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασίαι

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’ 

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

…στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε Ἦχος β’

Τὸ τοῦ Προδρόμου σήμερον, χαροποιὸν Γενέθλιον, τὸ σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, μηνύει δὲ τὴν μέλλουσαν, χαράν καὶ ἀγαλλίασιν, διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς ἑορτάζει.

ὁ β’ χορὸς

Θεοτοκίον

Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθωμολόγησαν, Θεὸν τῶν ὅλων πάναγνε, μεθ’ ὧν σε μεγαλύνομεν, οἱ διὰ σοῦ λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.δ´

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὢ τοῦ παραδόξου θαύματος

Ὢ τοῦ παραδόξου θαύματος! ἐκ γηραλέας μητρός, Θεοῦ Λόγου προάγγελος, Ἰωάννης σήμερον, προελθεῖν κατεπείγεται, τὴν δεσμευθεῖσαν γλῶσσαν τρανότατα, διὰ τοῦ τόκου εὔλαλον δείκνυσιν. Ὢ τῆς ἀφάτου σου, προμηθείας Δέσποτα! δι’ ἧς Χριστέ, σῷσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. 

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, Προφητῶν τε ὑπέρτερος, μητρικῆς στειρώσεως, διαλύει τὸ ἔγκλημα, ὁ ἐν πνεύματι, καὶ δυνάμει ἐλθὼν Ἡλιοῦ, ὁδὸν Κυρίου ἑτοιμαζόμενος. Ὢ τῆς ἀφράστου σου, εὐσπλαγχνίας Δέσποτα! δι’ ἧς Χριστέ, σῷσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. 

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὢ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ, πρὸς ἀνθρώπους τὴν κένωσιν, ὑπεράνω δείκνυται, πάντων αὐτοῦ τῇ φωνῇ, Καὶ τῇ τεκούσῃ λύει τὴν στείρωσιν, δυνάμει θείᾳ καὶ Ζαχαρίου φωνήν. Ὢ τῶν μεγάλων σου, θαυμασίων Δέσποτα! δι’ ὧν Χριστέ, σῷσον τοὺς τιμῶντάς σου, τὸν μέγαν Πρόδρομον. 

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, ὁ Προφήτης καὶ Πρόδρομος, ὑπεράνω δείκνυται, Προφητῶν τε ὑπέρτερος, καὶ παρουσίας Χριστοῦ προάγγελος, ὁ προσκιρτήσας ἐν τῇ νηδύϊ μητρός. Ὢ τῶν μεγίστων σου, δωρεῶν φιλάνθρωπε! δι’ ὧν Χριστέ, σῷσον τὰς ψυχὰς ἡμῶν, ὡς παντοδύναμος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

 Ἦχος πλ. β’ – Ἀνατολίου

Ἀστὴρ ἀστέρων Πρόδρομος, στειρωτικῆς ἐκ νηδύος, ἐπὶ γῆς τίκτεται σήμερον, Ἰωάννης ὁ θεοπόθητος, καὶ Χριστοῦ ἐπιφαίνει τὴν αὐγὴν ἀνατολὴν τὴν ἐξ ὕψους, εἰς εὐθεῖαν πιστοῖς διάβασιν.

ὁ β’ χορὸς

Καὶ νῦν καὶ ἀεὶ…

Ἦχος ὁ αὐτὸς

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ ἀπολυτίκιον

ὁ β’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύτεται.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ  

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἀπολυτίκιον  Ἦχος δ’

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύτεται.

ὁ β’ χορός

Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτὸν καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Ἀπολυτίκιον  Ἦχος δ’

Προφῆτα καὶ Πρόδρομε,……………

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ὁ α’ χορός 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος δ’

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύτεται.

ὁ β’ χορὸς 

Τοῦ Ναοῦ

Κοντάκιον

ὁ β’ χορὸς 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τρισάγιον

᾽Απόστολος (῾Ρωμ. ιγ´ 11-14, ιδ´1-4)

Προκείμενον ἦχος βαρύς.

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

 Ἀδελφοί, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν͵ ἡ δὲ ἡμέρα ἤγγικεν΄ ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους͵ ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν͵ μὴ κώμοις καὶ μέθαις͵ μὴ κοίταις καὶ ἀσελγείαις͵ μὴ ἔριδι καὶ ζήλῳ· ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν͵ καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε͵ μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα͵ ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω͵ ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω͵ ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ͵ δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.

ὁ β΄ χορὸς

Ἀλληλούϊα ( γ’) Ἦχος  α΄

Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ.

Στίχ. Καὶ σὺ παιδίον, Προφήτης ὑψίστου κληθήσῃ.

Εὐαγγέλιον (Λουκ. α´ 1-25, 57-68, 76, 80)

Ἐκ τοῦ κατὰ Λουκᾶν.

᾽Επειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου, ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. ᾽Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου βασιλέως τῆς ᾽Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾽Αβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων ᾽Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾽Ελισάβετ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ ᾽Ελισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. ᾽Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ,κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου,καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου ᾽Ελισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιωάννην. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται·ἔσται γὰρ μέγας ἐνώπιον [τοῦ] κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,καὶ πολλοὺς τῶν υἱῶν ᾽Ισραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾽Ηλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, ᾽Εγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. Ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾽Ελισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσαὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις. Τῇ δὲ ᾽Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται ᾽Ιωάννης. Καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. Καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, ᾽Ιωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾽Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ ᾽Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾽Ισραήλ.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Εἰς τό ᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

ὁ β’ χορός 

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος ΄ Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

                                                                          

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

᾽Απόλυσις

 ( …Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)

24 ΙΟΥΝ15 ΕΟΡΤΗ ΓΕΝΕΣΙΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s