ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΕΩΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ (2015)

6 ΙΟΥΝΙΟΥ 2015
ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ
Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ.δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
ὁ β’ χορὸς
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,…
ὁ α’ χορὸς
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,…
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
Ἦχος δ’
ὁ α’ χορὸς
Κατεπλάγη Ἰωσὴφ
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἣν ἑορτάσωμεν φαιδρῶς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν…
Τὴν μεθέορτον πιστοί,…
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορὸς
Κάθισμα ὅμοιον
Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι’ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος, Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε.
ὁ β’ χορὸς
Δόξα Πατρί… Καὶ νῦν…
Ἡ τοῦ Πνεύματος πηγή,…
Καὶ εὐθὺς τὸν Ν'( χύμα)

Οἱ Κανόνες
Ὁ τοῦ βαρέος μετὰ τῶν Εἱρμῶν, εἰς δ’ καὶ ὁ τοῦ δ’ μετὰ τῶν Εἱρμῶν, εἰς δ’. Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς.
Πεντηκοστὴν ἑορτάζομεν. – Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾠδὴ α’
Ἦχος βαρὺς
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν,…
ὁ α’ χορὸς
Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.
ὁ β’ χορὸς
Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Ἕτερος Κανὼν ἰαμβικὸς
Οὗ ἡ ἀκροστιχὶς διὰ στίχων Ἡρωελεγείων
Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον,
Ἐκ Γενέτου κόλπων ἧκας ἐπιχθονίοις
Οἷα πυρὸς γλώσςῃσι φέρον θεότητος ἀΰλου.
Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις.

Ποίημα Κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ
ᾠδὴ α’
Ἦχος δ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.
Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
ὁ β’ χορὸς
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος ….
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.
Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.
Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον
Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,
Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,
Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.
Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,
Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,
Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.
ὁ β’ χορὸς
Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς,…
ὁ α’ χορὸς
Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.
ὁ β’ χορὸς
Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις,…
Εἱρμὸς ἄλλος
ὁ α’ χορὸς
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.
ὁ β’ χορὸς
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,…
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη.
Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,
Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,
Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,
Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,
Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,
Οὗ τὴν δι’ Υἱοῦ πατρικῆς ἐξουσίας,
Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,
Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Κάθισμα Ἦχος πλ. δ’ – Τὸ προσταχθὲν
ὁ β’ χορὸς
Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς, γλῶσσαι γὰρ διεσπάρησαν΄ Ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν.

ὁ α’ χορὸς
Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, …………..

ᾠδὴ δ’
Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ’ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χρηστούς σου ἐλήλυθας.
ὁ α’ χορὸς
Κατανοῶν ὁ Προφήτης,…
ὁ β’ χορὸς
Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.
ὁ α’ χορὸς
Σῆμα θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.
Εἱρμὸς ἄλλος
ὁ β’ χορὸς
Ἄναξ ἀνάκτων, οἶος ἐξ οἲου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε.
ὁ α’ χορὸς
Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,
Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,
Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου
Νενυγμένης σου πλευράς, ὤ Θεοῦ Λόγε,
Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,
Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.
Ἐν γὰρ προσώποις oἶδε τριττοῖς οὐσίαν,
Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.
Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

ὁ α’ χορὸς
Καὶ νῦν…
Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,
Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.
Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,
Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,
Ὅλην πορίζων…
ὁ β’ χορὸς
…τὴν χάριν τοῦ Πνεύματος.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.
ὁ β’ χορὸς
Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε,…
ὁ α’ χορὸς
Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι’ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.
ὁ β’ χορὸς
Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον,…
ὁ α’ χορὸς
Εἱρμὸς ἄλλος
Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
ὁ β’ χορὸς
Λυτήριον κάθαρσιν ἀμπλακημάτων,…..
ὁ α’ χορὸς
Δόξα Πατρί…
Καθώς περ εὐδόκησεν αὐτεξουσίως,
Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,
Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,
Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,
Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,
Χ’ αὑτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,
Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.
Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,
Νῦν ἐγκατοικίζεται…
ὁ α’ χορὸς
…Πνεύματος φάος.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
ὁ α’ χορὸς
Ναυτιῶν τῷ σάλῳ,…
ὁ β’ χορὸς
Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε, ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.
ὁ α’ χορὸς
Ἐκ τοῦ Πνεύματός σου,…
ὁ β’ χορὸς
Εἱρμὸς ἄλλος
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
ὁ α’ χορὸς
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,…
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,
Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,
Πατροπροβλήτως πάντοτε ξυνημμένον,
Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,
Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.
ὁ α’ χορὸς
Καὶ νῦν…
Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,
Σιωνίταις μίμνουσι σὴν παρουσίαν,
Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,
Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,
Ὢκιστα δεικνύς, πυρπνόως καθιδρύεις.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς…
Κοντάκιον Ἦχος πλ. δ’
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.
Ὁ Οἶκος
Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαὐτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Συναξάριον
Τῇ ς’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Στίχοι
• Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων,
• Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ.
• Βῆ δ’ ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀττάλου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Παρθένων, καὶ τῆς συνοδίας αὐτῶν.
Στίχοι
• Κόρας φρονίμους πέντ’ ἔφη Θεὸς Λόγος,
• Προϊστορῶν σοι τάσδε πέντε Παρθένους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασίαι
ὁ α’ χορὸς
ᾠδὴ α’
Ἦχος βαρὺς
Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
Ἦχος δ’
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.
Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
ὁ α’ χορὸς
ᾠδὴ γ’
Ἦχος βαρὺς
Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.
ὁ β’ χορὸς
Ἦχος δ’
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην,…
ὁ α’ χορὸς
..καὶ Θεὸν τῶν γνώσεων.
ὁ β’ χορὸς
ᾠδὴ δ’
Ἦχος βαρὺς
Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ’ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χρηστούς σου ἐλήλυθας.
Ἦχος δ’
ὁ α’ χορὸς
Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
ᾌδουσι΄…
ὁ β’ χορὸς
…Δόξα τῷ κράτει σου, Κύριε.
ὁ α’ χορὸς
ᾠδὴ ε’
Ἦχος βαρὺς
Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.
ὁ β’ χορὸς
Ἦχος δ’
Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος…
ὁ α’ χορὸς
…Πνεύματος χάρις.
ὁ β’ χορὸς
ᾠδὴ ς’
Ἦχος βαρὺς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρω θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
ὁ α’ χορὸς
Ἦχος δ’
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ,…
ὁ β’ χορὸς
…παγγενῆ πεπτωκότα.
ὁ α’ χορὸς
ᾠδὴ ζ’
Ἦχος βαρὺς
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
ὁ β’ χορὸς
Ἦχος δ’
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,
Ἰσοσθενής,…
ὁ α’ χορὸς
…ἄναρχος, εὐλογητὸς εἶ.
ὁ β’ χορὸς
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
ᾠδὴ η’
Ἦχος βαρὺς
Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε, Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’ χορὸς
Ἦχος δ’
Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠδὴ θ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα,…
ὁ α’ χορὸς
Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ’ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.
ὁ β’ χορὸς
Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο, τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.
ὁ α’ χορὸς
Εἱρμὸς ἄλλος
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν, ὅθεν σὲ συμφώνως δοξάζομεν.
ὁ β’ χορὸς
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος….
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.
Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον
Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν.
Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος
Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ὅσοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις,
Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,
Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην
Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,
Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.
Καταβασίαι
ὁ α’ χορὸς
Ἦχος βαρὺς
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
Ἦχος δ’
ὁ β’ χορὸς
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάριον Ἦχος γ’
ὁ α’ χορὸς
Ὁ οὐρανὸν τοῖς ἄστροις
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι’ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.
ὁ β’ χορὸς
Τὸ πανάγιον Πνεῦμα,…
ὁ α’ χορὸς
Ἕτερον Ἦχος ὁ αὐτὸς
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι’ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται,…
ὁ β’ χορὸς
…Τριάδα σέβειν ἁγίαν.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ´
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορὸς
Ἦχος δ’
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο, Φησὶ γάρ, Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.
ὁ β’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Παράδοξα σήμερον εἶδον τὰ ἔθνη…
ὁ α’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ’ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος, δι’ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
ὁ β’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα, δι’ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν, Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.
ὁ α’ χορὸς
Δόξα πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
ὁ β’ χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ὁ α’ χορὸς
Ἦχος πλ. β’
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ…
ὁ β’ χορὸς
…τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς
ὁ β’ χορός
Ἦχος πλ. δ’.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Ἦχος β’
ὁ α’ χορὸς

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορὸς
Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορὸς
Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου.
ὁ β’ χορὸς
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ… Καὶ νῦν…
Οἱ δύο χοροὶ ὁμοῦ
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’
Ἦχος ὁ αὐτὸς
ὁ β’ χορὸς

Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…
ὁ β’ χορὸς
Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…
ὁ α’ χορὸς
Στίχ.Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…

ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν..
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
ὁ α’ χορὸς
Ἦχος πλ. δ’
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
ὁ β’ χορὸς
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
ὁ α’ χορὸς
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
ὁ β’ χορὸς
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ,…

ὁ β’ χορὸς
…ψάλλοντάς σοι. Ἀλληλούϊα.
Τὸ Ἀπολυτίκιον
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἦχος πλ. δ’
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Κοντάκιον
ὁ β’ χορὸς
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἦχος πλ. δ’
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.
Τρισάγιον
Ἀπόστολος
Προκείμενον
Ἦχος πλ. δ’
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Ῥωμ. α´ 7-12)
Ἀδελφοί, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ ᾿Ιησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
Ἀλληλούϊα (γ΄) Ἦχος α’
Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.
Στίχ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος· Τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. ᾽Ηκούσατε ὅτι ἐρρέθη, ᾽Αγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; ῎Εσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τὸ Ἐξαιρέτως
Ὁ Εἱρμὸς τῆς θ’ᾠδῆς ἦχος δ’
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν, ὅθεν σὲ συμφώνως δοξάζομεν.

Κοινωνικὸν
ὁ β’ χορὸς
ἦχος α’
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις
«…῾Ο ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τό Πανάγιον Πνεῦμα, ἐπί τούς ῾Αγίους Αὐτοῦ μαθητάς καί ᾽Αποστόλους, Χριστός, ὁ ἀληθινός…».
6 ΙΟΥΝ15 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s