ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ (2015)

23 ΑΠΡΙΛΙΟΥ 2015

† Γεωργίου μεγαλο­μάρ­τυρος τοῦ τρο­παιο­φόρου (†303).

ΟΡΘΡΟΣ

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

Ἦχος δ΄

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος δ’

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

ὁ β’ χορὸς

 Ἀπολυτίκιον  Ἦχος δ’

Δόξα Πατρί…

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής…….

 

 

ὁ α’ χορὸς

Καὶ νῦν… Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

[Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τοῦ ἁγίου.]

ΚΑΘΙΣΜΑΤΑ  

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

Ἀνέτειλεν ἰδού, τὸ τῆς χάριτος ἔαρ, ἐπέλαμψε Χριστοῦ, ἡ Ἀνάστασις πᾶσι, καὶ ταύτῃ συνεκλάμπει νῦν, Γεωργίου τοῦ Μάρτυρος, ἡ πανέορτος, καὶ φωτοφόρος ἡμέρα, δεῦτε ἅπαντες, λαμπροφοροῦντες ἐνθέως, φαιδρῶς ἑορτάσωμεν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἀνέτειλεν ἰδού………

ὁ α’ χορὸς

Καὶ νῦν…

Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

Ἐπέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλ’ ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν.

 

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ β’ χορὸς

Κάθισμα Ἦχος γ’

Θείας πίστεως

Πόθῳ ζέοντι, τῷ τοῦ Δεσπότου, πυρπολούμενος, ἀνδρειοφρόνως, τὰ τῆς πλάνης ταμεῖα κατέβαλες, καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας, τροπαιοφόρε παμμάκαρ Γεώργιε, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ὁ α’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν… ἦχος  α΄ 

Τοῦ λίθου σφραγισθέντος

Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.

 

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ

Γεωργήσας ἐμμελῶς, σπόρον τῶν θείων ἐντολῶν, διεσκόρπισας πτωχοῖς, πάντα τὸν πλοῦτον εὐσεβῶς, ἀντικτησάμενος ἔνδοξε Χριστοῦ τὴν δόξαν· ὅθεν πεποιθώς, πρός ἀγῶνας χωρεῖς, καὶ πόνους τοὺς μακρούς, Μάρτυς Γεώργιε, καὶ κοινωνὸς γενόμενος τοῦ πάθους, τοῦ ἀπαθοῦς καὶ ἐγέρσεως, τῆς βασιλείας, αὐτοῦ μετέσχες, ὑπέρ ἡμῶν νῦν δεόμενος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

Ἰδών μου τὴν πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων,  Θωμᾶ, τί ἀπιστεῖς τῇ ἐμῇ ἀναστάσει;  ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος,  ὀπτανόμενος τοῖς ἀποστόλοις ἀρρήτως,  ὁ δὲ Δίδυμος πεισθεὶς ἐβόα τῷ κτίστῃ·  Θεός μου εἶ καὶ Κύριος.

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ’

 ὁ α’χορὸς

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
ὁ β’χορὸς

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

ὁ α’χορὸς

Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

 Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος…

ὁ β’χορὸς

…ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἱερεὺς:  Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ΄ Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

 ( ἅπαξ ) 

Ὁ Ν’

ὁ α΄ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α΄ χορὸς

Ἦχος πλ. β’

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Γεώργιε βοᾷ σοι· θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ   

ΤΗΣ ΕΟΡΤΗΣ

Ποίημα Ἰωάννου Μοναχοῦ

ᾠδὴ α’

ὁ α’ χορός

Ἦχος α’  Ὁ Εἱρμὸς

ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.  

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.  

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ’ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Ὑμνῶ σε Γεώργιε Δαυῒδ ἐκ πόθου· δεῖ γὰρ δή.

ᾨδὴ α’ Ἦχος α’

ὁ α’χορὸς

Ἀναστάσεως ἡμέρα

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπὲρ ἥλιον ἐξήστραψεν ἡ μνήμη σου νῦν, Μάρτυς Χριστοῦ ὁπλῖτα, τὰς γὰρ ἀκτῖνας παμφαεῖς, τῶν θαυμάτων τὰς αὐγάς, εἰς πᾶσαν τὴν γῆν, λαμπρῶς ἐξεδίσκευσε, φωτοφόρε Γεώργιε.  

ὁ β’χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μονομάχε μυριόνικε Χριστοῦ Ἀθλητά, δὸς μοι τοὺς ἄθλους μέλψαι, καὶ ἀγωνίσματα τὰ σά, ἅπερ ἔτλης ἀνδρικῶς, τῷ πόθῳ Χριστοῦ, σοφὲ ἐκπυρούμενος, ᾧ καὶ ἔζης γηθόμενος.

ὁ α’χορὸς

Δόξα Πατρὶ…

Νέος ὤφθης ἐν πολέμοις ἱκανὸς τῇ χειρί, ἄλλος Δαυΐδ ἀνδρεῖος, ὡς γὰρ αὐτὸς τὸν Γολιάθ, τὸν ἀντίπαλον καὶ σύ, νικᾷς καθελὼν, βολαῖς ταῖς τῶν λόγων σου, στεφανῖτα Γεώργιε.

ὁ β’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὡς ἀνέκφραστος ἡραῖος, φρικαλαῖος ὁ σός, ξένος ὁ τόκος Κόρη, ὡς ὑπομάζιον καὶ γάρ, τὸν παντέλειον Θεόν, θηλάζεις σαρκί, παράδοξον ἄκουσμα, βρεφοτρόφε Μητράνανδρε.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ γ’ 

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου, οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

 

ΤΟΥ ΑΓΙΟΥ

ᾨδὴ γ’

ὁ α’ χορὸς

Δεῦτε πόμα πίωμεν καινὸν

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σύνδρομος ἐξέλαμψεν ἡμῖν, ἡ πανένδοξος μνήμη ἡ τοῦ θεράποντος, τῇ Ἀναστάσει Χριστοῦ, ἐν ᾗ συνελθόντες οἱ πιστοί, φαιδρῶς ἑορτάσωμεν.

ὁ β’χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εὐφράνθητε γῆ καὶ οὐρανοί, τά τε ὄρη καὶ πάντες βουνοὶ σκιρτήσατε, ῥεῖθρα θαυμάτων καὶ γάρ, ὑψόθεν ἡμῖν ὀμβροβλυτεῖ, ὁ Μάρτυς Γεώργιος.

 ὁ α’χορὸς

Δόξα Πατρὶ…

Γῆ πᾶσα καὶ βρότειος φυλή, οὐρανός τε συγχαίρει, στρατὸς Ἀγγέλων τε, ὁ πρωτοστράτηγος γάρ, Χριστοῦ νῦν Γεώργιος ἐκ γῆς, βαίνει πρὸς οὐράνια.

ὁ β’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Εὐφράνθητι, τέρπνου Μαριάμ, εἰ καὶ χθὲς ὡς ῥομφαία γὰρ τὴν καρδίαν σου, ὁ τοῦ Υἱοῦ σου Σταυρὸς διῆλθεν, ἀλλ’ οὖν ὡς ἐκ παστοῦ, τοῦ τάφου ἀνέτειλεν.

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν..

Κοντάκιον  Ἦχος πλ. δ’

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός΄ συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι΄ Κύριος ὑπάρχεις καὶ Θεός μου.

 

 ὁ α’χορὸς

Κάθισμα Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τοῦ ἐχθροῦ τὰ φρυάγματα· τῷ γὰρ θείῳ ζήλῳ, τὸν νοῦν πυρπολούμενος, τῶν τυράννων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν βασάνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 ὁ β ’χορὸς

Δόξα…

Τὸν ἐπίγειον πλοῦτον τὸν ἐπὶ γῆς, διανέμων τοῖς πᾶσι Μάρτυς σοφέ, πλοῦτον τὸν οὐράνιον, ἐκληρώσω τοῖς πόνοις σου· τὸν γὰρ Σταυρὸν τόν, Ἄχραντον, ἐν σοὶ τεθωράκισαι, καὶ ἐν τούτῳ ᾔσχυνας, τυράννων τὸ φρύαγμα· ὅθεν τῇ πρεσβεία, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

  ὁ α’χορὸς

Καὶ νῦν…. ἦχος α΄

Τὸν τάφον σου Σωτὴρ

Μακάριος εἶ σὺ τὰς πληγὰς ψηλαφήσας, τῆς κρείττονος πλευρᾶς, τοῦ τὸ μέγιστον τραῦμα, τοῦ Ἀδὰμ ἰατρεύσαντος, καὶ ἡμῖν τοῖς πιστεύσασι, τὸν ἀνώλεθρον, μακαρισμόν προξενήσας, μόνοις ῥήμασι, τοῖς τῶν σεπτῶν Ἀποστόλων, τὴν τούτου Ἀνάστασιν.

.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ δ’ 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ, Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.

ὁ α’ χορὸς

Μέγα τὸ μυστήριον,…

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χαίρεις ἐρευνώμενος, διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὢ Δίδυμε, πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

 

ΤΟΥ ΑΓΙΟΥ

ᾠδὴ δ’ 

ὁ β’χορὸς

Ἐπὶ τῆς θείας φυλακῆς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς ὑπερήλασε τὴν πρίν, Νότου βασίλισσαν σοφέ, νῦν ἡ βασιλίς, Ἀλεξάνδρα, εἰς τὴν σὴν γὰρ σύνεσιν, ἐκθαμβηθεῖσα ἔδραμεν, ὅθεν σοι συμπαρίστασαι Μάρτυς, ἐκ δεξιῶν τοῦ Θεοῦ ὥσπερ βασίλισσα.  

ὁ α’χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ῥημάτων σου οὐκ ἐνεγκὼν, τοὺς ἐλεγμοὺς ὁ δυσσεβής, τύπτεσθαι κελεύει τὸ στόμα, φεῦ! τὸ σὸν Γεώργιε, τὸ δὲ καίτοι κρουόμενον, κύμβαλον ὡς ἀντήχει, κραυγάζον, μόνος Θεὸς ἀψευδής, ὁ Χριστὸς ἐστιν.

 ὁ β’χορὸς

Δόξα Πατρὶ…

Γνήσιε φίλε τοῦ Χριστοῦ, πρωταθλητάρχα τε αὐτοῦ, πάμφωτε λαμπτὴρ οἰκουμένης, ἀστὴρ φαεινότατε, λυχνία τιμαλφέστατε, ἄγρυπνε τῶν τιμώντων σε φύλαξ, φύλαττε ἡμᾶς, Μάρτυς Γεώργιε.

ὁ α’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἰδοὺ καὶ τέτοκας Ἁγνή, καὶ παρθενεύεις ἐν ταὐτῷ, θαῦμα πολυθαύμαστον ὄντως, φοβερὸν ξενήκουστον! Θεὸν γὰρ τὸν παντάνακτα, φέρουσα σαῖς ἀγκάλαις θηλάζεις, τὸν τροφοδότην Χριστὸν

 ὁ β’χορὸς

 

…….Κόρη νήπιον.  

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ε’ 

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.  

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας, σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως Χριστὲ ὡς φιλάνθρωπος. 

 

ΤΟΥ ΑΓΙΟΥ

ᾨδὴ ε’

ὁ α’χορὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἑόρτιον κρότει σκιρτῶσα ἡ Ἐκκλησία, τὴν σεπτὴν Ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τὴν νῦν μετάθεσιν τοῦ Ἀθλοφόρου ψάλλουσα, δύο τὰ καλὰ γὰρ συνέδραμον.

ὁ β’χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δοξάζει σου τέρας τὸ ξένον θαυματοβρύτα, ὁ καλὸς Γλυκέριος, τὸν βοῦν οὗπερ θαυμαστῶς ἐζώωσας, αὐτὸν δὲ τῷ Κυρίῳ σου, ζῶσαν θυσίαν προσήνεγκας.

ὁ α’χορὸς

Δόξα Πατρὶ…

Αἰνέσεως ὅπως τὴν δόξαν τὴν σὴν ὑμνήσω, πλήρωσον τὸ στόμα μου χαριτώσας, καὶ τὸν νοῦν Γεώργιε, καὶ γὰρ ἀγαλλιάσεται, ὅταν σοι ψάλλῃ τὸ πνεῦμά μου.

ὁ β’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὑπέραγνε, πῶς ὑπὲρ λόγον γαλακτοτρόφος, καὶ Παρθένος πέφυκας; ἀπορῶ σου, τὸ φρικτὸν μυστήριον! Τιμῶν λοιπὸν τὸν τόκον σου,

ὁ α’χορὸς

 

………σὲ προσκυνῶ Παναγία μου.  

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ς’ 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.  

 ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.  

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε, ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

ΤΟΥ ΑΓΙΟΥ

ᾨδὴ ς’

ὁ β’χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδού σοι καὶ μία τερπνὴ χελιδών, θεοσύλλεκτε λαέ, τὴν τοῦ ἔαρος χάριν, ἀναπληροῖ θαυμαστῶς, ὁ Γεώργιος, καὶ συγχάρητε λοιπόν, τῇ χαρᾷ τούτου πάντες.

ὁ α’χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δριμείας βασάνους δεινῶν ἐνεγκὼν, ὡς τρυφᾷς ταύτας ἡγοῦ, ὑπομένων Κυρίῳ, καὶ ψάλλων Ἔνδοξε, ἡ φωνὴ δέ σου, τῆς βροντῆς ἐν τῷ τροχῷ, τῶν εὐχῶν ἐξηχεῖτο.  

ὁ β’χορὸς

Δόξα Πατρί…

Εὐφραίνου καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν, εὑρηκότες ἐξάρχοντα τὸν Γεώργιον, καὶ ἀγάλλεσθε, σὺν αὐτῷ Δαυϊτικῶς, ἡμέρα γὰρ Κυρίου.

ὁ α’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Καὶ τίκτεις, καὶ πάλιν ἁγνεύεις ὡς πρίν, φοβερὸς ὁ τοκετός, μητρανύμφευτε Κόρη, καὶ ἀνεκλάλητος, τὸν ὑπέρχρονον, βρεφωθέντα καθ’ ἡμᾶς, ὑπὲρ ἔννοιαν τίκτεις.

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες…

Κοντάκιον  Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ

Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ, σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνη θερίζεις, ἀθλήσας δὲ δι’ αἵματος, τὸν Χριστὸν ἐκομίσω, καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν.

Ὁ Οἶκος

Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὐτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ, ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκὼς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν.

Συναξάριον

Τῇ ΚΓ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.

Στίχοι

  • Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις,
  • Ἑκὼν παρ’ ἐχθρῶν τέμνεται διὰ ξίφους.
  • ᾞρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου.

Στίχοι

  • Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου
  • Κακῇ κεφαλῇ δήμιος διὰ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν.

Στίχοι

  • Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας,
  • Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου.
  • Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων,
  • Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων.

Στίχοι

  • Ἀθανάσιος φαρμακὸς Τομὴν κάρας
  • Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ.

Στίχοι

  • Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην.
  • Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται.

Στίχοι

  • Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ,
  • Ἄμφω Θεοῦ γίνεσθε δράγματα ξένα.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

Ἦχος α’

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 

ὁ β’ χορὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

…ἐν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

ὁ α’ χορὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

ὁ β’ χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 

ὁ α’ χορὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ὁ α’ χορὸς

ᾠδὴ θ’

Ὁ Εἱρμὸς

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

Καταβασία

ὁ α’χορὸς

Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’χορὸς

Τοῖς Μαθηταῖς συνέλθωμεν

Ἔαρ ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ Δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον Πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον, ταύτη δὲ συνεκλάμπει, τοῦ πανενδόξου Μάρτυρος, Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν, ἵνα θείας, ἀξιωθῶμεν χάριτος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.

ὁ β’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις… ἦχος γ’

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ΄ σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

 

Εἰς τοὺς  Α ἴ ν ο υ ς  

ὁ α’ χορός

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

Δεῦτε, τὴν πανέορτον φαιδράν, ἔνδοξον Ἀνάστασιν πάντες, πανηγυρίσαντες, πάλιν ἑορτάσωμεν, φαιδρὰν πανήγυριν, Γεωργίου τοῦ Μάρτυρος, καὶ στέψωμεν τοῦτον, ἐαρινοῖς ἄνθεσιν, ὄντα ἀήττητον, ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν τῶν θλίψεων ἅμα, καὶ πλημμελημάτων ἀπολύτρωσιν.  

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὅλον, προσενήνοχας σαὐτόν, τῷ σοὶ δεδωκότι παμμάκαρ, ζωὴν ὁλόκληρον, ὥσπερ ὁλοκάρπωσιν, ζῶσαν καὶ ἔμψυχον, καὶ θυσίαν εὐπρόσδεκτον, καὶ καθαρωτάτην, ὅθεν ἐχρημάτισας, πρέσβυς θερμότατος, ζάλης ἐξαιρούμενος πάντας, πίστει τοὺς ὑμνοῦντάς σε Μάρτυς, καὶ προσκαλουμένους σε Γεώργιε.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

Σπόρον, γεωργήσας ἐμμελῶς, τὸν καταβληθέντα τοῦ λόγου, τῇ καθαρᾷ σου ψυχῇ, τοῦτον ἐπλεόνασας, πόνοις ἀθλήσεως, καὶ σοφῶς ἀποθέμενος, ἐν ἐπουρανίαις, θήκαις τὴν ἀκήρατον, εὗρες ἀπόλαυσιν, ἧς νῦν, ἐμφορούμενος Μάκαρ, ταῖς πρὸς τὸν Θεόν σου πρεσβείαις, τοὺς πιστῶς ὑμνοῦντάς σε περίσωζε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Μάρτυς, ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ καὶ ἔλεος, ἡμῖν αἰτούμενος, ὅπως, ταῖς λιταῖς σου σωθέντες, χαίροντες γεραίρωμεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Γεώργιε.

ὁ α’ χορός

Δόξα Πατρὶ… Ἦχος πλ. α’

Θεοφάνους

Ἀνέτειλε τὸ ἔαρ, δεῦτε εὐωχηθῶμεν, ἐξέλαμψεν ἡ Ἀνάστασις Χριστοῦ, δεῦτε εὐφρανθῶμεν ἡ τοῦ Ἀθλοφόρου μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη, διὸ φιλέορτοι, δεῦτε μυστικῶς αὐτὴν πανηγυρίσωμεν, οὗτος γὰρ ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν τυράννων, καὶ τούτους κατῄσχυνε, μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, οὐκ ἠλέησε τὸ σκεῦος τὸ πήλινον τὸ ἑαυτοῦ, ἀλλὰ γυμνὸν ἀνεχάλκευσεν, ἐν βασάνοις αὐτὸ προσαμειβόμενος, αὐτῷ βοήσωμεν, Ἀθλοφόρε ἱκέτευε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος πλ. α’

Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

 

 

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.  α΄  ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

            Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

ὁ α’ χορός

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Εἰς τὴν Λειτουργίαν

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Ἀντίφωνον α’

 Ἦχος β’

ὁ α’ χορός

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον β’

Ἦχος ὁ αὐτὸς

ὁ β’ χορός

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στίχ.Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

Ἦχος πλ. α’

ὁ α’ χορός

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εἰσοδικὸν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 ὁ β’ χορός

…ψάλλοντάς σοι. Ἀλληλούϊα.

Εἶτα΄

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ὁ β’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

ὁ α’ χορός

Τοῦ Ναοῦ

 ὁ β’ χορός 

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντάκιον  Ἦχος πλ. δ’ 

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός΄ συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι΄ Κύριος ὑπάρχεις καὶ Θεός μου. 

Τρισάγιον

Ἀπόστολος

Προκείμενον Ἦχος βαρύς

Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα

(Πράξ. ιβ´ 1-11).

Κατ’ ἐκεῖνον τόν καιρόν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων.

Ἀλληλούϊα (γ’)  Ἦχος β’

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

(ιε΄ 17 – στ΄ 2)

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.  εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.  μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.  ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.  εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.  ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.  εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.  ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν.  ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·  καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.  ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

ὁ α’ χορός

Εἰς τό ᾽Εξαιρέτως

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

ὁ β’ χορός

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ὁ α’ χορός

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…»

Ἦχος πλ. α’

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

«…῾Ο ἀναστάς ἐκ νεκρῶν».

23 ΑΠΡ15 ΕΟΡΤΗ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ

 

 

 

One thought on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ (2015)”

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s