«ΤΡΟΠΑΡΙΟ ΤΗΣ ΚΑΣΣΙΑΝΗΣ» ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΑΓΡΙΝΙΟΥ ΗΧΟΣ ΠΛ. Δ΄

 

Δόξα… Καὶ νῦν… Ἰδιόμελον

Ἦχος πλ. δ’

Ποίημα Κασσιανὴς Μοναχῆς

Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα Γυνή, τὴν σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ· κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει· καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις, ὧν ἐν τῷ Παραδείσῳ Εὔα τὸ δειλινόν, κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει ψυχοσῶστα Σωτήρ μου; Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.

«ΣΕ ΤΟΝ ΤΗΣ ΠΑΡΘΕΝΟΥ» «ΟΤΕ Η ΑΜΑΡΤΩΛΟΣ» «Η ΑΜΑΡΤΩΛΟΣ ΕΔΡΑΜΕ» ΣΤΑΝΙΤΣΑΣ ΘΡΑΣΥΒΟΥΛΟΣ (αναδημοσίευσις)

Ἦχος α’.

Σὲ τὸν τῆς Παρθένου Υἱόν, Πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κἀγὼ τοὺς πλοκάμους, ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε.

Ἦχος α’.

τε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἣν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Ἦχος β’

ἁμαρτωλὸς ἔδραμε πρὸς τὸ μύρον πριάσασθαι, πολύτιμον μύρον, τοῦ μυρίσαι τὸν εὐεργέτην, καὶ τῷ μυρεψῷ ἐβόα. Δὸς μοι τὸ μύρον, ἵνα ἀλείψω κἀγὼ τὸν ἐξαλείψαντά μου πάσας τὰς ἁμαρτίας.

«ΑΙΝΟΙ ΟΡΘΡΟΥ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ» ΗΧΟΣ Α΄ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

 

Ἰδιόμελα Ἦχος α’

Σὲ τὸν τῆς Παρθένου Υἱόν, Πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κᾀγὼ τοὺς πλοκάμους, ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε.

 

Τὸ πολυτίμητον μύρον, ἡ Πόρνη ἔμιξε μετὰ δακρύων, καὶ ἐξέχεεν εἰς τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα· ἐκείνην εὐθὺς ἐδικαίωσας, ἡμῖν δὲ συγχώρησιν δώρησαι· ὁ παθῶν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

 

τε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ) (2015)

19 ΑΠΡΙΛΙΟΥ 2015
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)
Τὰ ἐγκαίνια τῆς τοῦ Χριστοῦ Ἀναστάσεως
καὶ ἡ ψηλάφησις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ.


Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ) (2015)

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ) (2015)

19 ΑΠΡΙΛΙΟΥ 2015

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)

Τὰ ἐγκαίνια τῆς τοῦ Χριστοῦ Ἀναστάσεως

καὶ ἡ ψηλάφησις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ,

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (18/04/15)

  Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ) (2015)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

18 ΑΠΡΙΛΙΟΥ 2015

† Σάββατον τῆς διακαινησίμου.

῏Ηχος πλ. δ΄.

  Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ) (2015)

17 ΑΠΡΙΛΙΟΥ 2015

«Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».

Ἦχος πλ. β΄.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

  Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ) (2015)

ΕΣΠΕΡΙΝΟΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ) (2015)

17 ΑΠΡΙΛΙΟΥ 2015

Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς.

Ἦχος πλ. β΄.

Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (16/04/2015)

  Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ) (2015)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΠΕΜΠΤΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

16 ΑΠΡΙΛΙΟΥ 2015

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ἦχος πλ. αʹ.

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΠΕΜΠΤΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΕΤΑΡΤΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

15 ΑΠΡΙΛΙΟΥ 2015

Τῌ ΤΕΤΑΡΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ἦχος πλ. α’

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΕΤΑΡΤΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΡΙΤΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

14 ΑΠΡΙΛΙΟΥ 2015

Τῌ TΡΙΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ἦχος γʹ.

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΡΙΤΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)

13 ΑΠΡΙΛΙΟΥ 2015

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ἦχος βʹ.

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ (2015)