ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ Γ΄ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ (2015)

25 ΜΑΪΟΥ 2015

­+Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου

Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ (24/5/15)

 

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ Ἀναγνώστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      
  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

 

Δόξα Πατρί… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                      ὁ διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ α’ χορός

Ἦχος δ’. Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἐδωκας σημείωσιν

Ἔπαθες ὡς ἄνθρωπος, ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας, πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν τὸν Παράκλητον, τοὶς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι, ὡς ἄνθρωποι ἔλεγον, τοῖς τοῦ λόγου Μύσταις· οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς, ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε, πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα τελέσατε.

 ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον

Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε Κύριε, λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν

 

Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου

ὁ β’ χορός

Ἦχος πλ. δ’

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 

Ὢ τοῦ παραδόξου θαύματος

Μάκαρ, Ἰωάννη Πρόδρομε, ὑπὲρ ἡλίου αὐγάς, ἀνατείλασα ἤστραψεν, ἐκ τῆς γῆς ἡ Κάρα σου, καὶ πιστοὺς κατελάμπρυνεν, ἣν ὥσπερ θεῖον, θησαυρὸν ἔχοντες, πλουσίαν χάριν ἀπαρυόμεθα, ἁγιαζόμενοι, καὶ ψυχὰς καὶ σώματα, καὶ λογισμούς, καὶ πανηγυρίζοντες, σὲ μακαρίζομεν.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Χάριν ἀέναον βρύουσα, ἡ Ἱερὰ Κεφαλή, σοῦ μακάριε Πρόδρομε, ἱερεῖ θεόφρονι, ἀγνοοῦντι μηνύεται, ὃς ἐπισπεύσας, πίστει καὶ χάριτι, σαφῶς ποιεῖται ταύτης τήν εὕρεσιν, ἁγιαζόμενος, σὺν λαῷ θεόφρονι καὶ Βασιλεῖ, πίστιν τὴν ὀρθόδοξον, θερμῶς κρατύνοντι.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τρίτην τελοῦμεν φανέρωσιν, σοῦ τῆς σεπτῆς Κεφαλῆς, ἣν τριὰς ἐστεφάνωσεν, ἐκτμηθεῖσαν ἔνδοξε, διὰ ζῆλον τὸν ἔνθεον, καὶ τῇ εὑρέσει, ταύτης ἀγάλλονται, Ἀγγέλων τάξεις, Μαρτύρων σύλλογος, θεῖοι Ἀπόστολοι, καὶ Προφῆται ἅπαντες, μεθ’ ὧν ἡμῶν, πάντοτε μνημόνευε, Κυρίου Πρόδρομε.

 ὁ α’ χορός

Δόξα Πατρί… ἦχος πλ.β’

Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος Κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυόμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ, Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος δ’

Ὅτε παραγέγονας ἐπὶ τὸ ὄρος, Χριστέ, τῶν Ἐλαιῶν, Πατρὸς ἐπιτελέσαι τὴν εὐδοκίαν, ἐξέστησαν οἱ οὐράνιοι Ἄγγελοι καὶ ἔφριξαν οἱ καταχθόνιοι, παρίσταντο δὲ οἱ Μαθηταὶ μετὰ χαρᾶς ἔντρομοι, ὡς ἐλάλεις αὐτοῖς· ὡς θρόνος δὲ ἡτοίμαστο ἐξ ἐναντίας νεφέλη προσμένουσα, πύλας δὲ ὁ οὐρανὸς διαπετάσας, τῷ κάλλει ἐφαίνετο, καὶ ἡ γῆ τοὺς κρυπτῆρας ἀνακαλύπτει, Ἀδὰμ τὴν κατάβασιν ὡς γνωσθῆναι, καὶ τὴν αὖθις ἀνάβασιν, ἀλλ’ ἴχνη μὲν ὑψοῦτο, ὡς ὑπὸ χειρός, στόμα δὲ μεγάλα ηὐλόγει, ὡς ἠκούετο· νεφέλη ὑπελάμβανε, καὶ οὐρανὸς ἔνδον σε ὑπεδέξατο. Ἔργον τοῦτο Κύριε εἰργάσω, μέγα καὶ παράδοξον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

 

Εἴσοδος.

Σοφία Ὀρθοί !

Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

Τῇ Κυριακῇ ἑσπέρας  

Ἦχος πλ. δ’

ὁ α’ χορός

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

     ὁ β’ χορός

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

ὁ α’ χορός

Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

 

  • Ὁ διάκονος:
  • Εἴπωμεν πάντες …….Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

  • Ὁ διάκονος:
  • Πληρώσωμεν τὴν ἑσπερινὴν ……

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου.

ὁ α’ χορός

Ἦχος β’

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

Δεῦτε, τὴν τιμίαν Κεφαλήν, τὴν ἀποτμηθεῖσαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ πιστοί, σήμερον τιμήσωμεν, ἐν τῇ εὑρέσει αὐτῆς, ὑπατῶντες ἐν ᾄσμασι, γεραίροντες πόθῳ, χάριτας προχέουσαν τῶν ἰαμάτων ἡμῖν, ἥνπερ, ὁ ληρώδης Ἡρῴδης, πάλαι προαπέτεμεν οἴστρῳ, τῇ Ἡρῳδιάδι συμπλεκόμενος.

 ὁ β’ χορός

Στίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ.

 Ὥσπερ, ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ Κεφαλὴ δᾳδουχεῖ, σκεύει διαλάμπουσα, καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρῴδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ δὲ φωτίζουσα τὰς διανοίας ἡμῶν, ἣν περ, ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν.

 ὁ α’ χορός

Στίχ. Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.

 Πάλαι, ὥσπερ θεῖος θησαυρός, σκεύει κεκρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν ἀποκαλύπτεται, ὥσπερ πλοῦτον προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα, ψυχὰς φωτίζουσα· ὅθεν θυμηδίας ἁπάσης, χάριν ἀπολαύοντες, πάντες τοῦ Χριστοῦ τὸν Πρόδρομον ὑμνήσωμεν.

 

 

.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος β’

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προσβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν τῆς γῆς ταμείων σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν… Ἦχος δ΄’

Τὴν καταβᾶσαν φύσιν τοῦ Ἀδὰμ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ Θεός, καινοποιήσας σεαυτῷ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνήγαγες σήμερον· ὡς ἀγαπήσας γάρ, συνεκάθισας, ὡς συμπαθήσας δέ, ἥνωσας σαυτῷ, ὡς ἑνώσας συνέπαθες, ὡς ἀπαθὴς παθῶν δέ, συνεδόξασας, ἀλλ’ οἱ Ἀσώματοι τίς ἐστιν οὗτος, ἔλεγον, ὁ ὡραῖος ἀνήρ; ἀλλ’ οὐκ ἄνθρωπος μόνον, Θεὸς δὲ καὶ ἄνθρωπος, τὸ συναμφότερον τὸ φαινόμενον. Ὅθεν ἔξαλλοι Ἄγγελοι, ἐν στολαῖς περιϊπτάμενοι, τοὺς Μαθητάς, Ἄνδρες ἐβόων· Γαλιλαῖοι, ὃς ἀφ’ ὑμῶν πεπόρευται, οὗτος Ἰησοῦς ἄνθρωπος Θεός, θεάνθρωπος πάλιν ἐλεύσεται, κριτὴς ζώντων καὶ νεκρῶν, πιστοῖς δὲ δωρούμενος ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δόξα Πατρὶ… Καὶ νῦν…

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
  • ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορὸς

Ἀπολυτίκιον  

ἦχος δ’. Ταχὺ προκατάλαβε

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…

Ἀπολυτίκιον. Ἦχος δ’                              

Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

 

Ἀπόλυσις

«…῾Ο ἐν δόξῃ ἀναληφθείς ἀφ’ ἡμῶν εἰς τούς οὐρανούς καί ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καί Πατρός, Χριστός ὁ ἀληθινός Θεός…»

 24 ΜΑΪ15 ΕΣΠΕΡΙΝΟΣ Γ΄ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s