ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΜΕΤΑ ΤΑ ΦΩΤΑ (2015)

10 ΙΑΝΟΥΑΡΙΟΥ 2015

Σάββατον μετὰ τὰ Φῶτα.

 Γρηγορίου Νύσσης (†395), Δομετιανοῦ Μελιτινῆς (†602)· Μαρκιανοῦ πρεσβυτέρου οἰκονόμου Μεγ. ᾿Εκκλησίας.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι

 

ὁ β’ χορός

Δόξα Πατρί…

Ἀπολυτίκιον  Ἦχος γ’. Θείας πίστεως.

Θεῖον γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε τὴ γὰρ σοφία τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

 

ὁ α’ χορός

Καὶ νῦν… Ἀπολυτίκιον  Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε,……

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…  

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α´ Στιχολογίαν.

Κάθισμα Ἦχος γ΄

ὁ α’ χορός

Ἡ Παρθένος σήμερον

Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.

 

ὁ β’ χορός

Δόξα… Καὶ νῦν…

Ὁ Δεσπότης σήμερον……..

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα Ἦχος δ’

ὁ α’ χορός

Κατεπλάγη Ἰωσὴφ

Θεοφάνειας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον, καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε

ὁ β’ χορός

Δόξα… Καὶ νῦν…

Θεοφάνειας ὁ καιρός……..

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα) 

ΚΑΝΟΝΕΣ

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ α’  Ἦχος β’  Ὁ Εἱρμὸς

Στείβει θαλάσσης

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,

Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου

Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,

Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,

Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

 

Ὄρθρου φανέντος…..

 

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

 

Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,

Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,

Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,

Ὄπα κρατίστην. Οὗτος ἠγαπημένος,

Ἴσος τέ μοι παῖς, χρηματίζει τὴν φύσιν.

 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἄναρχε ῥείθροις……..

 

Κανὼν τοῦ Ἁγίου Γρηγορίου.

Ποίημα Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α’ Ἦχος πλ. α’

Ἵππον καὶ ἀναβάτην

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄβυσσος ὢν σοφίας, καὶ γνώσεως θησαυρός, καὶ αὐτοαγαθότης, φωτοχυσίαν νέμοις μοι, Χριστὲ τῆς ἐνδόξου σου, Ἐκκλησίας ᾄσμασι, τὸν φωστῆρα ὑμνεῖν Γρηγόριον.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δέχοιο διδασκάλων, Γρηγόριε τὸ λαμπρόν, ἐγκαλλώπισμα Πάτερ, τὸ πενιχρὸν ἐφύμνιον, τῇ σῇ προσφερόμενον, ἐξ ἀγάπης μνήμῃ· ἐν ᾗ Χριστὸν ἡμῖν ἐξιλέωσαι.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λόγῳ ἱερομύστα, πλουσίῳ τε καὶ σοφῷ, τὴν σεπτὴν Ἐκκλησίαν, θεολογεῖν ἐδίδαξας, Μονάδα Τρισάριθμον, καὶ Τριάδα σύνθρονον, καὶ ὁμότιμον ὦ Γρηγόριε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Πίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ Κόρη τῶν σῶν· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενος τὴν ἀνθρωπότητα.

 

Κανὼν τοῦ Ἁγίου Δομετιανοῦ

ᾨδὴ α’ Ἦχος α’

Σοῦ ἡ τροπαιοῦχος δεξιά

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τάς ἐπαναστάσεις τῆς σαρκός, καὶ τῶν παθῶν τάς ἑφόδους θεόληπτε, καὶ τὸν ἐγειρόμενον, ἐν τῇ ψυχῇ μου κατευνάσας πόλεμον, εἰρηναίᾳ Πάτερ, ἐν καταστάσει συντήρησον.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀνωτάτης σοφίας ἁψάμενος, σάρκα καθυπέταξας, καὶ τῆς γῆς ἀπετινάχθης Ὅσιε, καὶ Θεὸς τῷ ὄντι, ὡς ἐν μεθέξει γεγένησαι.

 ὁ α’ χορός

Δόξα Πατρί…

Δομετιανὸς ὁ θαυμαστός, κατὰ μικρὸν ἀπὸ γῆς ἀνυψούμενος, ἧκεν ἐκ δυνάμεως, ἀμυδροτέρας πρὸς τελείαν δύναμιν, καὶ τάς ἀναβάσεις, ἐν τῇ καρδίᾳ διέθετο.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

 Ὕδασιν ἐμβάψας τῆς σαρκός, ὃ προσελάβετο Κύριος φύραμα, ἐκ τῶν σῶν εἰργάσατο, παρθενικῶν αἱμάτων τὸ σωτήριον, πρὸς τάς παρατάξεις, τάς ἐναντίας ἀχείρωτον.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

Ὃσοι παλαιῶν

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,

Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,

Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ.

Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,

Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.

 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Νέκρωσιν ὁ πρίν,…….

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

 

Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,

Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις΄

Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,

Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.

Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.

 

 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, ………………..

Τοῦ Ἱεράρχου

ᾨδὴ γ’

Ὁ πήξας ἐπ’ οὐδενός

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σαρκὸς μὲν τῷ ἡγεμόνι, νῷ τὰ σκιρτήματα, τῷ Παμβασιλεῖ δὲ τὸν νοῦν ὑπέταξας· ὅθεν ἀπροσκόπτως τὴν ὁδόν, τῶν ἐντολῶν ἀνύσας, σὺ τῆς Τριάδος ἐνδιαίτημα, γέγονας εἰκότως Γρηγόριε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ πράξει τὴν θεωρίαν, Πάτερ προσέθηκας· διὸ τάς ἡνίας τῆς Ἐκκλησίας σοι, φέρων ἐγχειρίζει ὁ Χριστός, ἣν περ ἀνεπιλήπτως, ὡς μυστιπόλος ἐκυβέρνησας, ἄριστος παμμάκαρ Γρηγόριε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Προβαίνων τῶν ἀρετῶν, τῷ ὄρει Γρηγόριε, καὶ τάς ἀναβάσεις ἐν τῇ καρδίᾳ σου, σὺ διατιθέμενος ἐκ γῆς, ἤρθης ἀλήκτῳ δρόμῳ, πρὸς ἐπουράνιον πολίτευμα, πρὸ τῆς ἐκ σαρκὸς ἐκδημίας σου.

 

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ μήτηρ Θεοῦ, ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον,σεσαρκωμένον γὰρ ἐκύησας Λόγον, ὀρθοδόξως κηρύττομεν.

 

Τοῦ Ὁσίου

Ὁ μόνος εἰδὼς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν τῇ κραταιότητι αὐτοῦ, ἐχθρὸς ὁ παλαιότατος, τῆς σῆς ψυχῆς οὐ σθένων τὸ εὔστολον, παρασαλεῦσαι καθυποκρίνεται, ἐν καιρῷ πρὸς ἔκλυσιν, τῆς σῆς καρτερότητος, ζωϋφίων πτηνῶν τὸ φαυλότατον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν τῇ κραταιότητι αὐτοῦ………

ὁ α’ χορός

Δόξα Πατρί…

Τῇ μεγαλαυχίᾳ τῆς αὐτοῦ, δικαίως ἐξουθένωται, παραπληξίας δράκων ὁ δείλαιος, καὶ κυνομυίας εἰς εἶδος τέτραπται, ἀσθενείᾳ πλείονι, καὶ ποσὶν ὑποτέτακται, τῶν δικαίων ὡραίοις πατούμενος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἐκ σοῦ γεννηθεὶς ἄνευ σπορᾶς, Υἱὸς ὁ προαιώνιος, Παρθενομῆτορ κόσμον ἀνέπλασε, τὸν κεκρυμμένον ὄφιν τοῖς ὕδασιν, ἐν τῷ βαπτισμῷ αὐτοῦ, θανατώσας Κύριος, καὶ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενος.

 

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

Κάθισμα τοῦ Ἱεράρχου

ὁ α’ χορός

Ἦχος γ’

Θείας πίστεως

Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὸν κόσμον ἐστήριξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα… τοῦ Ὁσίου

Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Τῷ τῆς ἱερωσύνης σεμνυνόμενος Πάτερ, χρίσματι θεοδότῳ κατελάμπρυνας τοῦτο, ἐνθέοις καλλοναῖς τῶν ἀρετῶν, καὶ θείᾳ πρὸς Χριστὸν ὑποταγῇ, καὶ τελέσας σου τὸν δρόμον, ἐν οὐρανοῖς βοᾷς μετὰ Ἀγγέλων· Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

ὁ α’ χορός

Καὶ νῦν… Τῆς Ἑορτῆς, ὅμοιον

Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ’ αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ· δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ δ’ . Ἦχος β’. Ὁ Εἱρμὸς

Πυρσῷ καθαρθείς

Ἰαμβικὸς

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,

Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,

Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,

Υἷας συνελκῦσαί τε τῇ σῇ Βαπτίσει,

Μάκαρ ,φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.

 

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Πεμφθεὶς ὁ Πατρὸς……………..

.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,

Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,

Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,

Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,

Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,

Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων,

Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,

Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,

Τοῦτον καθειργνύς, ἐκσαώζει τὴν κτίσιν.

 

Τοῦ Ἱεράρχου

ᾨδὴ δ’ 

Τὴν θείαν ἐννοήσας σου

  ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς στῦλος καθωράθης ὁλόφωτος, βίῳ τε λόγῳ τε θερμῷ, ὀρθοδοξίας Γρηγόριε, πεπυρσευμένος τῷ ζήλῳ, τοῦ νέου Ἰσραὴλ προηγούμενος.

  ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὴν χάριν δεδεγμένος τοῦ Πνεύματος, τὸ εὐτελὲς τοῦ νομικοῦ, διεῖλες ἔνδυμα γράμματος, καὶ τὸ κρυπτόμενον κάλλος, ἡμῖν τῶν ἐννοιῶν ἀπεκάλυψας.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τοῦ θείου προελθοῦσαν ἐκ στόματος, θεοπαράδοτον εὐχήν, συντετμημένως Γρηγόριε, ὡς μυστιπόλος τῶν θείων, σαφῶς τῇ Ἐκκλησίᾳ ἐπλάτυνας.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας· καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

 

Τοῦ Ὁσίου

Ὄρος σε τῇ χάριτι 

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὸν Νόμον ὑπέδειξας, τῆς χάριτος εἶναι σκιάν, τοῖς ἐν τῷ Νόμῳ τὸν Θεόν, Ἑβραίοις σέβουσι Σοφέ, καὶ τὸ Εὐαγγέλιον, τῆς ἀληθοῦς θεοφάνειας Μυστήριον, Χριστῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.

  ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἀστράψας ἀστήρ, ὡς ἐξ Ἑῴας πολύφωτος, τὴν Ἐκκλησίαν δᾳδουχεῖς, ἀνακηρύττων τὸν Χριστόν, σοφαῖς ἀποδείξεσι, πανευσεβῶς, δικαιοσύνης τὸν Ἥλιον, αὐτὸν κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

Κακίας ἁπάσης, ἀπερράγης καὶ σχέσεως, προσύλου Πάτερ ἐν σπουδῇ, καὶ κατελάμπρυνας φωτί, Πατρίδος πληρώματα, τῆς σῆς σοφέ, καὶ τούτοις πλοῦτον ἐπώμβρησας, ἀφθονωτέρᾳ χρυσίου ποσότητι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Λόγος καθὸ Θεός, ὑπάρχων ἀόρατος, προσειληφὼς ἐκ γυναικός, ἀνθρώπου φύσιν ὁρατός, τελεῖται καὶ καθαίρεται, ἐν ποταμῷ, ὁ ἁμαρτίας ἀλλότριος, τὸν πεπτωκότα…..

ὁ β’ χορός

…….. καθαίρων τοῦ πταίσματος.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾨδὴ ε’ Ὁ Εἱρμὸς

Ἐχθροῦ ζοφώδους

Ἰαμβικὸς

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,

Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,

Ἵστησιν ἀμφ’ ὤμοισιν ἐξάρας ἄνω,

Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,

Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας. 

 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀθρῶν ὁ Πλάστης …………….

 

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,

Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,

Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,

Ἄντλημα προσφέροντα δίψης ἐνθέου,

Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.

 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,……….

Τοῦ Ἱεράρχου

ᾨδή ε’ 

Ὁ ἀναβαλλόμενος, φῶς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σὺ ὡς πῦρ κατέφλεξας, τάς τῶν αἱρέσεων, ἀκανθηφόρους πλοκὰς τῶν λόγων, τῶν πιστῶν τάς φρένας δέ, ἐφώτισας μάκαρ, μυσταγωγὲ Γρηγόριε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Εὐνομίου ἤλεγξας, σὺ τὸ ἀνόμοιον, καὶ τούτου λόγους δυσδιαφεύκτους, τῶν ἀρκύων βρόχους τε σφοδρούς, ὡς ἀράχνης ὑφάσματα διέλυσας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἤλεγξας πανάριστε, τὸν ἀθεώτατον Μακεδόνιον, τὸ θεῖον Πνεῦμα, ἀδεῶς ὑβρίσαντα, ὡς ἄμοιρον τούτου, ὑπάρχοντα Γρηγόριε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τεκοῦσα, Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε, τὴν φύσιν τοῦ Προπάτορος.

 

Τοῦ Ὁσίου

Ὁ φωτίσας τῇ ἐλλάμψει 

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐπέβλεψεν, ἐπὶ γῆς ὁ Δεσπότης τῆς κτίσεως, καὶ τὰ ταύτης ἐσαλεύθη θέοφρον θεμέλια, καὶ δεινῶς ἐτρόμαξε· σὲ δὲ ψυχῆς ἀνδρεία Πάτερ, τῆς προσευχῆς οὐ παρέκλινεν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Οὐκ ἠνέσχου, βλασφημούντων ἀκούειν Ἀοίδιμε, καὶ λαλούντων εἰς τὸ ὕψος ἀδικίαν δι᾿ ἄνοιαν· ἀλλ᾿ αὐτοὺς ἐπέστρεψας, Ποιμαντικῇ σου βακτηρίᾳ, καὶ τὸ νοσοῦν ἐθεράπευσας.

 ὁ α’ χορός

Δόξα Πατρί…

Μίαν φύσιν, ἐν Χριστῷ ἐσφαλμένως κηρύττεσθαι, θεορρῆμον, οὐδαμῶς συνεχώρησας σύνθετον, ἀλλ᾿ αὐτοὺς ἐζωγράφησας, τῇ τῶν δογμάτων σου σαγήνῃ, καὶ πρὸς τὸ φῶς ἐπανήγαγες.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἐγλύκανε, τῶν ὑδάτων πικρίαν ἐν ἅλατι, Ἐλισαῖος· ὁ δὲ σὸς Θεομῆτορ Υἱὸς καὶ Θεός, βαπτισθεὶς ἐν ὕδατι, τῆς ἁμαρτίας τὴν πικρίαν,….

 ὁ α’ χορός

……. καὶ τὴν ὀδύνην ἐξείλετο.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾨδὴ ς’ ὁ Εἱρμὸς

Ἱμερτόν ἐξέφηνε

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,

Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,

Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,

Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,

Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ’ ἐσχάτων.

 

.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἐκ ποντίου λέοντος ὁ τριέσπερος, ……

 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν,

Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,

Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,

Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,

Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

 

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν, …..

 

Τοῦ Ἱεράρχου

ᾨδὴ ς’ 

Μαινομένην κλύδωνι

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ταπεινὸν τὸ φρόνημα, κεκτημένος πᾶσί τε πραΰς, μαχητὴς ἐδείκνυσο Γρηγόριε, πρὸς τοὺς Χριστοῦ, μειοῦν τὴν δόξαν σπουδάζοντας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν Ἀρείου ἔκφυλον, τῆς Τριάδος, λόγῳ δαψιλεῖ, τολμηρὰν διαίρεσιν Γρηγόριε, σὺ παντελῶς, καθῄρηκας τῇ σοφίᾳ σου.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀμαθῶς τὴν ἕνωσιν, τῆς Τριάδος, σύγχυσιν φρονῶν, ὑπὸ σοῦ Σαβέλλιος ἐλήλεγκται, θεομαχῶν, Γρηγόριε παμμακάριστε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ Παρθένος ἔτεκες, καὶ τεκοῦσα, ἔμεινας ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, Παρθένος Μήτηρ βαστάσασα.

 

Τοῦ Ὁσίου

Ἐκύκλωσεν ἡμᾶς

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐρρύσθησαν ὡς ἐκ παγίδος Ὅσιε, θανάτου κινδυνεύοντες, οἱ λαοί, καὶ παθημάτων ὁ ἐσμός, πόρρω ταῖς εὐχαῖς σου ἀπελήλατο· καὶ γὰρ αὐτοί, πρῶτοί σὲ ἔσχον συλλήπτορα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐρρύσθησαν ὡς ἐκ παγίδος…………….

ὁ β’ χορός

Δόξα Πατρί…

Ἀνέστειλας ἐν ἱκεσίᾳ πάνσοφε, τὴν ῥύμην τοῦ νοσήματος, τῇ Παρθένῳ καὶ Μητρὶ τοῦ Λυτρωτοῦ, θᾶττον προσδραμών· οὐ γὰρ ὑπήνεγκας, ποιμὴν ὡς ὤν, κινδυνευούσης ποίμνης ἀνέχεσθαι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἐξέστησαν τὰ τῶν Ἀγγέλων τάγματα, ὁρῶντα τὸν ἀόρατον, ἐκ Παρθένου γεννηθέντα ἐν σαρκί, καὶ τὸν ἀϋλίᾳ δοξαζόμενον, ἐν ποταμῷ, τοῦ βαπτισθῆναι καταδυόμενον.

 

ὁ β’ χορός

Ὁ Εἱρμὸς

 Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον Ἦχος α’

Χορὸς Ἀγγελικὸς 

Τὸ ὄμμα τῆς ψυχῆς, γρηγορῶν Ἱεράρχα, ὡς γρήγορος Ποιμήν, ἀνεδείχθης τῷ κόσμῳ, καὶ ῥάβδῳ τῆς σοφίας σου, παμμακάριστε Ὅσιε, πάντας ἤλασας, τοὺς κακοδόξους ὡς λύκους, ἀδιάφθορον, διατηρήσας τὴν ποίμνην, Γρηγόριε πάνσοφε.

Ὁ Οἶκος

Ἐξ ἀμελείας ὁ δείλαιος ἀναπέπτωκα, καὶ πρὸς θάνατον ὕπνωσα· ἀλλ᾿ ὡς ποιμὴν γρηγορώτατος, ἔγειρόν με Πάτερ, καὶ τὰ πάθη μου κοίμισον, τὰ κακῶς τυραννοῦντά με, ὅπως ἐξανιστάμενος, καθαρῶς ᾄδω σου τὴν φωσφόρον μετάστασιν, ἣν ὁ Δεσπότης τῆς οἰκουμένης ἐδόξασεν ἀξίως, ὡς οἰκέτου πιστοτάτου, ὡς δογματιστοῦ πανσόφου, ὡς φίλου καὶ μύστου, καὶ ὡς οἰκονόμου τῶν αὐτοῦ παραδόσεων, ὧν καλῶς ἐφύλαξας τὴν χρῆσιν ἀμίαντον, Γρηγόριε πάνσοφε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ι’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης.

Στίχοι

  • Ἡ Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος,
  • οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει.
  • Γρηγόριον δεκάτῃ θανάτου κνέφας ἀμφεκάλυψεν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς.

Στίχοι

  • Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη,
  • Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρκιανοῦ, Πρεσβυτέρου καὶ Οἰκονόμου τῆς μεγάλης Ἐκκλησίας.

Στίχοι

  • Ἀπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος,
  • Ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμώνιος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος,
  • Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου.

 

 

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 

 

ᾨδὴ η’

Ὁ Εἱρμὸς

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον

Ἐν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾠδὴ θ’.

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἐπεσκέψατο ἡμᾶς

Τὸν ποιμένα τὸν καλόν, Γρηγόριον τὸν πάνσοφον, τῶν Νυσσαέων Πρόεδρον, τοῦ Βασιλείου τοῦ σοφοῦ, ὁμότροπον ὁμαίμονα, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τιμήσωμεν ἅπαντες.

 

ὁ β’ χορός

Καὶ τῆς Ἑορτῆς

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

.

 

ΑΙΝΟΙ (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

 

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

 

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

 

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…

Ἀποστιχα Στιχηρὰ

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ

ὁ α’ χορός

Νῦν ξένην ὁ Σωτὴρ βροτοῖς δωρεῖται ῥύψιν, χωρὶς ἀναχωνεύων, πυρὸς καὶ ἀναπλάττων, ψυχὰς δίχα συντρίψεως.

 ὁ β’ χορός

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω,

 Ὕδωρ θείας ζωῆς, πηγῶν ἐκ σωτηρίων, λαοὶ μετ᾿ εὐφροσύνης, ἀντλήσατε προθύμως ψυχῶν εἰς ἀπολύτρωσιν.

 ὁ α’ χορός

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 Ἦλθεν ὁ φωτισμός, ἡ χάρις ἐπεφάνη, ἡ λύτρωσις ἐπέστη, ὁ κόσμος ἐφωτίσθη, λαοὶ χαρᾶς ἐμπλήσθητε.

ὁ β’ χορός

Δόξα…

Ἦχος α’ Ἀνατολίου

Ὁ τῆς ὀρθῆς πίστεως γενναῖος ἀγωνιστής, ὁ συγκακοπαθήσας ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ἀγωνίζου καὶ νῦν ὑπὲρ τῆς Ἐκκλησίας, τὸν καλὸν ἀγῶνα, διατηρῶν αὐτῆς, τῶν σῶν δογμάτων ἀσάλευτον, τὴν κρηπῖδα Γρηγόριε.

ὁ α’ χορός

Καὶ νῦν… ὁ αὐτὸς

Σὺ ἐν Ἰορδάνῃ βαπτισθείς, ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς ἐπιφανείας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

 

 

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι

 

ὁ β’ χορός

Δόξα Πατρί…

Ἀπολυτίκιον  Ἦχος γ’. Θείας πίστεως.

Θεῖον γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε τὴ γὰρ σοφία τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

 

ὁ α’ χορός

Καὶ νῦν… Ἀπολυτίκιον  Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε,……

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

᾽Αντίφωνον α´

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,Ἰσραὴλ ἐξουσία αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. γ’. Τί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακὼβ

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος β’

Στίχ. α’. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. β’. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

ὁ β’ χορός

Στίχ. γ’. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

ὁ α’ χορός

Στίχ. δ’. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Ἦχος α’

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ὁ β’ χορός

Στίχ. β’. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

ὁ α’ χορός

Στίχ. γ’. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

 

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς….
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται  συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι

 

 

ὁ β’ χορός

Ἀπολυτίκιον  Ἦχος γ’. Θείας πίστεως.

Θεῖον γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε τὴ γὰρ σοφία τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

 

 

ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Ἦχος δ’

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. β΄

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα  (6:10-17)

Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.

 

Ἀλληλούϊα(γ΄)  Ἦχος πλ. β΄

Μακάριοι ὃν ἐξελέξω καὶ προσελάβου, Κύριε.

Στίχ. Καὶ τὸ μνημόσυνόν αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(δ΄ 1 – 11)

Τῷ καιρῷ ἐκείνῳ, ἀνήχθη ὁ ᾽Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἔφη αὐτῷ ὁ ᾽Ιησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,καὶ λέγει αὐτῷ·Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, Ὕπαγε, ὀπἰσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Κοινωνικόν

ὁ β’ χορός

Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

 

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

 

Ἀπόλυσις 

 10 ΙΑΝ15 ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΑ ΦΩΤΑ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s