ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ (2015)

25  ΑΠΡΙΛΙΟΥ 2015

Σάββατον.

«᾿Απόδοσις τῆς ἑορτῆς τοῦ Θωμᾶ»

+Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.

ΟΡΘΡΟΣ

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

Ἦχος βαρὺς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρὶ… 

Ἀπολυτίκιον Ἦχος γ’

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. 

Καὶ νῦν… Ἀπολυτίκιον  Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ………………………..

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

Ἀναστάσιμα

ὁ α’ χορὸς

Ἦχος α’

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος, Ἀγγέλου, ἐγένοντο κηρύττοντος γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δόξα…

Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι, ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας, δυνάμει σταυροῦ.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

    Μετὰ τὴν β’ Στιχολογίαν 

Κάθισμα τῆς Ἑορτῆς

ὁ α’ χορὸς

Τοῦ λίθου σφραγισθέντος

 ἦχος α’

Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ΄ Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγώ εἰμι, ὁ διὰ σὲ παθητός.   

ὁ β’ χορὸς

Δόξα Πατρὶ…  Καὶ νῦν…

Τῷ φόβῳ τῶν Ἑβραίων…

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς  (χύμα)

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

 

ΚΑΝΟΝΕΣ   

ΤΗΣ ΕΟΡΤΗΣ

Ποίημα Ἰωάννου Μοναχοῦ

ᾠδὴ α’

ὁ α’ χορός

Ἦχος α’  Ὁ Εἱρμὸς

ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.  

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.  

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ’ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις

Ὁ Κανὼν τοῦ Ἄποστόλου.

ᾨδὴ α’ Ἦχος α’

Σοῦ ἡ τροπαιοῦχος δεξιὰ

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Μᾶρκον τὸν θεόπτην εὐφημῶν, ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος, ὅπως μοι ἐμπνεύσασα, φωτιστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν, καὶ τὸν θεῖον πλοῦτον, τὸν τῆς σοφίας δωρήσηται.

 ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Σοῦ τὸν θεηγόρον φωτισμῷ, καταλαμπρύνας Σωτὴρ τῷ τῆς χάριτος, κόσμῳ ἐξαπέστειλας, Λόγε Θεοῦ τῶν ἀγαθῶν ὡς αἴτιος, σοῦ τὴν παρουσίαν, ἡμῖν εὐαγγελιζόμενον.

  ὁ α’χορὸς

Δόξα Πατρὶ …

Πέτρῳ τῷ σοφῷ μαθητευθείς, καὶ τὴν ἐκείνου πλουτήσας υἱότητα, Μᾶρκε παναοίδιμε, μυσταγωγὸς ἐδείχθης μυστηρίων Χριστοῦ, καὶ συγκληρονόμος, αὐτοῦ τῆς δόξης γεγένησαι.

ὁ β’χορὸς

Καὶ νῦν… 

Ὁ τοὺς Αἰγυπτίους ἐν βυθῷ, καταποντίσας, νεφέλῃ καθήμενος, οὗτος ἐπεδήμησε, παρθενικῇ, τοῖς Αἰγυπτίοις ὕστερον, καὶ διὰ τοῦ Μάρκου, αὐτοὺς τῆς πλάνης ἐρρύσατο.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ γ’ 

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου, οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

 

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ γ’

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Σὲ τὴν ἐνυπόστατον Χριστέ, σοφίαν ἀνεκήρυξε, μαρμαρυγαῖς ταῖς σαῖς αὐγαζόμενος, παντὶ τῷ κόσμῳ φανεῖσαν Δέσποτα, καὶ ζωὴν παρέχουσαν, καὶ βροτοὺς φωτίζουσαν, ὁ θεράπων σου Μᾶρκος φιλάνθρωπε.

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸ ῥεῖθρον δεξάμενος Χριστέ, σοφίας τὸ ἀείρυτον, ὡς ποταμὸς ῥοιζῶν γῆς ἐπέκλυσε, θεογνωσίας φωτὶ τὰ πέρατα, σοῦ δεικνὺς ὑπάρχουσαν, ἀληθῆ τὴν πρόρρησιν, ὁ αὐτόπτης σου Μᾶρκος φιλάνθρωπε.

 ὁ α’χορὸς

Δόξα Πατρὶ …

Τῷ Πέτρῳ ἑπόμενος σοφέ, σοφῶς τὸ Εὐαγγέλιον, ὡς μαθητὴς αὐτοῦ διετύπωσας, θεολογίας τὸ φῶς δρεψάμενος, παρ’ αὐτοῦ Ἀπόστολε, καὶ Θεοῦ τὴν ἔνσαρκον, παρουσίαν μηνύσας τρανότατα.

 ὁ β’χορὸς

Καὶ νῦν… 

Αἰγύπτου τὸ πρὶν παρθενικαῖς, ἀγκάλαις ἐποχούμενος, δαιμονικοὺς βωμοὺς σὺ κατέσεισας, καὶ ταύτῃ πάλιν τὸν Μᾶρκον ἔπεμψας, συνετίζειν ἅπαντας, τὴν σὴν ἐνανθρώπησιν, καὶ τὸ θεῖον Χριστέ μου μυστήριον.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σὺ εἶ Θεὸς ἡμῶν..

ὁ α’χορὸς

Κάθισμα τοῦ Ἁγίου Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ 

Εἰς ὕψος ἀνελθών, ἀρετῶν θεῖε Μᾶρκε, ἑβρόντησας ἡμῖν, σωτηρίων δογμάτων, μεγάλα μυστήρια, θεῖος κήρυξ γενόμενος· ὅθεν πίστει σε, ἐκδυσωποῦμεν Παμμάκαρ, πάσης θλίψεως, ἁμαρτιῶν καὶ κινδύνων, ἡμᾶς ἐλευθέρωσον

ὁ β’χορὸς

Δόξα… ἕτερον

Ἦχος δ’ Ἐπεφάνης σήμερον 

Ὡς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, κεκτημένη ἔνδοξε, τῶν διδαγμάτων σου βολαῖς, φαιδρυνομένη κραυγάζει σοι· Χαίροις Παμμάκαρ, Κυρίου Ἀπόστολε.

 ὁ α’χορὸς

Καὶ νῦν… ἦχος  α΄ 

Τοῦ λίθου σφραγισθέντος

Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ δ’ 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ, Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.

ὁ α’ χορὸς

Μέγα τὸ μυστήριον,…

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χαίρεις ἐρευνώμενος, διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὢ Δίδυμε, πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ δ’

Ὄρος σε τῇ χάριτι

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰς πᾶσαν ὁ φθόγγος σου, τὴν γῆν ἐξελήλυθε, καὶ εἰς τὰ πέρατα Σοφέ, τῆς οἰκουμένης σου τρανῶς, ῥημάτων ἡ δύναμις, δαυϊτικῶς διαπρυσίως κηρύττουσα, τὴν σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  

Ἔφανε Σωτήρ, ὡς ἀστραπὴ ὁ Ἀπόστολος, τῇ οἰκουμένῃ ὁ σοφός, τῆς ἀληθείας τὴν χαράν, εὐαγγελιζόμενος, θεολαμπεῖ φωτοχυσίᾳ πυρσούμενος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 ὁ β’χορὸς

Δόξα Πατρὶ …  

Οἱ πόδες οἱ σοὶ προφητικῶς ὡραιώθησαν· τὴν ὑπὲρ λόγον γὰρ ἡμῖν, εὐηγγελίσω προφανῶς, εἰρήνην θεόληπτε, διὰ σαρκὸς ἐμφανισθεῖσαν τοῖς πέρασιν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 ὁ α’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νεφέλῃ ὁ Λόγος, παρθενικῇ ἐποχούμενος, τῶν Αἰγυπτίων τὰς βουλάς, καὶ θεομάχους λογισμούς, μωράνας διέλυσε, ταῖς διδα διδαχαῖς τοῦ θείου Μάρκου ὡς εὔσπλαγχνος,….

 ὁ β’χορὸς

…. εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ε’ 

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.  

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας, σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως Χριστὲ ὡς φιλάνθρωπος. 

 

ΤΟΥ  ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ ε’

Ὁ φωτίσας τῇ ἐλλάμψει

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  

Ἐστάλαξας γλυκασμόν, εὐσεβείας τῷ λόγῳ σου, θεῖον ὄρος πανταχόθεν ἀκτῖσι λαμπόμενον, ἐκφανθεὶς τῇ χάριτι, σαφῶς τοῦ νοητοῦ Ἡλίου, Μᾶρκε παμμάκαρ θεόληπτε.

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.   

Ἐκ τοῦ οἴκου τοῦ Κυρίου πηγὴ ἐξελήλυθας, καὶ ποτίζεις τὰς χερσώδεις καρδίας τοῖς ῥεύμασι, δαψιλῶς τοῦ Πνεύματος, καρπὸν ἀντὶ τῆς ἀκαρπίας, φέρειν διδάσκων, Ἀπόστολε.

 ὁ α’χορὸς

Δόξα Πατρὶ …

Σὺ τοῦ Πέτρου τοῦ μεγάλου, υἱὸς ἐχρημάτισας, καὶ ταῖς τούτου διδαχαῖς, φωτιζόμενος πάντοτε, τὰς ψυχὰς ἐλάμπρυνας, τῶν σοὶ θερμῶς προσομιλούντων, Μᾶρκε Κυρίου Ἀπόστολε.

ὁ β’χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὡς ἄνθρωπος ἐκ Παρθένου, τεχθεὶς Αἰγυπτίοις Χριστέ, ἐπεφάνης ἐκ Πατρός, ὁ ἐκλάμψας πρὸ κτίσεως, οἷς τὸν Μᾶρκον ἔχρισας, σοφῶς αὐτοὺς μυσταγωγοῦντα,….

ὁ α’χορὸς

…. θεογνωσίας μυστήρια.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ς’ 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.  

 ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.  

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε, ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ ς’

Ἐκύκλωσεν ἡμᾶς

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  

Κατέβαλες ὀφρὺν ἀνόμων Κύριε, καὶ ὕβριν ὑπερήφανον, ἐταπείνωσας, Ἀπόστολον τὸν σόν, δείξας τροπαιοῦχον τῇ δυνάμει σου· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.    

Τὸν στέφανον τὸν τῆς ἐλπίδος ἔνδοξε, δι’ οὗ νῦν στεφανούμεθα, ἐν τοῖς λόγοις σου ἐκήρυξας σοφέ, τὸν Δημιουργὸν Μᾶρκε τῆς κτίσεως, τὸν εἰς ἡμῶν δόξαν πλασθέντα, φύσει τοῦ σώματος.

  ὁ β’χορὸς

Δόξα Πατρὶ …

Ὁ Πέτρος σε, ὁ κορυφαῖος Ἔνδοξε σαφῶς ἐμυσταγώγησεν, Εὐαγγέλιον συγγράψαι τὸ σεπτόν, δείξας ὑπηρέτην σὲ τῆς χάριτος· σὺ γὰρ ἡμῖν θεογνωσίας, τὸ φῶς ἐξήπλωσας.

ὁ α’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τὴν Αἴγυπτον, τὴν πρὶν ἐν σκότει Κύριε, Παρθένου Θεομήτορος, κατελάμπρυνας ὡς βρέφος προελθών, ταύτης θριαμβεύσας τὰ σεβάσματα, ταῖς διδαχαῖς τοῦ θεηγόρου, Μάρκου φιλάνθρωπε.

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς…

Κοντάκιον Ἦχος β’

Τὰ ἄνω ζητῶν

Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Ὁ Οἶκος

Τοῦ Κορυφαίου τῶν Ἀποστόλων μαθητὴς χρηματίσας, καὶ σὺν αὐτῷ τὸν Χριστὸν Υἱὸν Θεοῦ κηρύξας, ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας τοὺς πλάνῃ σαλευομένους, ἐν ᾗ κἀμὲ στερεώσας, ψυχῆς μου κατεύθυνον τὰ διαβήματα, ὅπως τοῦ ἐχθροῦ τῶν παγίδων λυτρούμενος ἀνεμποδίστως δοξάζω σε· σὺ γὰρ πάντας ἐφώτισας, Μᾶρκε σοφέ, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

 

Συναξάριον

Τῇ ΚΕ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

Στίχοι

  • Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,
  • Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.
  • Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

  • Ἐκστάς, Μακεδόνιε, τοῦ φθαρτοῦ θρόνου,
  • Ὑμνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ θρόνοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.

Στίχοι

  • Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,
  • Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.

Στίχοι

  • Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας,
  • Ὑπὸ ζυγὸν τὸν σὸν δαμασθέντων, Λόγε.

 

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

Ἦχος α’

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 

ὁ β’ χορὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

…ἐν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

ὁ α’ χορὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

ὁ β’ χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 

ὁ α’ χορὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ὁ α’ χορὸς

ᾠδὴ θ’

Ὁ Εἱρμὸς

Ἦχος α’

Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ  ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν. 

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν. 

ᾨδὴ θ’

Τύπον τῆς ἁγνῆς λοχείας σου

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.    

Φθάσας τὴν πηγὴν τὴν ἄφθαστον, τῆς τρισηλίου θεοφάντορ ἐλλάμψεως, καθαρώτερον, κατατρυφᾷς καὶ τρανότερον, τῆς θεώσεως της ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συγχορεύων, ἀκαταπαύστως ἱερώτατε.

 

 ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  

Πέτρου κοινωνὸς γενόμενος, διδασκαλίας καὶ τοῦ θείου κηρύγματος, τὰ οὐράνια, περιπολεύεις σκηνώματα, σὺν αὐτῷ θεορρῆμον μακάριε, μεθ’ οὗ καὶ συμπρεσβεύεις, ὑπὲρ ἡμῶν Μᾶρκε Ἀπόστολε.

 

 ὁ α’χορὸς

Δόξα Πατρὶ …

Φάος τὸ τρισσῶς ἑνούμενον, μοναδικῶς τε πάλιν ξένως τρισσούμενον, ἀνεκήρυξας, πανευσεβῶς Μᾶρκε πάνσοφε, φωτιζόμενος αἴγλῃ τῆς χάριτος· διὸ σε δυσωποῦμεν· Ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε

 

ὁ β’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Μᾶρκος ὁ σεπτός, Ἀπόστολος, τοῖς Αἰγυπτίοις Ἱεράρχης δεδώρηται, οἷς ὡς νήπιος, σωματωθεὶς ἐπεδήμησεν, ἐκ Παρθένου ἁγνῆς Θεομήτορος, ὁ Κύριος τῆς δόξης, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Καταβασία

ὁ α’χορὸς

Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ανοσι 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Ὁ οὐρανὸν τοῖς ἄστροις… ἦχος γ’

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ΄ σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

 

ὁ β’χορὸς

Φῶς ἀναλλοίωτον Λόγε 

 Σὺ τὴν υἱότητα Πέτρου, τοῦ Ἀποστόλου πλουτήσας, τοῖς Αἰγυπτίοις ἐντεῦθεν, διατυποῖς πρῶτος πάντων, τὸ Εὐαγγέλιον Μᾶρκε, δι’ οὗ τὸν κόσμον φωτίζεις

 

ὁ α’ χορὸς

Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος,…

 ὁ β’ χορός

…ὁ Κύριος καὶ Θεός μου.   

 

Εἰς τοὺς  Α ἴ ν ο υ ς  

ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

 

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Πανεύφημοι Μάρτυρες

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι’ ἄμετρον ἔλεος. 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

 

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε, ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα, Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἣλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

 

 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 

Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾶ ἐβόησε, βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν, ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Πανεύφημοι Μάρτυρες

Αἰγύπτου φωστὴρ ὁ φαεινός, Μᾶρκος ὁ πανάριστος, κήρυξ τοῦ Λόγου ὁ πάνσοφος, Εὐαγγελίου τε, συγγραφεὺς ὁ θεῖος, εὐφημείσθω ᾄσμασι, καὶ θείοις παρ’ ἡμῶν μελῳδήμασι· Χριστῷ πρεσβεύει γάρ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

 Δογμάτων τῶν θείων συγγραφεύς, τοῦ Χριστοῦ γενόμενος, πᾶσαν τὴν γῆν κατεφώτισας, αὐτοῦ τὴν σάρκωσιν, καὶ τὰ θεῖα πάθη, τὴν σεπτὴν ἀνάστασιν, καὶ τὴν πρός τὸν Πατέρα ἀνάβασιν, κηρύξας πάνσοφε, καὶ τὰ ἔθνη πρὸς ἐπίγνωσιν, ἀληθείας, ἑλκύσας Ἀπόστολε.

 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοῦ Πέτρου τοῦ θείου ὀπαδός, εὐπειθὴς γενόμενος, Μᾶρκε Κυρίου Ἀπόστολε, ταῖς τούτου πάνσοφε, διδαχαῖς πειθήσας, τοῦ Ἁγίου Πνεύματος, τῇ χάριτι λαοὺς κατεφώτισας

 

 ὁ α’ χορός

Δόξα Πατρί…

Ἦχος πλ. β’

Σοῦ ἐξεχύθη χάρις ἐν χείλεσι, Μᾶρκε Ἀπόστολε, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

 

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος πλ. β’

Μεθ’ ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας΄ Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι. 

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’  ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

            Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

ὁ α’ χορός

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Εἰς τὴν Λειτουργίαν

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Ἀντίφωνον α’

 Ἦχος β’

ὁ α’ χορός

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον β’

Ἦχος ὁ αὐτὸς

ὁ β’ χορός

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στίχ.Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

Ἦχος πλ. α’

ὁ α’ χορός

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εἰσοδικὸν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 ὁ β’ χορός

…ψάλλοντάς σοι. Ἀλληλούϊα.

 

. ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ὁ β’ χορός

Ἀπολυτίκιον Ἦχος γ’

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. 

ὁ α’ χορός

Τοῦ Ναοῦ

 ὁ β’ χορός 

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντάκιον  Ἦχος πλ. δ’ 

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός΄ συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι΄ Κύριος ὑπάρχεις καὶ Θεός μου. 

Τρισάγιον

 

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ ᾽Ανάγνωσμα 

( 5:6-14)

Ἀδελφοί, ταπεινώθητε  ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. Πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾿ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν, νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ. Ὧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. ῾Ο δέ Θεός πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ᾿Ιησοῦ ὀλίγον παθόντας, αὐτὸς καταρτίσει ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾿ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ, εἰς ἣν ἑστήκατε. ᾿Ασπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.

 

Ἀλληλούϊα. Ἦχος α΄

Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Στίχ. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον

(στ΄ 7 – 13)

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεῖται ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, 8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, 9 ἀλλ’ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν· 11 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. 12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

ὁ α’ χορός

Εἰς τό ᾽Εξαιρέτως

῾Ο Εἱρμός τῆς θ´ ᾠδῆς τοῦ Κανόνος τῆς ῾Εορτῆς·

Ἦχος α’

Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικόν

Ἦχος α’

᾽Επαίνει, Ἱερουσαλήμ, τόν Κύριον, αἴνει τόν Θεόν σου, Σιών. Ἀλληλούϊα.

ὁ α’ χορός

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…» ψάλλει τό, Χριστὸς ἀνέστη.

 

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

 

«Εἴη τὸ ὄνομα Κυρίου…»( τρίς)  

Ἀπόλυσις

«…῾Ο ἀναστάς ἐκ νεκρῶν…».

25 ΑΠΡ15 ΣΑΒΒΑΤΟΝ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ

 

 

One thought on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ (2015)”

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s