ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ (7 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015)

7 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015

Σάββατον

Παρθενίου ἐπισκόπου Λαμψάκου, Λουκᾶ ὁσίου τοῦ ἐν

Στειρίῳ τῆς Ἑλλάδος ἀσκήσαντος, Ἀπρίωνος ἐπισκόπου ἐν Κύπρῳ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

Ἦχος  α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν

ὁ β’ χορὸς

Δόξα Πατρὶ…Καὶ νῦν…

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε……………….

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ 

Νηπιάζει δι’ ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν καὶ ἄνθρωπον· καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.

 

ὁ β΄ χορὸς

Δόξα… Καὶ νῦν…

Νηπιάζει δι’ ἐμέ………

 

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα Ἦχος α’

Χορὸς Ἀγγελικὸς 

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

 

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν…

 Ὁ ὢν σὺν τῷ Πατρί…………….

Ὁ Ν’ ψαλμὸς χύμα 

Κανὼν τῆς Ἑορτῆς

οὗ ἡ ἀκροστιχίς

Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.

Ποίημα Κοσμᾶ Μοναχοῦ

ᾠδὴ α’

 ὁ α΄ χορὸς

 Ἦχος γ’  Ὁ Εἱρμὸς

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ῥανάτωσαν ὕδωρ νεφέλαι, Ἥλιος ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος΄ διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ πρεσβύτου, εὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ, ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων, ἐνδόξως γὰρ δεδόξασται.

Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς.

Τῶν θαυμάτων σου τὴν χάριν μέλπω, Μάκαρ. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος β’

Ὁ Εἱρμὸς

Ἐν βυθῷ κατέστρωσε ποτέ,

ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ φωτὶ τῷ θείῳ συγκραθείς, Πάτερ ἱερώτατε, δι’ ἀρετῶν φῶς καθωράθης δεύτερον· διὸ τὴν φωτοφόρον σου, καὶ πανέορτον τοὺς τελοῦντας πανήγυριν, σκότους ἁμαρτίας, ταῖς σαῖς ἱκεσίαις ἐλευθέρωσον.

 ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς φαιδρὸς ἀνέτειλας ἀστήρ, ἐν τῷ στερεώματι, τῆς τοῦ Θεοῦ Ἐκκλησίας Παρθένιε, ἰαμάτων λάμψεσιν, ἱερώτατε τῶν παθῶν τὴν σκοτόμαιναν, χάριτι διώκων, καὶ φωταγωγῶν τοὺς προσιόντας σοι.

 ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοσημάτων σκότος πονηρόν, ἔλυσας Παρθένιε, τῷ φωτισμῷ σου τῶν σεπτῶν ἐντεύξεων· ὅθεν δυσωποῦμέν σε, τῶν ψυχῶν ἡμῶν τὰς ὀδύνας θεράπευσον, καὶ τὰς τῶν σωμάτων, πάσας μαλακίας ἀποδίωξον.

  ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀγαθὸν κυήσασα Θεόν, ἄχραντε ἀγάθυνον, τὴν ἐν πολλοῖς κεκακωμένην πάθεσι, ταπεινὴν καρδίαν μου, καὶ τὸ θέλημα ἐκτελεῖν ἐνδυνάμωσον, τοῦ σωθῆναι πάντας, θέλοντος ἀνθρώπους Λυτρωτοῦ ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Ὁσίου Λουκᾶ, ἔχων ἀκροστιχίδα.

Λουκᾶν ἐπαινῶ τὸ κλέος τῆς Ἑλλάδος. Ἀμήν.

ᾨδή α’ Ἦχος πλ. β’

Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ πεζεύσας

ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λόγον μοι δίδου θεόπτα παρεστηκώς, θρόνῳ τοῦ Δεσπότου σου, ἀνυμνῆσαι τὴν φαιδράν, καὶ φωσφόρον μνήμην σου Λουκᾶ, διαλύσας τὴν ἀχλὺν τῆς διανοίας μου.

 ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁλοσχερῶς σε ποθήσας ὁ Ἱερός, Σῶτερ πρὸς τὴν ἄσκησιν, ἀπεδύσατο στερρῶς, θλίψεις μόχθους πόνους καρτερῶν, ἀνθ’ ὧν εὕρατο τρυφὴν τὴν ἀτελεύτητον.

ὁ α’ χορός 

 Δόξα Πατρί…

Ὑπωπιάζων τὸ σῶμα Πάτερ Λουκᾶ, ἐγκρατείᾳ πάντοτε, ἀγρυπνίᾳ συνεχεῖ, κακουχίᾳ πάσῃ τε σοφῶς, τὰς ὁρμὰς τῶν ἐμπαθῶν ἡδονῶν ἔστησας.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Κυριοτόκε Παρθένε ἡ τὸν Θεόν, ἐν σαρκὶ γεννήσασα, τὸν ἀχώρητον παντί, σαρκωθέντα οἴκτῳ τῶν βροτῶν, τυραννίδος με παθῶν δεῖξον ὑπέρτερον.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ γ’

 ὁ α΄ χορὸς

 Ὁ Εἱρμὸς

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

ὁ β΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Τοῦ Ἱεράρχου

ᾨδὴ γ’ Ὁ Εἱρμὸς  

Ἐν πέτρᾳ με τῆς Πίστεως

  ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβεεε ὑπὲρ ἡμῶν.

Ὑπῆρξας καθαιρέτης τῆς τυραννίδος, παμμάκαρ τῶν Δαιμόνων τοῦ ὀλεθρίου, εἰδώλων τε κατέστρεψας τὰ τεμένη, καὶ θείους ἤγειρας, ναοὺς εἰς αἴνεσιν, τοῦ Χριστοῦ Παρθένιε ἱερώτατε.

  ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μεγίσταις διαπρέπων θαυματουργίαις, καρκίνου χαλεπώτατον παύεις πάθος, καὶ ὄμματα διήνοιξας πηρωθέντα, καὶ ἐφυγάδευσας Πάτερ Παρθένιε, πονηρίας πνεύματα θείᾳ χάριτι.

  ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνέστησας κακίστως θανατωθέντα, τὸν πάλαι ὑπουργοῦντα τῷ θείω ἔργῳ· Θεὸς γὰρ ὁ τὸν θάνατον καταργήσας, χάριν σοι δέδωκε μάκαρ Παρθένιε, ἀνιστᾶν τεθνήξαντας δι’ ἐντεύξεως.

 

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὡμίλησεν ἀνθρώποις ἐκ σοῦ τὴν σάρκα, ὁ Κύριος φορέσας ἀνερμηνεύτως· αὐτὸν οὖν ἐκδυσώπησον Παναγία, τοῦ οἰκτειρῆσαί με καταπονούμενον, προσβολαῖς τοῦ ὄφεως καὶ δονούμενον.

 

Τοῦ Ὁσίου

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος

  ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνεπτερώθης τῷ θερμῷ, ἔρωτι τοῦ Σωτῆρος, καὶ γονέων τὸ φίλτρον, ὑπερεῖδες δι’ αὐτόν, καὶ γέγονας ὦ Λουκᾶ, ξένος πάντων τῶν τερπνῶν μακάριε.

  ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ναὸν Κυρίου σεαυτόν, ἀπεργάσασθαι θέλων, ἐρημίας κατῴκεις ὡς ὁ πάλαι Ἠλιού, πρὸς δαίμονας πολεμῶν· ὅθεν εὗρες τέλος τὸ μακάριον.

  ὁ α’ χορός 

 Δόξα Πατρί…

Ἐν πάσῃ θείᾳ ἐντολῇ, εὐπειθὴς ὡς οἰκέτης, ἀνεδείχθης παμμάκαρ, καλῶς αὐτὰς ἐκτελῶν, καὶ ταπεινῶν σεαυτόν· ὅθεν ὕψος ἔλαβες οὐράνιον.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Παρθένε Μήτηρ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν Λόγον, ὑπὲρ λόγον ὀφθέντα, δι’ ἡμᾶς ὅπερ ἡμεῖς, ἱκέτευε ἐκτενῶς, ἀλογίας πάσης με λυτρώσασθαι.

 

  ὁ α’ χορός 

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

 

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…

Κοντάκιον τοῦ Ἁγίου Παρθενίου

Ἦχος γ’

Ἡ Παρθένος σήμερον 

Τῶν θαυμάτων εἴληφας, τὴν θείαν χάριν θεόφρον, ἱερὲ Παρθένιε, θαυματουργὲ Θεοφόρε, ἅπαντα τὰ τῶν πιστῶν πάθη ἀποκαθαίρων, πνεύματα τῆς πονηρίας Πάτερ ἐλαύνων· διὰ τοῦτό σε ὑμνοῦμεν, ὡς μέγαν μύστην Θεοῦ τῆς χάριτος.

Ὁ Οἶκος

Φῶς νοερὸν τὸ ἐκ φωτός, Πατρὸς τοῦ προανάρχου, Υἱὲ Θεοῦ καὶ Λόγε, ὁ καταυγάζων πᾶσαν τὴν οἰκουμένην θεϊκῶς, φώτισόν μου τὰς φρένας, τὸν νοῦν καὶ τὸν λογισμόν, τοῦ ἀνυμνῆσαι σήμερον τὴν φαιδρὰν ταύτην πανήγυριν καὶ σεμνοπρεπεστάτην τοῦ Ὁσίου Παρθενίου· αὐτὸς γὰρ ἀληθῶς ἐν γῇ θαυμασίαν διετέλεσε ζωὴν καὶ πολιτείαν· διὰ τοῦτο συνελθόντες εὐφημοῦμεν αὐτόν, ὡς μέγαν μύστην Θεοῦ τῆς χάριτος.

 

Κάθισμα τοῦ αὐτοῦ

  ὁ α’ χορός 

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον 

Τῆς Λαμψάκου ὁ μέγας θαυματουργός, ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἀστράπτεις τοῖς πέρασι, τῷ φωτὶ τῶν ἰάσεων, τοὺς ζοφώδεις Δαίμονας, σκορπίζων φαιδρότατα, καὶ ἐλαύνων νόσους, χρησταῖς ἐπικλήσεσιν· ὅθεν καὶ τῆς πλάνης, τῶν εἰδώλων καθάρας, πᾶσαν τὴν Ἑλλήσποντον, καταλάμπεις τοῖς θαύμασι, Θεοφόρε Παρθένιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

  ὁ β’ χορός 

Δόξα… Τοῦ Ὁσίου Λουκᾶ, ὅμοιον

Ἀπὸ βρέφους ποθήσας τὴν ἀρετήν, τῶν ἡδέων ἀπέσχου πάντων Σοφέ, νηστείαν καὶ ἄσκησιν, ἀκριβῆ ἐνδεικνύμενος, καὶ μητρὸς τὸν πόθον, οὐδὲν ἡγησάμενος, ἐν Σεμνείῳ φέρων, σαυτὸν λάθρα δέδωκας· πάλιν δὲ μηνύει, σὲ Θεὸς τῇ μητρί σου, θρηνούσῃ τὴν στέρησιν, σοῦ δικαίως πανάριστε, ᾗ καὶ νῦν συνηδόμενος· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

  ὁ α’ χορός

Καὶ νῦν… τῆς Ἑορτῆς

Ἦχος πλ. δ’

Ἀνέστης ἐκ νεκρῶν

Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος φύσει· χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃνἐπεσκέψω κατὰ τὸ ῥῆμά σο ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ δ’

 ὁ β΄ χορὸς

 Ὁ Εἱρμὸς

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ΄ τῆς κιβωτοῦ γὰρ προελθὼν τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ Ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ’ ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἣν ἤλπισας, Συμεὼν, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν Νόμου ποιητὴν καὶ Δεσπότην, πληροῦντα Νόμου τάξιν, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

 

 

Τοῦ Ἱεράρχου

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

Ἐλήλυθας, ἐκ Παρθένου

    ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοσήματα, προσευχῇ ἐθεράπευσας ἄμετρα, συσφίγγων Παρθένιε, τοὺς παρεθέντας ἐν χάριτι, ὥσπερ ὁ Δεσπότης σου, οὗ τὴν πολλὴν ἐμιμήσω ἀγαθότητα.

    ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὺ δέδωκας, ἐνεργεῖν τοῖς βαφεῦσι τὰ πρόσφορα, τὸν εἴργοντα δαίμονα, ἀποσοβήσας Παρθένιε, ταῖς πρὸς τὸν φιλάνθρωπον, ἱερωτάταις σου Πάτερ παρακλήσεσι.

    ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ Κύριος, τὰς ἐντεύξεις σου Πάτερ δεξάμενος, τὴν ἄγραν παρέδωκε, πλουσιωτάτως τοῖς χρῄζουσι, τῇ τοῦ ἀνανήξαντος, θαυματουργίᾳ ἰχθύος μεγαλύνων σε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὰ τραύματα, τῆς ψυχῆς μου Παρθένε θεράπευσον, τὸν νοῦν μου εἰρήνευσον, ὑπὸ παθῶν ταραττόμενον, καὶ ταῖς παραβάσεσι, τῶν ἐντολῶν τοῦ Σωτῆρος σκοτιζόμενον,

 

Τοῦ Ὁσίου Λουκᾶ

 

Ὁ Εἱρμὸς 

Χριστός μου δύναμις,

   ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄκακος Ὅσιος, εὐθὺς καὶ ἥμερος, καὶ ἀκέραιος ὤφθης Πάτερ Λουκᾶ· ὅθεν μεμακάρισαι, παρὰ τοῦ πάντων Ποιητοῦ, καὶ Δεσπότου παμμακάριστε.

    ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδὼν ὁ φθόνος σε, καλῶς διάγοντα, τὴν ζωὴν ἐξεκαύθη καὶ πειρασμῶν, πλῆθός σοι ἐξήγειρεν, ἀλλ’ ἐξηλέγχετο κενὸς λύκος, μάτην τὸ τοῦ λόγου χανών.

ὁ β’ χορός 

 Δόξα Πατρί…

Νοὸς εὐθύτητι, τὸν βίον ἴθυνας, πρὸς τὰ κρείττω παμμάκαρ τῶν ἐφετῶν, πάντων τὸ ἀκρότατον, ἐπιποθῶν Πάτερ ἰδεῖν, οὗ εὐστόχως καὶ τετύχηκας.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ὡραίαν κάλλει σε, πασῶν εὑράμενος, γυναικῶν ὁ ὡραῖος Κόρη σεμνή, σοῦ τὴν Μήτραν ᾤκησε, καὶ δυσμορφίας με παθῶν……..

ὁ β’ χορός 

………. καὶ τοῦ σκότους ἐλυτρώσατο.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ε’

 ὁ α΄ χορὸς

 Ὁ Εἱρμὸς

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας ἐβόα, ἐγώ! Πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ β΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Συνεὶς ὁ θεῖος πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ὢ χαίροις, ἐβόα Σεμνή, ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Προκύψας ὁ πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι, σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

 

Τοῦ Ἰεράρχου

ᾨδὴ ε’ Ὁ Εἱρμὸς 

Ὁ φωτισμός, τῶν ἐν σκότει

     ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ φωταυγής, ἐνσκηνώσασα χάρις τῆς ἀπαθείας, ἐν τῇ σῇ καρδίᾳ θεόφρον Πάτερ, φιλαργυρίας τὸ βαθύτατον σκότος, τοῦ προέδρου διώκει ἄνοσον, τοῦτον συντηροῦσα ταῖς σαῖς παραινέσεσι.

      ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νόσῳ πολλῇ, τὸν κρατούμενον Πάτερ καὶ γεγονότα, Ὅσιε ἡμίξηρον προσευχαῖς σου, ὅλον εἰργάσω ὑγιῆ εὐχαρίστως, τὸν Δεσπότην Θεὸν δοξάζοντα, τὸν θαυματουργίαις πολλαῖς σε δοξάσαντα.

      ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χρῖσμα σεπτόν, περικείμενος Πάτερ ἱερωσύνης, ταύτην κατελάμπρυνας ἐπιδείξει, πολλῶν θαυμάτων, ὧν ἐτέλεσας ζῶν τε, θεοφόρε καὶ μετὰ θάνατον, Ἄγγελος καθάπερ βιώσας Παρθένιε.

 

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀπὸ παθῶν, ἀμαυρώσεως Κόρη ἀπὸ σκανδάλων, τῶν προσγινομένων ταῖς ἐπηρείαις, τοῦ ἀλλοτρίου μελλουσῶν τε βασάνων, αἰωνίων πρὸς τὸν φιλάνθρωπον, ῥῦσαί με ταῖς σαῖς δυσωπῶ παρακλήσεσι.

 

Τοῦ Ὁσίου Λουκᾶ

 

Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου ἀγαθέ,

     ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν τῶν καμάτων σου ἀμοιβήν, παρὰ τοῦ πλουσίου Δοτῆρος, ἀπολαβὼν Πάτερ Ὅσιε, πέλαγος θαυμάτων πᾶσιν ἐδείκνυσο, τὰς νόσους ἀφανίζων τῶν προσιόντων σοι.

      ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐ κατενάρκησας τοῦ ἐχθροῦ, Πάτερ ταῖς μυρίαις προσβολαῖς, οὐ κατεπλάγης τὴν ἔπαρσιν, ἔστης δὲ ὡς πύργος στερρὸς ἀκλόνητος, ταπείνωσιν ὡς θώρακα ἐνδυσάμενος.

ὁ α’ χορός 

 Δόξα Πατρί…

Καλῶς τελέσας τὸν ἱερόν, βίον σου Παμμάκαρ, καὶ λαβὼν ἀπὸ Θεοῦ τὴν ἀνταπόδοσιν, χάριν ἰαμάτων, τυφλοὺς ἐφώτισας, χωλοὺς καὶ παραλύτους ἀποτελῶν ὑγιεῖς.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Λαοὶ ὑμνεῖτε τὴν ἀληθῶς, τέξασαν τὸν Λόγον τοῦ Θεοῦ, ἀνερμηνεύτως καὶ μείνασαν, πάλιν μετὰ τόκον Παρθένον ἄφθορον, ὡς πάντων προστασίαν…..

ὁ α’ χορός 

……. καὶ σωτηρίαν βροτῶν.

 

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ς’

ὁ β’ χορός

 ὁ Εἱρμὸς

Ἐβόησέ σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Βεβαίως φέρων, τοῦ τὸν χαρακτῆρα, πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι’ οἶκτον, νῦν ἀσθένειαν περιέθου.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Τοῦ Ἱεράρχου

ᾨδὴ ς’ Ὁ Εἱρμὸς

Πρὸς Κύριον,

ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥημάτων σου, εὐχῶν τε δυναστείᾳ Παρθένιε, ναοὶ ἐρράγησαν τῶν εἰδώλων θείᾳ χάριτι, καὶ ἄπιστος λαὸς πίστιν προσελάβετο, μεγαλύνων συμφώνως τὸν Κύριον.

 ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱκέτευσας, τὸν φιλάνθρωπον Λόγον σὺν δάκρυσι, καὶ τοῖς αἰτήσασιν ὄμβρους ἄνωθεν κατήγαγες, οἰκτείρων συμπαθῶς λαὸν κινδυνεύοντα, Ἱεράρχα Κυρίου Παρθένιε.

 ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ναμάτων σου, μυστικῶν ἑπομβρίαις κατήρδευσας, καρδίαν πᾶσαν προσφοιτῶσάν σοι Παρθένιε, καὶ ἡ γῆ ἡ τῷ αὐχμῷ ξηρανθεῖσα δέχεται, ὑετοὺς θαυμαστοὺς εὐφορήσασα.

 ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μὴ στήσῃς με, ἐν ἡμέρᾳ τῆς δίκης κατάκριτον, μὴ στηλιτεύσῃς με ἐπὶ πάντων τὸν ἀναίσθητον, Θεέ μου Ποιητά μου, ἔχων ἱκετεύουσαν, τὴν τεκοῦσαν ἀσπόρως σε Δέσποιναν.

 

Τοῦ Ὁσίου Λουκᾶ

Ὁ Εἱρμὸς 

Τοῦ βίου τὴν θάλασσαν,

 ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλύθη ἡ πάλαι σοι, δολιόφρον καθ’ ἡμῶν, ἰσχὺς καὶ φροῦδα γέγονε, τὰ πολλά σου σοφίσματα πονηρέ· ἰδοὺ γὰρ ἁπλούστατος, καὶ ἀπόνηρος νέος σε κατέβαλε.

 ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἔδωκας Ὅσιε, σοῖς βλεφάροις νυσταγμόν, οὐδὲ κροτάφοις ἄνεσιν, ἕως πᾶσαν κατέβαλες μηχανήν, τοῦ πλάνου ποικίλους σοι, πειρασμοὺς καθ’ ἑκάστην ἐξεγείροντος.

ὁ β’ χορός 

 Δόξα Πατρί…

Σωφρόνως διήνυσας, σοῦ τὸν βίον καὶ καλῶς, φιλοξενῶν ἑκάστοτε, ἐλεῶν τε πλουσίως καὶ δαψιλῶς· διὸ καὶ τετύχηκας, ἀφθαρσίας καὶ δόξης ἀκηράτου Λουκᾶ.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τριάδος γεγέννηκας, σὺ τὸν ἕνα σαρκικῶς, Θεοκυῆτορ Πάναγνε, ὑπὲρ νοῦν τε καὶ λόγον· διὸ βοῶ, Τριάδος τῆς θείας με, ταῖς πρεσβείαις σοι δεῖξον οἰκητήριον.

ὁ β’ χορός 

Ὁ Εἱρμὸς 

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

 

Κοντάκιον τοῦ Ὁσίου Λουκᾶ

Ἦχος πλ. δ’ τῇ Ὑπερμάχῳ

Ὁ ἐκλεξάμενος Θεὸς πρὸ τοῦ πλασθῆναί σε, εἰς εὐαρέστησιν αὐτοῦ, οἷς οἶδε κρίμασι, προσλαβόμενος ἐκ μήτρας καθαγιάζει, καὶ οἰκεῖον ἑαυτοῦ δοῦλον δεικνύει σε, κατευθύνων σου Λουκᾶ τὰ διαβήματα, ὁ φιλάνθρωπος, ᾧ νῦν χαίρων παρίστασαι.

Ὁ Οἶκος

Ὦ Πατέρων ἀρίστη καλλονὴ καὶ σεμνότης, ὦ πάντων ἀσκητῶν κοσμιότης· Χριστοῦ τὰς ἐντολὰς γὰρ πληρώσαντος, πῶς ὑμνήσω τὴν σὴν βιοτὴν ἔνδοξε, μὴ ἔχων λόγων δύναμιν; ἀλλ’ ὅμως σοι θαρρῶν βοήσω.

  • Χαῖρε, λαμπρὸν Μοναζόντων κλέος, χαῖρε, πιστῶν ὁδηγὲ καὶ λύχνε.
  • Χαῖρε, τῆς ἐρήμου τερπνότατον βλάστημα, χαῖρε, οἰκουμένης λαμπτὴρ φαεινότατε.
  • Χαῖρε, ὅτι κατεφρόνησας τῶν ῥεόντων καὶ φθαρτῶν, χαῖρε, ὅτι τὰ οὐράνια σὺν Ἀγγέλοις κατοικεῖς.
  • Χαῖρε, τῶν ἀθυμούντων ταχινὲ παρακλῆτορ, χαῖρε, τῶν ἐν κινδύνοις ποθεινὲ παραστάτα.
  • Χαῖρε, σεπτὸν δοχεῖον τοῦ Πνεύματος, χαῖρε, κλεινὸν Χριστοῦ οἰκητήριον.
  • Χαῖρε, δι’ οὗ δόσις πᾶσα ηὐγάσθη, χαῖρε, δι’ οὗ ὁ Θεὸς ἐδοξάσθη.
  • ᾯ νῦν χαίρων παρίστασαι.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ζ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων.

Στίχοι

  • Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ,
  • Λαμπτῆρα πυρσεύοντα φῶς αὐτοῦ μέγα.
  • Παρθένιος κατέδαρθε, λαχὼν μακρὸν ἑβδόμῃ ὕπνον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν Ἑλλάδι.

Στίχοι

  • Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα,
  • Ὃς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων χιλίων Μαρτύρων καὶ τριῶν, οἰκετῶν τῶν τεσσάρων Προτικτόρων, τῶν ἐν Νικομηδείᾳ μαρτυρησάντων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ τελειοῦνται.

Στίχοι

  • Μὴ τὴν πυρὸς φρίξαντες ἰσχὺν ἓξ Φρύγες,
  • Τῇτῶν Φρυγῶν γῇ πύργος εἰσὶν ἰσχύος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Μονοβάτοις ἀγωνισαμένου, καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς συνοδίας αὐτοῦ.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον.

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ θ’

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

 ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

 ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

 ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

 

Τοῦ Ἱεράρχου

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

Ἀνάρχου Γεννήτορος,

 ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδεῖν κατηξίωσαι, ἀπολυθεὶς τοῦ σώματος, τὰ ἀθέατα κάλλη Πάτερ Παρθένιε, ὅλος ἀρετῶν εὐμορφίᾳ, ὡς ἀληθῶς καθωραϊσμένος· διὸ σε γεραίρομεν, καὶ γνησίως μακαρίζομεν.

 ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἰδεῖν κατηξίωσαι, ἀπολυθεὶς…………….

 

  ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς κρίνον ὡς ῥόδον σε, εὐῶδες ὡς ὀσφράδιον, ἀρετῶν ποικιλίᾳ ὡραϊζόμενον, Πάτερ ὁ Χριστὸς εἰς τὰς ἄνω, περιφανῶς ἐσκήνωσε μάνδρας, ὁσίως ποιμάναντα, τόν λαὸν αὐτοῦ Παρθένιε.

  ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σκιρτήσωμεν ἄνθρωποι, χορεύσωμεν γηθόμενοι, ἑορτήν τε ἁγίαν νῦν συστησώμεθα, ψάλλοντες Θεῷ ἐν αἰνέσει, τὸν θαυμαστὸν καὶ μέγαν ποιμένα, Παρθένιον σήμερον, κατὰ χρέος μακαρίζοντες.

  ὁ α χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ μνήμη σου σήμερον, ἡμῶν περιαυγάζουσα, τὰς καρδίας ὡς μέγας ἥλιος ἔλαμψεν· ἣν ἐπιτελοῦντες ἐν πίστει, ῥῦσαι παθῶν σκότους Ἱεράρχα, καὶ νόσων καὶ θλίψεων, καὶ παντοίων περιστάσεων.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φωτὶ με καταύγασον, τὸν ἐν τῷ σκότει κείμενον, τῆς δεινῆς ῥαθυμίας Θεοχαρίτωτε, καὶ μὴ προαιρούμενον ὅλως, τοὺς τοῦ Θεοῦ νόμους συντηρῆσαι, ὅπως ὡς προστάτην μου, κατὰ χρέος μακαρίζω σε.

 

Τοῦ Ὁσίου Λουκᾶ

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις

 ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σοὺς πόνους Πάτερ καὶ ἀγωνίσματα, τὶς ἐξειπεῖν δυνήσεται βροτῶν ὧν ἀντάξιον, τὸν μισθὸν ἐκομίσω παρὰ Θεοῦ; γέγονας γὰρ δοχεῖον, τοῦ θείου Πνεύματος· Ὅσιος, εὐθύς, ἀληθινός, δίκαιος, ἄμεμπτος.

  ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἁπλοῦν τὸ ἦθος καὶ ἀπονήρευτον, καὶ ταπεινόν, ἐλέους τε μεστὸν πρὸς τοὺς πένητας, καὶ φιλόξενόν τε καὶ φιλέρημον, ἥσυχον πρᾶον ὄντως, Πάτερ ἐνέδειξας· ὅθεν συνετάγης Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Δαυΐδ.

 

ὁ α’ χορός 

 Δόξα Πατρί…

Μοναῖς ἐκείναις ὡς αὐλιζόμενος, ταῖς ὀρεκταῖς καὶ κάλλους θεϊκοῦ ἐμπιπλάμενος, Παραδείσου τε θείου τοῖς ἄνθεσι, νῦν ἐντρυφῶν εἰς κόρον, καὶ ἀγαλλόμενος, μνείαν πρὸς Θεὸν ὑπὲρ ἡμῶν ποιοῦ Πανόλβιε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Νοεῖν οὐ σθένει σου τὸ μυστήριον, βρότειος νοῦς Παρθένε Θεοτόκε πανύμνητε· πρὸ γὰρ τόκου ἀνάνδρως συνέλαβες, ἔμεινάς τε Παρθένος, καὶ μετὰ κύησιν, τέτοκας δὲ Λόγον τῷ Πατρὶ τὸν συναΐδιον.

 

ὁ α’ χορός 

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια

ὁ α’ χορός 

Γυναῖκες ἀκουτίσθητε

Λαμψάκου ὁ παμμέγιστος, Ποιμὴν καὶ περιβόητος, θαυματουργὸς Ἱεράρχης, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τὸ Ἑλλησπόντου καύχημα, καὶ τῶν πιστῶν ἑδραίωμα, τιμάσθω νῦν Παρθένιος· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτος, ἐξιλεοῦται τὸ θεῖον.

ὁ β’ χορός 

Τοῦ Ὁσίου, Ὅμοιον

Μονάσας ἐκ νεότητος, καὶ τὸν σταυρὸν ἀράμενος, ἐμάκρυνας ἐν ἐρήμῳ, Λουκᾶ φωστὴρ Μοναζόντων, ἐγκρατείᾳ δὲ πάσῃ, τὸ χεῖρον δουλωσάμενος, τῶ κρείττονι θεόληπτε, ὡς ἐφικτὸν συνεκράθης, τῇ ἀπροσίτῳ Τριάδι.

ὁ α’ χορός 

Τῆς Ἑορτῆς, Ὅμοιον

Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ Πατρικὸν φῶς Χριστέ μου.

 

Ὁ προεστὼς:Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… 

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β’ Οἶκος τοῦ Ἐφραθᾶ

ὁ α’ χορός 

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

 ὁ β’ χορός 

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

 

Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.

 ὁ α’ χορός 

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Νῦν εἶδον ἀγαθέ, Θεὲ οἱ ὀφθαλμοί μου, τὴν σὴν ἐπαγγελίαν, ἀπόλυσόν με τάχος, τὸν δοῦλόν σου φιλάνθρωπε.

ὁ β’ χορός 

Δόξα… Καὶ νῦν… Ὅμοιον

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν

ΑΝΤΙΦΩΝΑ

 Ἀντίφωνον Α’

ὁ α’ χορὸς

Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορὸς

Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορὸς

Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

 ὁ β’ χορὸς

 Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορὸς

Στίχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

ὁ β’ χορὸς

Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ.

ὁ α’ χορός

Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

  ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

 ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ’

ὁ α’ χορὸς

Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.

Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 ὁ β’ χορός

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαῖρε κεχαριτωμένη…

ὁ α’ χορὸς

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 

Χαῖρε κεχαριτωμένη…

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ὁ β’ χορός

Ἀπολυτίκιον 

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Tῷ μύρῳ τοῦ Πνεύματος, ποιμὴν Λαμψάκου ὀφθείς, τὴν θείαν ἐνέργειαν παρὰ Θεοῦ δαψιλῶς θαυμάτων ἐπλούτησας, δαίμονας ἀπελαύνειν, ἀσθενοῦντας ἰᾶσθαι, νόσους ἀποδιώκειν καὶ πληρῶν τὰς αἰτήσεις, Παρθένιε ἱεράρχα, τῶν προσιόντων σοι.

ὁ α’ χορός

Ἀπολυτίκιον

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἑλλάδος τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν τοῦ Στειρείου φωστῆρα, καὶ οἰκήτορα ὅσιον, τιμήσωμεν ᾀσμάτων ἐν ὠδαίς, Λουκᾶν τὸν θεοφόρον εὐσεθῶς, τῷ Χριστῷ γὰρ οἰκειούται διαπαντός, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.

 

ὁ β’ χορός 

Τοῦ Ναοῦ

 

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  

Ἦχος α’

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

 

Τρισάγιον

᾽Απόστολος

Προκείμενον. Ἦχος πλ. β΄

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

   (6:11-16)

Τέκνον Τιμόθεε, δίωκε  δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν

Ἀλληλούϊα (γ’) Ἦχος πλ. β’

                                             Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

 

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

κ΄ 46 – 47, κα΄ 1 – 4

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,  οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρίμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους.  εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν·  ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε. Ταῦτα λέγων ἐφώνει·. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Κοινωνικόν

ὁ β’ χορός

Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

 

 ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

 

 7 ΦΕΒ15 ΣΑΒΒΑΤΟΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s