ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΑΠΟΔΟΣΕΩΣ ΕΟΡΤΗΣ ΜΥΡΟΦΟΡΩΝ ΚΑΙ ΕΟΡΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ (2015)

 

2  ΜΑΪΟΥ 2015

ΣΑΒΒΑΤΟΝ τῆς Γʹ ἑβδομάδος.

Ἡ ἀπόδοσις τῆς ἑορτῆς τῶν Μυροφόρων,

Ἡ ἀνακομιδὴ τῶν λειψάνων Ἀθανασίου τοῦ Μεγάλου πατριάρχου Ἀλεξανδρείας.

 

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ δὲ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

Ἦχος β ‘

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἦχος β’

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορὸς

Ἦχος β’

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

ὁ α’ χορός

Δόξα Πατρί… Ἀπολυτίκιον Ἦχος γ’

Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ  γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

 

 

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος β’

Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε, ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…

Μετὰ τὴν α´ Στιχολογίαν.

ΚΑΘΙΣΜΑΤΑ 

ὁ α’ χορός

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος β’ Ἀναστάσιμα

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως ἀναστάς, παρέσχες πᾶσι, Κύριε, δόξα σοι.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Τὸν κόλπον τὸν ἄχραντον, ἐν ὑψίστοις μὴ κενώσας, ταφὴν καὶ ἀνάστασιν, ὑπὲρ πάντων κατεδέξω, Κύριε, δόξα σοι.

ὁ α’ χορὸς

Καὶ νῦν…

Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα Ἦχος γ’

Θείας πίστεως

Θείοις δόγμασιν ὀρθοδοξίας, Πάτερ ὥπλισας τὴν Ἐκκλησίαν, ταῖς διδαχαῖς σου τὰς αἱρέσεις ἐξέτεμες, τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας, καὶ ὡς ὁ Παῦλος τήν πίστιν τετήρηκας· λοιπὸν ἀπόκειται, καὶ σοὶ παναοίδιμε, ὁ δίκαιος τῶν πόνων σου στέφανος.

ὁ β’ χορὸς

Δόξα Πατρί…Ἦχος δ’

Ἐπεφάνης σήμερον

Ὥσπερ ἄστρον ἄδυτον, καὶ μετὰ πότμον, σῶν δογμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἱερομύστα σοφὲ Ἀθανάσιε.

ὁ β’ χορὸς

Καὶ νῦν…Κάθισμα τῆς Ἑορτῆς

Ἦχος β’

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν βοῶμέν σοι, Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

 

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ὁ Ν’ Ψαλμὸς χύμα

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ποίημα Ἰωάννου Μοναχοῦ

Ὠδὴ α’

ἦχος β’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή΄ Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.

 ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐσταυρώθης σαρκί, ὁ ἀπαθὴς τῇ φύσει τοῦ Πατρός, ἐκεντήθης τὴν πλευράν, πηγάσας κόσμῳ αἷμα καὶ ὕδωρ΄ Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν Σταυρόν σου τιμῶ, καὶ τὴν Ταφὴν δοξάζω ἀγαθέ, καὶ ὑμνῶ καὶ προσκυνῶ τὴν Ἔγερσίν σου, καὶ ἀνακράζω΄ Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

 ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν ἀρχαίαν ἀράν, ἐν γαστρί σου λύσασα Σεμνή, ἀνεβλάστησας ἡμῖν, τὴν εὐλογίαν, βρέφος τεκοῦσα· οὗτος γὰρ Θεός, εἰ καὶ σάρκα φορεῖ.

 

Τοῦ Ἁγίου

ᾠδὴ α’  Ἦχος γ’

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ᾌσωμεν τῷ  Κυρίῳ  

Ὡς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν, ἐν θεοπνεύστοις λόγοις, πάντες, Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὃν περ καὶ μετὰ θάνατον, ἐδόξασε Χριστὸς ὁ Θεός, ὡς οἰκεῖον θεράποντα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰς θεωρίας βάθος, ἐκταθεὶς τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τοὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὑμνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ’ ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

 

ᾠδὴ γ’ 

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω Σωτήρ.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ΄ Ἀπόλυσόν μοι τὸν κακοῦργον λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Μακαρία εἶ Σεμνή, ἡ ἐκ ῥίζης Ἱεσσαί, ἐξ ἧς ἡ ῥάβδος, καὶ τὸ ἄνθος ὁ Χριστός, κατὰ σάρκα δι’ ἡμᾶς, ἀναβλαστήσασα.

 

Τοῦ Ἁγίου

ᾠδὴ γ’

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐστερεώθη ἡ καρδία μου

Ταῖς ἀστραπαῖς τῶν λόγων σου Ἱεράρχα, τὴν τυφλὴν ἠμαύρωσας τοῦ Ἀρείου διδασκαλίαν, γενόμενος ὀφθαλμὸς τῶν πιστῶν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐξυφανθέντα πόνοις σου καὶ ἱδρῶσιν, ἐνεδύσω Ὅσιε τὸν ποδήρη, τῆς ἀληθείας ἐν χάριτι, ἱερουργήσας Χριστῷ.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Ὡς ταξιάρχης παραστάσεως θεολέκτου, συνασπισμὸν διέκοψας θεομάχων, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ὁπλισάμενος. 

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον   

Ἡ τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, καὶ ἀνθρώπους τῆς φθορᾶς ἀπαλλάξαντα, Θεοτόκε ἱκέτευε σωθῆναι ἡμᾶς

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν..

ὁ β’ χορὸς

Κάθισμα τοῦ Ἁγίου

Τὴν ὡραιότητα  Ἦχος γ’

Τὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν Θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.

ὁ α’ χορὸς

Κάθισμα τῆς Ἑορτῆς

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος β’

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμα κενὸν θεασάμεναι, τοῖς Ἀποστόλοις ἔλεγον· Τὴν φθορὰν καθεῖλεν ὁ κραταιός, καὶ τοὺς ἐν ᾍδῃ ἥρπασε τῶν δεσμῶν. Κηρύξατε παρρησία, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

ᾠδὴ δ’ 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν. Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.

ὁ α’ χορὸς

 Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ ἠχμαλώτευσας, τὴν τοῦ ᾍδου γαστέρα, καὶ συνήγειρας νεκρούς, καὶ τοῦ θανάτου κατέλυσας τὴν τυραννίδα, ὅθεν οἱ ἐξ Ἀδὰμ προσκυνοῦντες, ὑμνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν Χριστέ.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ εὐδοκήσας Σωτὴρ ἡμῶν, διὰ σπλάγχνα ἐλέους, προσπαγῆναι τῷ Σταυρῷ, καὶ τῆς πατρῴας λυτρώσασθαι ἡμᾶς κατάρας, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων, δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τὸν ἐν γαστρί σου σκηνώσαντα, ἀλοχεύτως τεκοῦσα, Μητροπάρθενε ἁγνή, ἀκαταπαύστως ἱκέτευε, ὡς Θεοτόκος, λῦσαί μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις βοηθεῖν.

ᾠδὴ δ’

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰσακήκοα τὴν ἀκοήν σου

Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, Ὅσιε Πάτερ, τὴν πηγὴν ἐν τῇ καρδίᾳ σου, τῆς ζωῆς κεκτημένος.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνεπλήρωσας ἐν τῇ σαρκί σου, Ὅσιε Πάτερ, τοῦ Κυρίου τὰ παθήματα, ὑπὲρ τῆς Ἐκκλησίας αὐτοῦ. 

ὁ β’ χορὸς

Δόξα Πατρί…  

Διωκόμενος ὑπὸ ἀθέων, Ὅσιε Πάτερ, ἀπεδίωξας τῆς ποίμνης σου, ἀρειόφρονα πλάνην.

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον 

Μήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε…

ὁ β’ χορὸς

…ἀπὸ πάσης ἀνάγκης.

 

ᾠδὴ ε’ 

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου, καταύγασόν με ὡς μόνος, τῆς εἰρήνης Βασιλεύς.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ τὴν ἀρχαίαν στολήν μου, ἥν μοι ἐξύφανεν, οἴμοι! ὁ σπορεὺς τῆς ἁμαρτίας ἐξέδυσάς με Σωτήρ μου, ἐνδυσάμενος ἐμέ.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φύλλα συκῆς ἔῤῥαψέ μοι, ἡ ἁμαρτία μου οἴμοι! μὴ φυλάξαντι Σωτήρ μου τὴν ἄχραντον ἐντολήν σου, τῇ τοῦ ὄφεως βουλῇ.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ τὴν ἀσπόρῳ κυήσει, γεννήσασαν ὑπὲρ φύσιν, τὸν καινίσαντα τὴν φύσιν, Χριστὸν τὸν μόνον Δεσπότην, ἀνυμνοῦμεν οἱ πιστοί.

 

ᾠδὴ ε’

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν

Δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες τὴν γῆν, Ἀθανασίου τοῖς λόγοις παιδευόμενοι· στόμα γὰρ τοῦ Λόγου τοῦ πρὸ αἰώνων, ἀνεδείχθη διὰ πίστεως.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πύργος φανεὶς Μακάριε ἀκατάβλητος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάσας τοῦ Ἀρείου, μηχανουργίας διεσάθρωσας. 

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Ταῖς ἱκεσίαις Κυρίου τοῦ Ἱεράρχου σου, τοὺς οἰκτιρμούς σου ἡμῖν ἀντικατάπεμψον, καὶ τῆς βασιλείας σου, ἀξίους ποίησον ὡς εὔσπλαγχνος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὴν ἐκ Δαυῒδ βλαστήσασαν ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσαν ἐν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν Παρθένον… 

ὁ α’ χορὸς 

…μετὰ τόκον ἁγνὴν.

 

ᾠδὴ ς’ 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι, ἀλλ’ ὥς περ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νεκρός ἐστιν ὁ ᾍδης, θαρσεῖτε γηγενεῖς, ὁ γὰρ Χριστὸς ἐπὶ ξύλου κρεμάμενος, ἀπέῤῥιψε τὴν ῥομφαίαν κατ’ αὐτοῦ, καὶ κεῖται νεκρός, οὓς εἶχε γὰρ ἐσκυλεύθη γυμνωθείς.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐσκύλευται ὁ ᾍδης, θαρσεῖτε οἱ νεκροί, καὶ τὰ μνημεῖα ἠνοίχθη, ἐγείρεσθε, βοᾷ ὑμῖν ἐκ τοῦ ᾍδου ὁ Χριστός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, ἐκ θανάτου καὶ φθορᾶς.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Γαστρὶ ἀγεωργήτως συνέλαβες Ἁγνή, τῆς ἀφθαρσίας τὸν βότρυν ὡς ἄμπελος, ἐξ οὗ τῆς ἀθανασίας οἱ κρουνοί, ὡς οἶνον ἡμῖν πηγάζουσι, τὴν αἰώνιον ζωήν.

 

ᾠδὴ ς’

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐβόησα ἐν στεναγμοῖς ἀσιγήτοις

Παράδεισον ἀληθῶς ἀπειργάσω, μάκαρ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, κατασπείρας ἐν αὐτῇ τὸν λόγον τὸν εὐσεβῆ, καὶ τῶν αἱρέσεων, ἐκτεμὼν τὰς ἀκάνθας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Παράδεισον ἀληθῶς ἀπειργάσω,…

ὁ β’ χορὸς

Δόξα Πατρί… 

Τῆς χάριτος ποταμὸς θεοφόρε, Νεῖλος ἐδείχθης νοητός, καρποδότης εὐσεβῶν διδαγμάτων τοῖς πιστοῖς, ποτίζων ἅπαντας, καὶ τὰ πέρατα τρέφων.

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Τὴν ἄχραντον ἀνυμνοῦμεν Μητέρα, τὴν μετὰ τόκον Παρθένον, τὴν χωρήσασαν γαστρὶ τὸν ἀχώρητον παντί, τὸν συναΐδιον τῷ  Πατρί, καὶ τῷ  Πνεύματι Λόγον.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες…

Κοντάκιον  Ἦχος β’ (χύμα)

Τοῖς τῶν αἱμάτων σου

Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν μνήμην σου.

Ὁ Οἶκος

Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς  τῆς ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ  αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Β’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.

Στίχοι

  • Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
  • Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
  • Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.

Στίχοι

  • Ζωῆς στερεῖ πῦρ Ἕσπερον Ζωήν ἃμα,
  • Ζωήν ποθοῦντας τήν ἀνέσπερον μόνην.

 

  • Ζέοντας ἄρτους συγγόνους δέχου δύω,
  • Ἄρτι κλιβάνου, Σώτερ, ἐκβεβλημένους.

 

Ὁ ἅγιος Ἰορδάνης ὁ θαυματουργός ἐν εῖρήνη τελειοῦται.

Στίχοι

  • Κἄν εἰς μυχόν γῆς ἐῤῥύης, Ἰορδάνη,
  • Ἐκχεεῖς ἐκεῖθεν θαυμάτων Ἰορδάνην.

 

 Ταῖς τῶν σῶν  Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

Ἦχος α’

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 

ὁ β’ χορὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

…ἐν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

ὁ α’ χορὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

ὁ β’ χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 

ὁ α’ χορὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ὁ α’ χορὸς

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α΄)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

Καταβασία

ὁ α’χορὸς

Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 

 

.

 

.

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις

Ἐξαποστειλάρια

ὁ α’ χορὸς

Ὁ οὐρανὸν τοῖς ἄστροις… ἦχος γ’

Ἀρχιερέων τὸ κλέος, καὶ τῆς Αἰγύπτου τὸ θρέμμα, ἀθανασίας τὸ κῦδος, ὑμνήσωμεν ἐν αἰνέσει, ὡς καθαιρέτην Ἀρείου, καὶ τῶν πιστῶν ὡς προστάτην.

 

ὁ β’ χορὸς

ἦχος β’

Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, τύραννον ᾍδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια, βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη. 

 

AINOI

ὁ α’ χορός

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ.Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος. 

 

ὁ β’ χορός

 Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, Πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα: διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν, Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν, δόξα σοι.  

 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας΄ Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.  

ΤΟΥ ΑΓΙΟΥ

Ἦχος δ’

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὡς γενναῖον ἐν Μάρτυσι

.

Τοῖς  πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται, ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς  βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, Ἀθανάσιε Ὅσιε, σοῖς δὲ δόγμασι, καλλωπίζεται μάκαρ καθ’ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

Τῇ τῶν λόγων λαμπρότητι, τῶν ἐνθέων σου Ὅσιε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ χρεωστικῶς, τὴν πανέορτον μνήμην σου, Ἀθανάσιε, ἱερέων τὸ κλέος εὐσεβείας, λαμπρὸς καὶ μέγας κήρυξ, ὁ τῆς Τριάδος ὑπέρμαχος

ὁ β’ χορός

 Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Πάνσοφε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου, καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ  Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 

ὁ α’ χορός

Δόξα Πατρί…Ἦχος γ’

Τὸ μέγα κλέος τῶν ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· οὗτος γὰρ τῶν αἱρέσεων συγκόψας τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ’ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα, καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἕν, διὰ τὴν τῆς οὐσίας ταυτότητα, καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… Καὶ νῦν… Ἦχος α’

Ἦλθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον, ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη καθὼς εἶπεν· ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε. Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

 

.  Δοξολογία Μεγάλη

εἰς ἦχον γ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἦχος β’

Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδ είχθη ἀλλότριος ἀλλὰ κραυγάσατε, ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Ἀντίφωνον α’

 Ἦχος β’

ὁ α’ χορός

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

 Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον β’

Ἦχος ὁ αὐτὸς

ὁ β’ χορός

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

Ἦχος πλ. α’

ὁ α’ χορός

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εἰσοδικὸν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 ὁ β’ χορός

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 

Εἶτα

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος β’

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

ὁ β’ χορὸς

Ἦχος β’

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

ἦχος ὁ αὐτὸς

Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε, ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

ὁ β’ χορός

Ἀπολυτίκιον Ἦχος γ’

Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ  γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

 

 ὁ α’ χορὸς 

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

 ὁ β’ χορός

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντάκιον  Αὐτόμελον

Ἦχος β’

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

.

Τρισάγιον

Ἀπόστολος

Τοῦ Ἁγίου  (῾Εβρ. ΙΓ´ 7-16).

Προκείμενον  Ἦχος δ’ Ὕμνος Τριῶν Παίδων

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

Ἀδελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

ὁ β’ χορός

Ἀλληλούϊα (γ’). Ἦχος α΄

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην.

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον. (Ματθ. Ε´ 14-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Κοινωνικὸν

 Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.  

 

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…» ψάλλει

ὁ α’χορὸς

τό,

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

 

Ἀπόλυσις  

«…῾Ο ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός…»

 

2 ΜΑΪ15 ΣΑΒΒΑΤΟΝ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΚΑΙ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s