«ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΩΝ ΤΙΜΟΘΕΟΥ ΚΑΙ ΜΑΥΡΑΣ» (3 ΜΑΪΟΥ)

Ἱερομ. Ἰωαννικίου Κόνδαρη

 Ψαλλομένη τῇ τρίτῃ τοῦ Μαΐου μηνός.

 

Συνταχθεῖσα καί τό πρῶτον ἐκδοθεῖσα σπουδῇ καί δαπάνῃ

Ἰωαννικίου Ἱερομονάχου τοῦ Κόνδαρη,

ἐν ἔτει 1769.

   ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

   Ἐν τῷ Ἑσπερινῷ στιχολογοῦμεν τό Α’ Ἀντίφωνον τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η’ καί ψάλλομεν προσόμοια τῆς τυχούσης Ἑορτῆς δ’ καί τῶν Ἁγίων δ’.

 

Ἦχος Πλάγιος Δ’. Ὤ τοῦ παραδόξου θαύματος.

        Ὤ τοῦ παραδόξου θαύματος, οἱ στρατιῶται Χριστοῦ ἀνδρικῶς ὑπομείναντες, ὡς στεῤῥοί ἀδάμαντες, αἰκισμούς τε καί μάστιγας, καί τάς σταυρώσεις Χριστοῦ μιμούμενοι, τό σεπτόν Πάθος ἐξεικονίζοντες, πᾶσαν κατέβαλον, τήν τυράννου δύναμιν καί μηχανήν, θείῳ πυρπολούμενοι, πόθῳ οἱ μάρτυρες.

            Δεῦτε  γηγενεῖς  ἐν  ἄσμασι, τούς  στρατιώτας  Χριστοῦ  εὐσεβῶς  μεγαλύνωμεν  καί  πρός  τούτους  εἴπωμεν· χαίροις  ἡ  ξυνωρίς  ἡμῖν, ἡ  τήν  Τριάδα  λαμπρῶς  κηρύξασα  καί  καθελοῦσα  δαιμόνων  φρύαγμα· ὅθεν  ἐστέφθητε  οὐρανίοις  στέμμασι  θείας  τρυφῆς  συναπολαμβάνοντες, Χριστοῦ  βραβεύσαντος.

            Κάλλει ψυχῆς τε καί σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τόν τῆς δόξης στέφανον, παρ’ αὐτοῦ ἀναδήσασθαι, περιθεμένη καί ὑπερκόσμιον, Χριστοῦ νυμφῶνα κατασκηνώσασα, Μαῦρα πανεύφημε, συγχορεύεις τάξεσιν, Ἀγγελικαῖς, ὄντως ἀκατάλυτον χορείαν ἔνδοξε.

        Μάρτυς Χριστοῦ γενναιότατε, τάς Ὀρθοδόξους ψυχάς, ἀναψύξας Τιμόθεε, ὡς δρόσῳ τῷ πνεύματι, θείων βίβλων τήν ἔννοιαν, διερμηνεύσας, λαοῖς πιστεύουσι, καί ἀναπείσας πάντας πρός ἄθλησιν, ὄντως ἀπείληφας τό βραβεῖον ἔνδοξε, ὡς Ἀθλητής, βίον τόν Οὐράνιον, καί δόξαν ἄληκτον.

Δόξα.   Ἦχος πλαγ. Β’.

        Δεῦτε ἅπαντες πιστοί, εὐλαβῶς τούς ὕμνους προσοίσωμεν, τῇ εὐσήμῳ μνήμῃ τῶν Μαρτύρων. Οὗτοι γάρ νέμουσιν ἰαμάτων τάς χάριτας τοῖς μετά πόθου καί πιστῶς προσερχομένοις. Ὅθεν κατά χρέος πρός αὐτούς ἐκβοήσωμεν, λέγοντες· Χαίρετε Δυάς τοῦ Χριστοῦ καί καλοί Ἐργάται τοῦ Αὐτοῦ ἀμπελῶνος. Χαίρετε μιμηταί τοῦ Σωτηρίου Πάθους, τῷ Σταυρῷ κρεμασθέντες, τόν ἐχθρόν τροπωσάμενοι. Χαίρετε Τιμόθεε καί Μαῦρα· ὁ μέν, ἕτοιμος παθεῖν διά Χριστόν· ἡ δέ, ἀμαυρώσασα τόν ἄρχοντα τοῦ σκότους. Ὅθεν ἐν Οὐρανοῖς ὑψιπέται γεγόνατε, ἔνθα ἦχος ἑορταζόντων.

Καί νῦν.   Τῆς Ἑορτῆς.

        Εἴσοδος. Φῶς ἰλαρόν. Τό προκείμενον τῆς ἡμέρας.

Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα.

        Τάδε λέγει Κύριος· Πάντα τά ἔθνη συνήχθησαν ἅμα, καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει αὐτοῖς; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, καί δικαιωθήτωσαν, καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καί ἐγώ μάρτυς μοι, καί συνῆτε ὅτι Ἐγώ εἰμί . Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καί οὐκ ἔστι πάρεξ Ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα, ὠνείδισα, καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς Ἐμοί μάρτυρες καί Ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς Ἐγώ εἰμί καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τό ἀνάγνωσμα.

        Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσίν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους Ἑαυτοῦ· ὡς χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καί κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτόν συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις Αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Σοφίας Σολομῶντος τό ἀνάγνωσμα

        Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό Βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου, ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καί τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον Αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνης καί περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει Αὐτῷ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν ἐπί σκοπόν ἀλοῦνται, καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλυσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καί ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία, καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καί σύνετε· μάθετε δικασταί περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καί γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ἡμῖν, καί ἡ δυναστεία παρά Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

        Ψάλλομεν τῆς τυχούσης ἑορτῆς Ἰδιόμελον ἕν καί τῶν Ἁγίων, τά ἑξῆς Ἰδιόμελα·

Ἦχος Α’.

        Τοῦ μεγάλου Βασιλέως, ὡς στρατιώτας, πνευματικῶς μεγαλύνωμεν καί τήν δι’ αὐτούς γεγενημένην πανήγυριν εὐφρόσυνον ἐκτελέσωμεν. Οὗτοι γάρ κατά τοῦ τυράννου ἀνδρυνθέντες, μιμηταί γενόμενοι τοῦ Πάθους Χριστοῦ τοῦ Θεοῦ, ἐν αὐλαῖς οἰκοῦσιν Αὐτοῦ, σύν ταῖς ἄνω δυνάμεσιν καί πρεσβεύουσιν ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. Β’.

        Σήμερον ἐπέλαμψεν ἡ πανσεβάσμιος μνήμη τῶν πανενδόξων Μαρτύρων, καί πιστοί εἰσέρχονται πρός αὐτούς μετά πόθου, καί λαμβάνουσιν ἰάματα ψυχῶν τε καί σωμάτων, καί πάσης μαλακίας. Ὅθεν πρός αὐτούς ἐκβοήσωμεν λέγοντες· Δοῦλοι Χριστοῦ, φωστῆρες ἀπλανεῖς, τῷ εὐεργέτῃ Θεῷ, ἱκετεύσατε ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δόξα.   Ἦχος Β’.

        Δεῦτε πιστοί τῶν Ἀθλητῶν τό καύχημα, Τιμόθεον καί Μαῦραν, ὕμνοις καί ᾠδαῖς εὐφημήσωμεν. Οὗτοι γάρ διά τοῦ μαρτυρίου τῷ Θεῷ τό πνεῦμα παρέδωκαν· καί παρ’ Αὐτοῦ τούς στεφάνους ἐκληρώσαντο, καί χαράν εἰς Οὐρανούς ἄληκτον, τρανῶς ὁρῶντες τήν δόξαν Αὐτοῦ, καί νῦν δυσωποῦσιν ἐκ κινδύνων ῥυσθῆναι τάς ψυχάς ἡμῶν.

Καί νῦν.   Τῆς Ἑορτῆς.

 ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ

Ἦχος Α’. Τῶν οὐρανίων ταγμάτων.

        Τούς μαργαρίτας τούς θείους καί ξυνωρίδα Χριστοῦ, τούς κήρυκας τῆς δόξης, Οὐρανῶν Βασιλείας, ἐν ὕμνοις μεγαλύνωμεν καί ᾠδαῖς, πρός αὐτούς ἐκβοήσαντες· Χαίρετε Μάρτυρες θεῖοι παρά Θεοῦ, τούς στεφάνους κομισάμενοι.

        Στίχ.   Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

        Τῶν οὐρανίων τά κάλλη περιπολεύετε, τῷ ἐπί Θρόνου δόξης βασιλεύοντι πάντων, παρίστασθε βοῶντες ἀγγελικῶς, τό τρισάγιον ᾆσμα Αὐτῷ. Μεγαλομάρτυρες θεῖοι ὑπέρ ἡμῶν, τῷ Θεῷ ἀεί πρεσβεύσατε.

        Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

        Τάς τῶν τυράννων ἐπάρσεις, καί τῶν δαιμόνων βουλάς, ἀνδρείως καί σωφρόνως, ἐδιώξατε πόῤῥῳ, θυσίας τῶν εἰδώλων πάσας ὑμεῖς ἐβδελύξασθε φεύγοντες, καί ὡς λιμένι εὐδίῳ, Χριστῷ τῷ Θεῷ, προσωρμίσθητε Πανεύφημοι.

Δόξα. Ἦχος Δ’.

        Ἐπέλαμψε σήμερον ἡμῖν, ἡ πανσεβάσμιος πανήγυρις τῶν ἐνδόξων Μαρτύρων Τιμοθέου καί Μαύρας. Οὗτοι γάρ ἀνδρείως τῶν τυράννων καταφρονήσαντες, τῷ αἵματι τῆς ἀθλήσεως, τάς νευράς τῶν δαιμόνων κατεδαφίσαντες, τούς στεφάνους τῆς νίκης παρά Θεοῦ κομισάμενοι, ἐν Οὐρανοῖς περιπολεύουσι, τάς ἀμοιβάς τοῦ Μαρτυρίου ἀποδεχόμενοι, παρά τοῦ δοξάζοντος τούς Αὐτόν δοξάσαντας. Μέμνησθε οὖν Ἅγιοι καί ἡμῶν τοῦ ἐν τῇ Πόλει ταύτῃ καί Νήσῳ φιλοχρίστου λαοῦ, καί τόν σεβάσμιον ὑμῶν Ναόν ἀδιάσειστον εἶναι, μέχρι τέλους, ἡμῖν δωρήσασθε ἐκ κινδύνων χαλεπῶν.

Καί νῦν. Τῆς ἑορτῆς.

Ἀπολυτίκιον.

Ἦχος Δ’.

        Μαρτύρων σύλλογος νῦν εὐφραίνεται, Ἀγγέλων ᾄσμασι μεγαλύνομεν, τήν μνήμην ὑμῶν Ἅγιοι, ἅπαντες μελῳδοῦντες καί πιστῶς ἐκβοῶντες. Χαίροντες, τῆς Τριάδος Δυάς Μαρτύρων καί κλέος, Τιμόθεε καί Μαῦρα, ὑπέρ ἡμῶν ἀεί πρεσβεύσατε.

Δόξα.   Τό αὐτό.

Καί νῦν.   Τῆς Ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

        Εἰς τό Θεός Κύριος, τό Ἀπολυτίκιον τῆς Ἑορτῆς· Δόξα τό τῶν Ἁγίων· Καί νῦν τό τῆς Ἑορτῆς.

Μετά τήν α’ Στιχολογίαν· Καθίσματα·

Ἦχος Α’. Τόν τάφον Σου Σωτήρ.

        Τιμόθεον ἡμεῖς, καί ἀοίδιμον Μαῦραν, αἰνέσωμεν πιστῶς, καί βοήσωμεν πάντες, Χριστόν ἱκετεύοντες καί ἐκ τούτου αἰτούμενοι, πᾶσιν ἔλεος καί ὀφλημάτων τήν λύσιν, τοῖς βροτοῖς ἡμῖν, καί ἀναξίοις ἱκέταις, δοθῆναι ἀμφότερα.

Δόξα. Τό αὐτό.

Καί νῦν. Τῆς Ἑορτῆς.

Μετά τήν β’ Στιχολογίαν·

Ἦχος Γ’. Τήν ὡραιότητα.

        Τῆς καρτερίας σου, Μαῦρα πανένδοξε, ἐν τῇ ἀθλήσει σου, Μάρτυς ἀοίδιμε, τίς μή θαυμάσῃ τῶν πιστῶν, τούς πόνους καί τήν βάσανον; Ὅθεν καί τόν στέφανον, ὁ Χριστός σοι δεδώρηται, Ὅνπερ ἐπεπόθησας καί Αὐτῷ ἠκολούθησας. Διό παῤῥησίαν ἔχουσα, πρός Αὐτόν πρέσβευε, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Τό αὐτό.

Καί νῦν. Τῆς Ἑορτῆς.

Μετά τόν Πολυέλεον·

Ἦχος πλ. Δ’.   Τήν Σοφίαν καί Λόγον.

        Τοῦ ἐχθροῦ διαβόλου τάς προσβολάς, ἀποκρούσασα πάσας ἡ εὐκλεής, Μαῦρα παναοίδιμε, τόν Σταυρόν τοῦ Κυρίου σου, Αὐτόν ὡς ποθήσασα, ἐπ’ ὤμων ἀραμένη, τῇ δυνάμει τούτου, ἐχθρόν κατεπάτησας. Ὅθεν κατ’ ἀξίαν ἀμοιβήν τῶν ἀγώνων, τόν στέφανον εἴληφας, Ἀθληφόρε Πανεύφημε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τήν ἁγίαν μνήμην σου.

Δόξα. Τό αὐτό.

Καί νῦν. Τῆς Ἑορτῆς.

Εἶτα οἱ Ἀναβαθμοί.

 

Προκείμενον.

        Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

        Στίχ. Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Τό Πᾶσα πνοή.

Εὐαγγέλιον·

Ἐκ τοῦ κατά Λουκᾶν.

Εἶπεν ὁ Κύριος· Προσέχετε ἀπό τῶν ἀνθρώπων… (ζήτει Ἀπριλίου κγ’).

Ὁ Ν’ ψαλμός.

Δόξα. Ταῖς τῶν Ἀθληφόρων…

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου.

Ἦχος Α’.

        Τόν Οὐράνιον Νυμφίον ἐπεπόθησας, Μαῦρα παναοίδιμε· διά σταυροῦ τήν μακαρίαν σου ψυχήν τῷ Χριστῷ παρέδωκας· σύν ταῖς ἄνω συναυλίζῃ χορείαις. Καί νῦν μή παύσῃ πρεσβεύουσα ὑπέρ τῶν πίστει τελούντων τήν πανέορτον μνήμην σου.

Εἴθ’ οὕτως· Σῶσον ὁ Θεός τόν λαόν Σου…

 

Τό· Κύριε ἐλέησον (12άκις) καί τό· Ἐλέει καί οἰκτιρμοῖς…

        Καί εὐθύς οἱ Κανόνες· ὁ τῆς Ἑορτῆς εἰς η’ καί ὁ τῶν Ἁγίων εἰς στ’, οὗ ἡ ἀκροστιχίς· «Τιμοθέου Μαύρας τε τούς πόνους σέβω»

 

Ἦχος πλάγιος β’.

ᾨδή α’. Ὡς ἐν ἡπείρῳ πεζεύσας.

        Τῶν ἱερῶν Ἀθλοφόρων τήν ἱεράν, καί σεπτήν πανήγυριν, ὁ λαός ὁ ἱερός, ἱερῶς τιμήσωμεν αὐτῶν, ταῖς δεήσεσιν δεινῶν ὅπως ρυσθείημεν.

        Ἱερονίκους στεφάνους παρά Χριστοῦ, εἰληφέναι σπεύδοντες, τό θανεῖν ὑπέρ τό ζῆν, οἱ γενναῖοι Μάρτυρες σαφῶς, ᾑρετίσαντο· διό δόξης ἐπέτυχον.

        Μή δειλιάσαντες πόνους τούς τῆς σαρκός, μή κολάσεις πτήξαντες, μή τό πῦρ τῶν διωκτῶν, Ἀθλοφόροι Μάρτυρες, Χριστόν, ἐν σταδίῳ ἀνεκηρύξατε.

Θεοτοκίον.

        Ὁ Ὑπερούσιος Λόγος οὐσιωθείς, ἐξ ἁγνῶνν αἱμάτων σου, ἐθεούργησεν ἡμᾶς καί φθορᾶς ἐῤῥύσατο Ἁγνή· διά τοῦτο σέ πιστῶς ἀεί δοξάζομεν.

ᾨδή γ’. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.

        Θεοῦ τάς βίβλους τῷ λαῷ, ἱερῶς ὑπανοίγων, καί φωτίζων καρδίας, στρατιῶται τοῦ Χριστοῦ, Τιμόθεε τῷ σεπτῷ, μαρτυρίῳ χαίρων ἐπιβέβηκας.

        Ἐνθέῳ πόθῳ τήν ψυχήν, πυρπολούμενος Μάρτυς, τῷ πυρί τῶν βασάνων, προσωμίλεις καρτερῶς. Διό σέ ἡ τοῦ Χριστοῦ, θεία δρόσος, μάκαρ ἐπανέψυχεν.

      Ὁ νοῦς σου νεύσει πρός Θεόν, λαμπρυνόμενος Μάρτυς, οὐκ ᾐσθάνετο ὅλως, τῶν τυράννων τάς δεινάς, προσψαύσεις διά πυρός, γινομένας ἔνδοξε Τιμόθεε.

Θεοτοκίον

        Ὑπάρχων φύσει ἀπαθής, ὁ Υἱός σου Παρθένε, προσελάβετο σάρκα, ἐξ αἱμάτων σου ἁγνῶν, καί διά πάθους Σταυροῦ, τῶν παθῶν με, Ἄχραντε ἐῤῥύσατο.

Κάθισμα.

Ἦχος Α’. Τόν Τάφον Σου Σωτήρ.

        Τιμήσαντες Θεόν, ἀπημαύρωσαν πλάνην, Τιμόθεος σαφῶς, καί ἡ ἔνδοξος Μαῦρα, καί πᾶσαν ὑπομείναντες, οἱ πανένδοξοι βάσανον, ἐλαμπρύνθησαν ὑπέρ ἀκτίνας Ἡλίου, καί γεγόνασι, συλλειτουργοί τῶν Ἀγγέλων· οὕς πίστει δοξάσωμεν.

Δόξα. Τό αὐτό.

Καί νῦν. Τῆς Ἑορτῆς.

ᾨδή δ’. Χριστός μου δύναμις.

        Μεγίστην εὔκλειαν ἐπιποθήσαντες, ἠξιώθητε ταύτης, τέκνα φωτός θείου χρηματίσαντες, Μεγαλομάρτυρες Χριστοῦ, τῶν Ἀγγέλων ἰσοστάσιοι.

        Ἁγίων τάγμασι, συναριθμούμενος, καί εὐήκοα ὦτα πρός θεϊκούς, νόμους ἔχων ἔνδοξε, τάς διατρήσεις σταθερῶς, ἐκαρτέρησας Τιμόθεε.

        Ὑψοῦντες ξύλῳ σε, οἱ ματαιόφρονες προσβαρύνουσι λίθῳ τήν κεφαλήν, ἔνδοξε Τιμόθεε, ἀλλ’ ἐδυνάμωσε Χριστός, θείῳ σεμνυνόμενον.

        Ῥεόντων ἄστατον, φοράν μακάριοι, ἐβδελύξασθε ὄντως καί ἑαυτούς, πόνοις ἐξεδώκατε, τά δι’ αἰῶνος ἀγαθά, διά ταῦτα κληρωσάμενοι.

Θεοτοκίον

        Ἁγνείας σκήνωμα, κατοικητήριον, τοῦ Δεσπότου τῶν ὅλων τῶν προφητῶν, πάντων περιήχημα, Θεοχαρίτωτε Ναέ, τούς ὑμνούντας οἰκτείρησον.

ᾨδή ε’. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

        Συζύγου Μαῦρα φωτοειδής, λόγους ἠκροάσω εὐμενῶς, καί τήν ζοφώδη κακόνοιαν ἀποῤῥιψαμένη, φῶς ἐχρημάτισας, διά τοῦ μαρτυρίου θεομακάριστε.

        Τῷ θείῳ Πνεύματι σεαυτήν, Μαῦρα θωρακίσασα σεμνή, πρός συμπλοκήν τοῦ ἀλάστορος, χαίρουσα ἐξῆλθες, καί τοῦτον ἔτρεψας καί νίκης τούς στεφάνους, μάρτυς ἀπείληφας.

        Ἕνα Σε Κύριον Ἰησοῦν, καθομολογοῦσα ἡ Σεμνή, χειρί τόν ἄνθρωπον πλάσαντα, τέμνεται δακτύλους χειρός τήν ἄδικον, ἀνδρείως τιμωρίαν καθυποφέρουσα.

Θεοτοκίον

      Τήν καταιγίδα τῶν λογισμῶν, τάς ἐπαναστάσεις τῶν παθῶν, τῶν πειρασμῶν τό κλυδώνιον, κόπασον Παρθένε Θεοχαρίτωτε, καί σῶσον με ὑμνοῦντα τά μεγαλεῖα σου.

ᾨδή στ’. Τοῦ βίου τήν θάλασσαν.

        Οἱ Ἅγιοι Μάρτυρες, τῷ ἱστίῳ τοῦ Σταυροῦ, πνευματικῶς πτερούμενοι, τῶν πειρασμῶν τό πέλαγος ἀβλαβῶς, ἐν πίστει παρέδραμον, καί πρός θείους λιμένας ἀνεπαύσαντο.

        Ὑφάψαντες λέβητα, ἐν αὐτῷ Σε τόν Χριστόν ὁμολογοῦσαν, ῥίπτουσιν οἱ δυσσεβεῖς, ἀλλ’ ἔμεινας ἀβλαβής, τήν δρόσον τοῦ Πνεύματος, εὑραμένη σέ Μαῦρα ἀναψύχουσαν.

        Στρεβλούμενοι Μάρτυρες, πάσας στρέβλας τοῦ ἐχθροῦ, ἀνδρείως διελύσατε, καί τῇ ἀγάπῃ τέλειον τοῦ Χριστοῦ, ψυχάς συνεδήσατε, τῆς σαρκός ἀποθέσει Παναοίδιμοι.

Θεοτοκίον

        Πανάγαθε Δέσποινα, τόν Πανάγαθον Θεόν, ἡ ἐν σαρκί κυήσασα, κεκακωμένην πάθεσι τήν ψυχήν, ἐμήν νῦν ἀγάθυνον, ἵνα πίστει καί πόθῳ μεγαλύνω σε.

Κοντάκιον.

Ἦχος Δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

        Τούς πολυτρόπους αἰκισμούς ἐνεγκόντες, καί τούς στεφάνους ἐκ Θεοῦ εἰληφότες, ὑπέρ ἡμῶν πρεσβεύσατε πρός Κύριον, μνήμην τήν πανίερον τήν ὑμῶν ἐκτελούντων, μέγιστε Τιμόθεε, καί ἀοίδιμε Μαῦρα, τοῦ εἰρηνεῦσαι πόλιν καί λαόν· αὐτός γάρ ἐστι Πιστῶν τό κραταίωμα.

Ἕτερον. Ἡ Παρθένος σήμερον.

        Δι’ εὐχῆς ἀπώσατο, τούς πειρασμούς διαβόλου, καί Ἀγγέλου δέχεται, χειραγωγίαν ἡ Μάρτυς. Θρόνῳ γάρ ἐπουρανίῳ αὕτη προσήχθη, στέφανον στολήν λευκήν τε ἀπολαβοῦσα, ἵνα χαίρῃ αἰωνίως, μετά Μαρτύρων πάντων χορεύουσα.

Ὁ Οἶκος

        Τιμόθεον σύν Μαύρᾳ τῇ συζύγῳ σήμερον εὐφημήσωμεν. Οὗτοι γάρ τάς ποινάς τοῦ τυράννου γενναίως ὑπέμειναν εἰς οὐδέν τόν παρόντα βίον τιθέμενοι. Ὁ μέν τάς κόρας τῶν ὀφθαλμῶν ὑστερούμενος ἠγάλλετο. Ἡ δέ τούς δακτύλους τετμημένη καί τάς τῆς κεφαλῆς τρίχας ἐκτιλλομένη, καί θερμῷ ὕδατι βεβλημένη, οἱονεί παίζουσα τῷ αὐτῷ ὕδατι, τόν τύραννον μή θερμόν, ἀλλά ψυχρόν εἶναι λέγοντα ἐπεράντισεν. Ἀλλά καί προσβολάς τοῦ διαβόλου διττάς δι’ εὐχῆς ἐπεκρούσατο· διόπερ αὐτήν Ἄγγελος Θεοῦ εἰς Οὐρανόν ἀνάγων, καί θρόνον, καί στολήν λευκήν καί στέφανον ὑποδεικνύων ἔφη, ὅτι σοι ταῦτα ἠτοίμασται. Εἶτα εἰς ὑψηλότερα ἀναβιβάσας, καί ὑποδείξας ἔτι ἐκείνων λαμπρότερα ἔφη, ὅτι τῷ ἀνδρί σου ταῦτα ἐπεκληρώθησαν. Ἀλλ’ ὦ Μάρτυρες Ἅγιοι πρεσβεύσατε ὑπέρ ἡμῶν μετά δικαίων τε καί Ἀγγέλων πάντων χορεύοντες.

Συναξάριον

        Τῇ τρίτῃ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἐνδόξων καί Καλλινίκων Μαρτύρων Τιμοθέου καί Μαύρας.

 

Στίχ. Ἥπλωσε Χριστός χεῖρας ἐν Σταυρῷ πάλαι

Ἥπλωσε καί νῦν Μαῦρα σύν Τιμοθέῳ.

Σταυρῷ Τιμόθεος τριτάτῃ τανύθη ἅμα Μαύρᾳ.

        Οὗτος ὁ Ἅγιος Τιμόθεος ἐν τῷ σχήματι ὤν τῶν Κληρικῶν, τῶν Ἱερῶν λογίων ὑφηγητής ὤν, ἐκ κώμης Παναπέων, ἄρτι πρός κοινωνίαν γάμου, τήν Μαύραν ἀναγόμενος. Οὔπω δέ διαγενομένων εἴκοσιν ἡμερῶν, διαβληθείς ἄγεται πρός τόν Ἡγεμόνα Θηβαΐδος Ἀριανόν. Οὗ προστάξαντος ἀγαγεῖν αὐτῷ τάς βίβλους, ἅς τοῖς Χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο μέν οὐκ ἐποίησεν. Ἀντέφησε δέ τῷ Ἡγεμόνι, τάς βίβλους τέκνα ἡγεῖσθαι αὐτοῦ, ὑφ’ ὧν στηρίζεσθαι, καί ὑπό τῶν Ἀγγέλων φρουρεῖσθαι, τῆς τῶν γεγραμμένων δυνάμεως καλούσης αὐτούς εἰς βοήθειαν, μηδένα δέ ἑκοντί τέκνα διδόντα εἰς θάνατον. Ὅθεν σίδηρα πεπυρωμένα ἐνέβαλον αὐτοῦ τοῖς ὠσίν. Ὑφ’ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι διατακεῖσαι ἐξέπεσον. Εἶτα δεσμοῦσιν αὐτοῦ ἐπί τροχοῦ τούς ἀστραγάλους, καί κυμόν ὑποβάλλουσιν αὐτοῦ τῷ στόματι. Καί κρεμοῦσιν ἐπί κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ προσδήσαντες. Ὡς δέ τούτοις οὐκ ἐνεδίδου, τήν γαμετήν αὐτοῦ Μαῦραν ἀπατῆσαι ἐλπίσας ὁ Ἡγεμών, ἔπειθε κοσμησαμένην, διά κολακείαν, θεραπείας τοῖς εἰδώλοις προσαγαγεῖν. Ἡ δέ οὐκ ἤκουσε. Μᾶλλον δέ ταῖς τοῦ Ἁγίου πεισθεῖσα παραινέσεσι, τοῦ Ἡγεμόνος ἐνώπιον Χριστιανήν ἑαυτήν ὡμολόγησε. Τίλλεται οὖν τάς τρίχας τῆς κεφαλῆς, καί τούς δακτύλους τέμνεται, καί βαπτίζεται ἐν θερμῷ ὕδατι. Ἐν ᾧ μείνασα ἄφλεκτος, ὑπόνοιαν παρέσχε τῷ Ἡγεμόνι, ὡς οὐ θερμόν ἦν, ἀλλά ψυχρόν τό ὕδωρ, ἐν ᾧ ἐβαπτίσθη. Ὅθεν ραντισθῆναι αὐτόν κατά τῆς χειρός κελεύει. Τῆς δέ Ἁγίας, τῇ χειρί λαβούσης ἀπό τοῦ λέβητος, καί ἐπιβαλούσης αὐτῶ κατά τήν χεῖρα, ἀπεῤῥύη τό δέρμα τοῦ Ἡγεμόνος. Ἐπί τούτῳ οὖν σταυροῖ αὐτούς ἀμφοτέρους, καί ἐπιμείναντες ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους παρῄνουν ὡς ἐκ διαδοχῆς ἐγκαρτερεῖν ταῖς κολάσεσι, καί μή ἐνδοῦναι συνεβούλευον. Καί οὕτω τά Πνεύματα ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν. Ἐγένετο δέ ὡς ἐν ἐκστάσει ἐλθεῖν τόν διάβολον τῇ Ἁγίᾳ Μάρτυρι ἔτι τῷ Σταυρῶ ᾐρτημένῃ, ὀρέγειν ποτήριον μέλιτος καί γάλακτος ἔμπλεων πίειν προτρεπόμενον. Τήν δέ δι’ εὐχῆς ἀπώσασθαι. Καί πάλιν ἐπί ποταμόν ἀγαγεῖν ῥέοντα τούς προοφθέντας χυμούς, καί πιεῖν ἐπιτρέπειν, τήν δέ εἰπεῖν· οὐκ ἐξ αὐτῶν πίομαι, ἀλλ’ ἐκ τοῦ ποτηρίου οὗ μ’ ἐκεράσατο ὁ Χριστός. Καί οὕτω τόν διάβολον ἡττημένον ἐλθεῖν ἀπ’ αὐτῆς. Ἄγγελον δέ τοῦ Θεοῦ παραστάντα, δόξαι τήν Ἁγίαν εἰς τόν Οὐρανόν ἀγαγεῖν, τῆς χειρός λαβόμενον, καί ὑποδεῖξαι αὐτῇ θρόνον, καί στολήν λευκήν ἐπ’ αὐτόν, καί στέφανον, καί εἰπεῖν, ὅτι σοι ταῦτ’ ἡτοιμάσθησαν. Εἶτα πρός ὑψηλότατον ἀγαγεῖν, καί πάλιν ὑποδεῖξαι θρόνον ἔτερον, καί πανευπρεπεστάτην στολήν, καί στέφανον, καί προσειπεῖν, ὅτι ταῦτα τῷ ἀνδρί σου ἀπεκληρώθησαν. Ἡ δέ τοῦ τόπου διαφορά παραδηλοῖ σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι τῆς σωτηρίας ἐγένετο. Τελεῖται δέ ἡ αὐτῶν Σύναξις ἐν τῷ Ἁγιωτάτῳ αὐτῶν Μαρτυρίῳ τῷ ὄντι πέραν ἐν Ἰουστινιαναῖς.

        Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδή ζ’. Δροσοβόλον μέν.

        Οὐκ ᾐσθάνου ταῖς λαμπάσι παναοίδιμε, ἐλογιζομένης πάντοθεν, πῦρ ἐγκάρδιον τήν ἀγάπην φέρουσα Χριστοῦ, καί Τούτῳ βοῶσα ἐμμελῶς· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

        Νυσταγμόν ἀπό βλεφάρων ἀπωσάμενος, κακίας ὦ Τιμόθεε, ἐκαρτέρησας, ὀφθαλμόν πηρώσεις τόν Χριστόν, καρδίας τοῖς ὅμμασιν ὁρῶν, καί μελῳδῶν διηνεκῶς· Εὐλογητός εἶ ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

        Οἱ τά κάτω παριδόντες θεῖοι Μάρτυρες, τῶν ἄνω δέ τήν οἴκησιν κληρωσάμενοι, Ἱεραῖς τιμάσθωσαν ᾠδαῖς, βοῶντες ἀπαύστως σύν ἡμῖν· Εὐλογητός εἶ ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

        Ὑπερύμνητε Παρθένε Ὑπερύμνητον, Θεόν ἀποκυήσασα, τούς ὑμνούνταςσε, κοινωνούς ἀνάδειξον φωτός, καί γεένης ρῦσαι καί φλογός, καί πάσης βλάβης τοῦ ἐχθροῦ ταῖς ἱκεσίαις σου.

ᾨδή η’. Ἐκ φλογός τοῖς Ὁσίοις.

        Συντηροῦντες τούς Νόμους τοῦ παντοκράτορος, ἀνομούντων τῶ κράτει οὐχ ὑπεκύψατε, σέβας πονηροῖς οὐχ ἐνείματε δαίμοσι, Μάρτυρες γενναῖοι, Κυρίου κληρονόμοι.

        Συζυγίᾳ ἀρίστῃ σαφῶς συνδούμενοι, τόν ζυγόν τοῦ Κυρίου τόν ἐλαφρότατον, ηὕρετε ὁμοῦ ἐπαυχένιον Μάρτυρες, καί ταῖς τῶν Μαρτύρων, συνήφθητε ἀγέλαις.

        Ἐπί ξύλου ταθέντες Σταυροῦ πανεύφημοι, ἐπί πλεῖστας ἡμέρας ἐξεικονίσατε, Πάθος τό σεπτόν, τοῦ Παθόντος βουλήματι· Ὅν ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον

        Ὡραιώθης Παρθένε ἀποκυήσασα, ὡραιότατον κάλλει Χριστόν τόν Κύριον, θείαις τούς πιστούς, ἀγλαΐαις φαιδρύνοντα· Ὅν ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.

ᾨδή θ’. Θεόν ἀνθρώποις ἰδεῖν.

        Ἰδεῖν τήν δόξαν κατηξιώθητε, τοῦ Ἑαυτόν κενώσαντος δι’ οἶκτον πανεύφημοι. Τούς Αὐτοῦ γάρ Νόμους ἐφυλάξατε, καί κοινωνοί τῶν Τούτου παθημάτων γεγόνατε· ὅθεν συνελθόντες, εὐσεβῶς Ὑμᾶς γεραίρομεν.

        Ὡρῶν ἰσάριθμον διηνύσατε, μέτρον σοφοί, νυκτῶν καί ἡμερῶν προσηλούμενοι, τοῦ δι’ οἶκτον Σταυρῷ ὁμιλήσαντος· Ὅν καθομολογοῦντες, πάντων δεσπόζοντα, Τούτου ἐν χερσί τά πνεύματα ἔθεσθε.

        Στρατός Ἀγγέλων, Χορός μακάριος, τῶν προφητῶν, Μαρτύρων, Ἀποστόλων, Ὁσίων τε, τῇ ἀνόδῳ Ὑμῶν ἐπεκρότησε· πάντων δέ ὁ Δεσπότης, στέφει κατέστεψε, Μάρτυρες Ὑμᾶς νικητικῶς ὡς Ὑπεράγαθος.

        Ἡμῖν τοῖς πόθῳ Ὑμᾶς γεραίρουσι, καί τήν σεπτήν Ὑμῶν, ἐπιτελοῦσι πανήγυριν, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν τε, δεινῶν ἀπαλλαγήν σοφοί αἰτήσαθε.

Θεοτοκίον.

        Φωτί τῷ σῷ με Θεοχαρίτωτε, ἐν γυναιξί, Παρθένε καταλάμπρυνον δέομαι, καί πυρός αἰωνίου με λύτρωσαι, ὅπως σέ μεγαλύνω, ὅπως κατά χρέος ἀνυμνῶ τά μεγαλεῖα σου.

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

        Τιμόθεον τιμήσωμεν καί Μαῦραν μεγαλύνωμεν, τούς στρατιώτας Κυρίου, καί ἡμετέρους προστάτας· αὐτοί γάρ ἠγωνίσθησαν, καί τόν Χριστόν ἐκήρυξαν, ἐνώπιον παρανόμων, ἕνα Θεόν ἐν Τριάδι καί Βασιλέα ἁπάντων.

 

Καί, τό τῆς Ἑορτῆς.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

        Ἱστῶμεν στίχους δ’ καί ψάλλομεν τά γ’ τῶν Ἁγίων, δευτεροῦντες τό α’.

 

Ἦχος Α’. Πανεύφημοι Μάρτυρες.

        Τό ζεῦγος τό ἅγιον Χριστοῦ, ξυνωρίς ἡ ἔνθεος, τό τῶν Μαρτύρων καλλώπισμα, μέγιστοι Μάρτυρες, οἱ τήν θείαν ζεύγλην, ἐν βασάνοις στέρξαντες καί μάστιγας Τυράννων μή πτήξαντες· καί νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τήν εἰρήνην καί τό μέγα ἔλεος

        Μορφῇ ἀστραπτούσῃ, ὦ σεμνή, Μαῦρα παμμακάριστε, καί τῷ φωτί τῆς σῆς χάριτος, ὄψεις ἠμαύρωσας, τοῦ δεινοῦ Τυράννου, καί σπασμοῖς τριχῶν τῶν σῶν, Θεῷ ἀναφανδόν προσωμίλησας· ἐντεῦθεν ἔφλεξας, καί λεβήτων ἐν τοῖς βράσμασι, τοῦ Βελίαρ τήν κάραν τήν ἄδικον.

        Ἰσχύϊ Τιμόθεε ψυχῆς, καί καρδίας ὅλης σου, Θεόν τιμῶν τόν ὑπέρτιμον, πυρί φλεγόμενος, καί τοῖς ὀβελίσκοις εἴληφας φωνῆς Θεοῦ, καρδίας ἐν ὠσί τήν τερπνότητα· καί ἐν κρεμάσματι, ἀντιστρόφῳ πρός Οὐράνιον, δρόμον τρέχων τό στέφος εἰσδέδεξαι.

Δόξα. Ἠχος πλ. Β’.

        Σήμερον συγκαλεῖται ἡμᾶς τῶν Ἀθλοφόρων ἡ πανσεβάσμιος πανήγυρις. Δεῦτε οὖν ἐν ὕμνοις, καί ᾠδαῖς ἑορτάσωμεν τήν μνήμην αὐτῶν, λέγοντες· Χαίρετε στῦλοι ἀῤῥαγεῖς, καί τῆς Τριάδος ὑπέρμαχοι, ὑπέρ ἧς τά πάντα κατεφρονήσατε, τάς βασάνους φέροντες γενναίως, ἀδιάσειστοι τό νοεῖν διαμείναντες. Χαίρετε, προστάται ἡμῖν καί θεμέλιοι τῆς πίστεως Χριστοῦ, οἱ τόν ἐχθρόν τροπωσάμενοι, τῇ ἰσχύϊ τῇ δοθείσῃ ὑμῖν παρά Θεοῦ. Χαίρετε οἱ τῷ Σταυρῷ τανυθέντες, τό Σωτήριον Πάθος μιμούμενοι, καί διά Χριστόν ταῖς ἐρυθραῖς βαφαῖς τῶν ὑμετέρων αἱμάτων ἑαυτούς ἐκκαθάραντες. Διό καί νῦν Ἀθλοφόροι μακάριοι μή παύσησθε πρεσβεύοντες ὑπέρ τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.

Καί νῦν. Τό τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη, καί Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

        Τυπικά. Μακαρισμοί καί ἐκ τοῦ Κανόνος τῆς ἑορτῆς ᾠδή γ’ καί ἐκ τοῦ Κανόνος τῶν Ἁγίων ᾠδή στ’.

        Ἀπολυτίκια· τῆς Ἑορτῆς καί τῶν Ἁγίων. Ὁμοίως καί τό Κοντάκιον.

        Ὁ Ἀπόστολος· Ἀδελφοί ἐνδυναμοῦσθε ἐν Κυρίῳ. (Ζήτει αὐτόν Σεπτεμβρίου κ’)

        Τό Εὐαγγέλιον·   Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· οὐδέν συγκεκαλυμένόν ἐστιν. (Ζήτει αὐτόν τῇ Παρασκευῇ τῆς ζ’ Ἑβδομάδος)

        Κοινωνικόν τῶν Ἁγίων.

        Εἰ δ’ οὖν λέγε Ἀπόστολον καί Εὐαγγέλιον καί τῆς Ἑορτῆς, ὁμοίως καί Κοινωνικόν.

 

Μεγαλυνάριον.

        Ζεῦγος ἁγιόλεκτον τοῦ Χριστοῦ, ξυνωρίς ἁγία ἡ κηρύξασα τόν Χριστόν, Τιμόθεε Μάρτυς, ἅμα τῇ λαμπρᾷ Μαύρᾳ, συγχώρησιν πταισμάτων ἡμῖν αἰτήσασθε.

Ἕτερα·

        Ἕρωτι τρωθέντες τῷ τοῦ Χριστοῦ, ᾕρθητε ἐν ξύλῳ τῶν Μαρτύρων ἡ καλλονή, τρισόλβιον ζεῦγος, καί τῆς νήσου προστᾶται, Τιμόθεε καί Μαῦρα, ταύτην φυλάξατε.

        Ζεῦγος ἱερώτατον καί σεπτόν, ξυνωρίδα θείαν, τούς τιμήσαντας τόν Χριστόν, προφρόνως ἐν ἄθλοις, Τιμόθεε σύν Μαύρᾳ, ὁμόφρονι συζύγῳ, ὑμᾶς γεραίρομεν.

 ΠΗΓΗ:http://orthodoxhymnography.blogspot.gr

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s