ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ (2015)

3 ΙΑΝΟΥΑΡΙΟΥ 2015

Σάββατον (πρὸ τῶν Φώτων).

Μαλαχίου προφήτου (περὶ τὸ 450 π.Χ.), Γορδίου μάρτυρος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

Ἀπολυτίκιον Προεόρτιον

ὁ α’ χορός

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

 

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου…..

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…   

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α´ Στιχολογίαν.

Κάθισμα Ἦχος γ΄

ὁ α’ χορός

Τὴν ὡραιότητα

Ὁ ἀπερίγραπτος ὢν τῇ θεότητι, περιγραφόμενος ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, Ἰορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα· πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται, πρὸς ὂν νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… ὅμοιον

Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, ἐπὶ τὰ ὕδατα τοῦ βαπτισθῆναι σαρκί, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, δούλῳ παριστάμενον, τὸν Δεσπότην τῆς κτίσεως, ἄνωθεν ἐκήρυττε, σὲ Πατὴρ ὁ προάναρχος· διὸ μετ’ εὐφροούνης βοῶμέν σοι. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.

 

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα Ἦχος πλ. α’

ὁ α’ χορός

Τὸν συνάναρχον Λόγον

Τὸν ὁμότιμον Λόγον Πατρὶ καὶ Πνεύματι, σαρκωθέντα δι’ οἶκτον καὶ βαπτιζόμενον, τῶν Ἀγγέλων οἱ χοροί, βλέποντες ἔτρεμον, καὶ Ἰορδάνης ποταμός, εὐλαβηθεὶς καὶ φοβηθείς, ἐστράφη εἰς τὰ ὀπίσω, ἡμᾶς ἀνάγων πρὸς ὕψος, τῆς σωτηρίας, πάθεσι ῥεύσαντας.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… ὅμοιον

Ὁ συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι’ ἡμᾶς, ἤδη ἐπείγεται, ὑπαντήσωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ· Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.

 

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα) 

ΚΑΝΟΝΕΣ

Ὁ Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον.

Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

 ὁ β’ χορὸς

Ἀνοίξω τὸ στόμα μου………….

 

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀβύσσους προστάγματι, δημιουργήσας φιλάνθρωπε, τὴν γῆν ὁ τοῖς ὕδασι, κρεμάσας Κύριε, ταπεινούμενος, προέρχῃ βαπτισθῆναι, ποταμίοις ῥεύμασι, πλύνων με ῥύπου παθῶν.

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βουλήσει ἐπτώχευσας, τὸν ἑκουσίως πτωχεύσαντα, κακῶν ἐπιδόσεσιν, ἐμὲ πλουτίζων Χριστέ, καὶ ἐν ὕδασι, προέρχῃ Ἰορδάνου, Βάπτισμα αἰτούμενος, ὁ ἀναμάρτητος.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Γηράσαντα πταίσμασι, κόσμον καινίζων Φιλάνθρωπε, ξένην ἀναγέννησιν, ἔρχῃ ποιήσασθαι, διὰ ὕδατος καὶ πνεύματος ἀνθρώποις· ὅθεν, σου δοξάζομεν, τὴν ἐπιφάνειαν.

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δαυῒδ θείῳ Πνεύματι, προκελαδῶν ἀπεφθέγγετο· Τὶ σοι ἒστι θάλασσα, ὅτι νῦν ἔφυγες; καὶ τὶ ὅτι σύ, ἐστράφης Ἰορδάνη, Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐν σοί;

 

Ἕτερος Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Μαλαχίου με τὸ κλέος δοξαζέτω.

Θεοφάνους.

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ἡ κεκομμένη τὴν ἄτομον

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 

Μετὰ τῆς ἄνω χορείας γηθόμενος, καὶ ταύτῃ συγχορεύων καὶ συναγαλλόμενος, καὶ θείου φωτισμοῦ, ἀξίως ἐμφορούμενος, θεόπνευστε, τοὺς πίστει τὴν σεπτήν, σοῦ μνήμην ἑορτάζοντας, τῷ Κυρίῳ ψάλλοντας, πρεσβεύων διαφυλάττε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀγγελομόρφῳ ψυχῆς ὡραιότητι, καὶ κάλλει διαπρέπων, πάλιν τῷ τοῦ σώματος, τὴν ἄνωθεν αὐγήν, τῆς θείας ἐπιλάμψεως, ἐδέξω θεηγόρε τηλαυγῶς, καὶ χαίρων ἀνεκραύγαζες· τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λελογισμένως ἀνύων τὸν βίον σου, καὶ τρόπων εὐκοσμίᾳ, καθωραΐζόμενος, καὶ ἤθεσι χρηστοῖς, Παμμάκαρ σεμνυνόμενος, Προφήτης ἀληθείας εὐσεβής, κραυγάζων ἐναπέφηνας. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἄχραντε Μήτηρ Θεοῦ Παντοκράτορος, ἡ Βασιλίδος φυλῆς, Δέσποινα βλαστήσασα, καὶ μόνη τὸν Θεόν, τὸν πάντων βασιλεύοντα, γεννήσασα σαρκὶ ὑπερφυῶς, κινδύνων με διάσωσον, τῷ Υἱῷ σου ψάλλοντα· Ἐνδόξως γὰρ δεδόξασται.

 

Ἕτερος Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς.

Μάρτυρα Γόρδιον ὕμνοισιν μελιηδέσιν ᾄδω.

Θεοφάνους.

Ὠδὴ α’ Ἦχος ὁ αὐτὸς

ᾌσωμεν τῷ Κυρίῳ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μάρτυς τῆς ἀληθείας, Γόρδιε παμμάκαρ γνωριζόμενος, φωτοφόρον μοι χάριν, οὐρανόθεν παράσχου ταῖς πρεσβείαις σου.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μάρτυς τῆς ἀληθείας…..

 

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 

ᾌσωμεν τῷ Κυρίῳ, τῷ τὸν Ἀθλοφόρον ἐνισχύσαντι, κατὰ τῶν ἀντιπάλων, καὶ στεφάνῳ τῆς νίκης κοσμήσαντι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥώμῃ καὶ πανοπλίᾳ, τοῦ Παμβασιλέως κρατυνόμενος, τῶν τυράννων καθεῖλες, τὴν μανίαν πανένδοξε Γόρδιε.

 ὁ α’ χορός

Δόξα Πατρί…

Τόνοις τῆς εὐσεβείας, ἐγγεγυμνασμένος δι’ ἀσκήσεως, τοὺς ἀγῶνας ὑπέδυς, ἑκουσίως πανεύφημε Γόρδιε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὕδατος ἁλλομένου, εἰς ἀθανασίαν ὤφθης σκήνωμα, τοῦ πηγάζοντος πᾶσι, τὴν ζωὴν τοῖς ἀνθρώποις Θεόνυμφε.

 

Ὠδὴ γ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

 Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Εὐφράνθητι ἔρημος διψῶσα, βροτῶν φύσις ἅπασα ἰδού, τὸ ὕδωρ ἐπιφαίνεται, τὸ τῆς ζωῆς ἀρδεῦον σε, γονιμωτάτως χάριτι, Χριστὸς ἡ πάντων ἀνάπλασις.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ζητῆσαί με γνώμῃ πλανηθέντα, προέρχῃ ἐν ὕδασι Χριστέ, ἐν οἷς καταδυόμενος, βυθίζεις μου τὰ πταίσματα, καὶ ἐκ βυθοῦ ἀνάγεις με, πάσης κακίας ὡς εὔσπλαγχνος.

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἥλιον ὁρᾶν σε μέλλων Λόγε, γυμνούμενον κρύπτει τάς αὐγάς· ἔρχῃ γὰρ γυμνωθέντα με, ἀπάτῃ τῇ τοῦ ὄφεως, διὰ τοῦ σοῦ Βαπτίσματος, στολὴν ἐνδῦσαι σωτήριον.

 

Τοῦ Προφήτου

Σὺ εἶ τὸ στερέωμα 

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χαίρεις νῦν θεώμενος, τὴν τῶν προρρήσεων ἔκβασιν, μάκαρ τῶν σῶν, τετελειωμένην, Μαλαχία θεόληπτε.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χαίρεις νῦν θεώμενος……

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴασιν ἐν πτέρυξιν, ἔχων ἀνέτειλεν Ἥλιος, ὁ νοητός, τῆς δικαιοσύνης, ὡς προέφης θεόπνευστε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὅλην τὴν ἐλπίδα μου, ἐν σοὶ Πανάμωμε τίθημι, ὅλην πρὸς σέ, χαίρων ἀνατείνω, τὴν ψυχὴν καὶ διάνοιαν.

 

Τοῦ Μάρτυρος 

Οὐκ ἔστιν Ἅγιος 

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥεόντων τὸ ἄστατον λογιζόμενος, καὶ μενόντων τὴν σύστασιν, Μάρτυς, ἀοίδιμε, ἐνθυμούμενος μάκαρ, ἀτρόμως τὸ στάδιον, ὑπῆλθες τῆς ἀθλήσεως.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀπέθου τὴν πρόσκαιρον ματαιότητα, καὶ συνέθου Πανόλβιε, τοῖς ἀεὶ διαμένουσι, καὶ φυγὼν τοὺς ἀνθρώπους, Ἀγγέλων ὁμόσκηνος, θεόφρον ἐχρημάτισας.

ὁ α’ χορός

Δόξα Πατρί…

Γεώδη φρονήματα καταλέλοιπας, πολιτείαν οὐράνιον, Μάρτυς εὑράμενος· καθορᾶν γὰρ μὴ φέρων, τῆς πλάνης τὸ φρύαγμα, εἰς ἔρημον ἐμάκρυνας.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Δέσποινα, καὶ οὐκ ἔστιν ἄχραντος, πλὴν σου πανάμωμε· ἐν γαστρὶ γὰρ τὸν Κτίστην, τῶν πάντων ἐχώρησας, τὸν μόνον πολυέλεον.

 

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὂν ὑμνεῖ πᾶσα κτίσις, οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

Κάθισμα τοῦ Προφήτου

ὁ α’ χορός

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

 Προφητείας τὴν χάριν πεπλουτηκώς, ἐσομένων τὴν γνῶσιν θεοπρεπῶς, μεμύησαι ἐν Πνεύματι, Μαλαχία θεόπνευστε, καὶ προλέγεις ἅπασι, Χριστοῦ τὴν ἐπέλευσιν, καὶ Ἐθνῶν πανόλβιε, τὴν θείαν ἀνάκλησιν. Ὃθεν τὴν σεπτήν σου, ἑορτάζομεν μνήμην, καὶ πόθῳ ὑμνοῦμεν σε, καὶ πιστῶς μακαρίζομεν, ἐκβοῶντές σοι ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ,τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός

Δόξα… τοῦ Μάρτυρος, ὅμοιον

Πυρωθεὶς τῇ ἀγάπῃ τοῦ Ἰησοῦ, αὐθαιρέτῳ βουλήσει Μάρτυς σοφέ, προθύμως εἰς θάνατον, σεαυτὸν παραδέδωκας, καὶ σταδίου ἐν μέσῳ, αὐτόκλητος ἵστασο, ἐκβοῶν τοῖς τυράννοις, ἰδοὺ ἐγὼ πάρειμι. Ὅθεν καὶ τὴν πλάνην παρρησίᾳ ἐλέγξας, ἐτμήθης τὴν κάραν σου, καὶ ζωὴν πρὸς τὴν ἄληκτον, μεταβέβηκας ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Καὶ νῦν… Προεόρτιον

Ἦχος ὁ αὐτὸς

Αὐλῶν Ποιμενικῶν 

Χορὸς προφητικός, προκηρύττων χαίρει, τὸ Βάπτισμα Χριστοῦ τὴν ζωὴν ἀναβλύζον· Κράζει ὁ Ἡσαΐας, ἀντλῆσαι ὕδωρ τὸ καθαρτήριον. Γράφει ὁ Θεοπάτωρ, πῶς ἐκ προσώπου φεύγει ἡ θάλασσα, τοῦ εὐδοκίᾳ σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.

 

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν………

 

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θάμβει συσχεθήσεται ὁ οὐρανός, καὶ τὰ τῶν Ἀγγέλων στρατεύματα, δουλοπρεπῶς σε, ἀφικνούμενον Χριστέ, πρὸς τὸν σὸν δοῦλον βλέποντες, καὶ ἐπιζητοῦντα τὸ Βάπτισμα.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἰωάννη σκίρτησον· ἔρχεται γάρ, πάντας ὁ λυτρούμενος Κύριος, ὑποκλιθῆναι, ὁ τῇ χειρί σου ταπεινῶς, ὅπως ταπεινωθέντα με, θείῳ ἀνυψώσῃ Βαπτίσματι.

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Κλίνας καταβέβηκας τοὺς οὐρανούς, ἐπὶ τὴν Παρθένον Φιλάνθρωπε, καὶ Ἰωάννῃ, ὑποκλίνεις κορυφήν, ἐπιζητῶν τὸ Βάπτισμα· δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Λύων τάς ἀμέτρους μου Λόγε σειράς, τῶν ἁμαρτημάτων ἐν ὕδασι, τοῦ Ἰορδάνου, ἐπισπεύδεις προσελθεῖν, καὶ βαπτισθῆναι Δέσποτα, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

 

 

 

 

Τοῦ Προφήτου

Εἰσακήκοα Κύριε

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑποφήτης γενόμενος, τῆς θεαρχικῆς Μάκαρ ἀγαθότητος, πᾶσιν Ἔθνεσιν ἐκήρυξας, τὴν γεγενημένην ἀπολύτρωσιν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑποφήτης γενόμενος…….

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μυηθεὶς διὰ Πνεύματος, τῆς ὑπερφυοῦς τοῦ Λόγου σαρκώσεως, τὸ ἀπόρρητον μυστήριον, Μαλαχία μάκαρ προηγόρευσας.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐπὶ σοὶ ἀνατίθημι, πᾶσαν προσδοκίαν τῆς σωτηρίας μου, καὶ τοῦ βίου τὴν κυβέρνησιν, Κεχαριτωμένη Μητροπάρθενε.

 

Τοῦ Μάρτυρος

Ἐξ ὄρους κατασκίου

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥήσεων Χριστοῦ, παμμάκαρ ὑπακούσας, χαίρων ταὴν φθαρτήν, κατέλιπες στρατείαν, καὶ Βασιλεῖ ἐστρατεύθης ταῷ οὐρανίῳ, στεφανηφόρε Μάρτυς Γόρδιε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥήσεων Χριστοῦ………….

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Διεθρύβησαν μάρτυς, ὄρη τῶν τυράννων, ἐτάκησαν δέ, βουνοὶ οἱ τῶν εἰδώλων, τῇ καρτερᾷ σου ἀθλήσει καὶ παρρησίᾳ, στεφανηφόρε προσεγγίσαντα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴσχυσας Σταυροῦ, τῇ θείᾳ δυναστείᾳ, δήμῳ δυσσεβεῖ, βοᾶν μεγαλοφώνως· Τοῖς μὴ ζητοῦσιν εὑρέθην μηδ’ ἐρωτῶσι· νῦν πεποιθότως ἐμφανίζομαι.

 ὁ β’ χορός

Δόξα Πατρί…

Ὅλην κατὰ σοῦ, θέοφρον τοῦ τυράννου, ἤγειρας σοφέ, τὴν ἄσχετον μανίαν, καταπλαγέντος παμμάκαρ τῆς διανοίας, καὶ τῆς ψυχῆς σου τὸ ἀνάστημα.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νύμφη τοῦ Θεοῦ, Μαρία Θεοτόκε, ῥῦσαί με δεινῶν, πταισμάτων καὶ κινδύνων, καὶ πρὸς γαλήνης λιμένα καὶ σωτηρίας,…..

ὁ β’ χορός

….. ταῖς σαῖς πρεσβείαις καθοδήγησον.

 

ᾨδή ε’ Ὁ Εἱρμὸς

ὁ α’ χορός

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα».

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μακρὰν τὸ ἀνθρώπινον, ἀπὸ Θεοῦ γενόμενον, ὁ Λόγος Θεοῦ κατοικτειρήσας, ἄνθρωπος ὤφθη, καὶ Βαπτισμῷ θεουργῷ, τοῦτο οἰκειοῖ θεοπρεπῶς, καὶ πρὸς τὸ ἀρχέτυπον, ἐπανάγει ἀξίωμα.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νεκροὺς χρηματίσαντας, ἡμᾶς ταῖς παραβάσεσιν, ἔρχῃ Ζωοδότα πανοικτίρμον, ἀναζωῶσαι ταῖς, Ἰορδάνου ῥοαῖς· ὅθεν σου δοξάζομεν πιστῶς, νῦν τὴν ἐπιφάνειαν, καὶ ἄφατον ἔλεος.

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ξενίζεται ἅπασα, ψυχὴ ἐννοουμένη σου, Λόγε τὴν φρικτὴν οἰκονομίαν! πῶς ἀναπλάσαι πάντα βουλόμενος, ἔρχῃ ἐπιβῆναι ποταμοῦ, ῥεύμασι γυμνούμενος, ὁ φῶς ἀναβαλλόμενος.

 

Τοῦ Προφήτου

Ὁ ἐκ νυκτὸς ἀγνοίας

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν φοβερὰν ἡμέραν, τῆς τοῦ Χριστοῦ παρουσίας παρήγγειλας, Μαλαχία θεόφρον, θείῳ φωτιζόμενος Πνεύματι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν φοβερὰν ἡμέραν………

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ τῶν ψυχῶν τὸν ῥύπον, ἀναχωνεύων καὶ πλύνων τῇ χάριτι, ὡς ἐν πόᾳ πλυνόντων, οὕτως σε θεόφρον ἐδόξασε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Κράτος θανάτου Κόρη, τῷ ζωηφόρῳ σου τόκῳ διέλυσας, Παναγία Παρθένε, καὶ ζωὴν ἐπήγασας ἄλυπον.

 

Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπεισελθὼν ἀτρόμως, καὶ ῥωμαλέως ὡς λέων τὸ θέατρον, πέτρας ὥσπερ ἀψύχους, Μάκαρ ἐλογίσω τοὺς ἄφρονας.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μεμυημένος Μάρτυς, τῆς θεοπνεύστου Γραφῆς τὰ διδάγματα, πάντα πρὸς σωτηρίαν, εὗρες ἐπαλείφοντα Γόρδιε.

 ὁ α’ χορός

Δόξα Πατρί…

Νενοηκὼς θέοφρον, τὴν σταθεράν σου ὁ Τύραννος ἔνστασιν, πέτρα καθάπερ κῦμα, τῇ σῇ διερράγη στερρότητι.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὁ ἐκ τῆς σῆς νηδύος, ὑπερουσίως Παρθένε σαρκούμενος, θεογνωσίας αἴγλῃ,….

ὁ α’ χορός

…… κόσμον κατελάμπρυνε Πάναγνε.

 

 

 

 

Ὠδὴ ς’ Ὁ Εἱρμὸς

 ὁ β’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Οἱ σκότει πάλαι καθήμενοι, τὸ φῶς ἐπιδημῆσαν θεώμενοι, χαρᾶς ἐμπλήσθητε, ἰδοὺ ἐπέφανε Κύριος, τὰ Ἰορδάνου ῥεῖθρα περιβαλλόμενος.

 ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πῶς βλέψει σε ἀφικόμενον, ὁ Πρόδρομος Σωτὴρ καὶ αἰτούμενον, τὸ θεῖον Βάπτισμα, πῶς σε ῥοαὶ ὑποδέξονται, τοῦ Ἰορδάνου, ῥεῖθρον ὄντα ἀφέσεως;

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι νοητὴν ἀγαλλίασιν, ἰδοὺ ἀφίκετο, τοῦ βαπτισθῆναι ὁ Κύριος, διασκεδάζων νέφη τῶν καρδιῶν ἡμῶν.

 

Τοῦ Προφήτου

Τὴν δέησιν ἐκχεῶ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λαμφθεῖσά σου ἡ σοφὴ διάνοια, ὑπ’ αὐτῆς τῆς θεϊκῆς φωταυγίας, καὶ τῶν χαμαί, χωρισθεῖσα πραγμάτων, τῆς τῶν μελλόντων ἠξίωται γνώσεως· τὴν κλῆσιν γὰρ τὴν τῶν Ἐθνῶν, καὶ τοῦ νόμου τὴν παῦσιν προείρηκας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λαμφθεῖσά σου ἡ σοφὴ…….

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλήλυθεν ἀληθῶς ὁ Κύριος, ὃν ἡμεῖς περιχαρῶς ἐζητοῦμεν, εἰς τὸν ναόν, ὃν αὐτὸς ἐκ Παρθένου, εὐλογημένης σοφῶς ᾠκοδόμησεν, ὡς ἔφησεν ὑπὸ Θεοῦ, ἐλλαμφθεὶς Μαλαχίας ὁ ἔνδοξος.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ ἄναρχος τοῦ Πατρὸς Μονογενής, ὁ αὐτὸς μονογενὴς ἐκ Παρθένου, σωματωθείς, ἀπορρήτως ἐτέχθη, καὶ τὴν τεκοῦσαν Παρθένον ἐφύλαξε· Θεὸς γὰρ ἦν ἀληθινός, εἰ καὶ φύσιν ἀνθρώπου ἀνέλαβε.

 

Τοῦ Μάρτυρος

Ὡς τὸν Προφήτην

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱερουργείται θυσία, καὶ δεκτὴ προσφορά σοι προσάγεται, σταζόμενος αἵματι, ὁ Γόρδιος Δέσποτα, τὸ ἑκούσιον Πάθος σου μιμούμενος.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σεσοβημένος τάς φρένας, σοὶ φθαρτὸν ὑπισχνεῖτο δοξάριον, τῷ δόξαν ἀκήρατον, Γόρδιε πλουτήσαντι, καὶ ἀθάνατον ζωὴν θησαυρίσαντι.

 ὁ β’ χορός

Δόξα Πατρί…

Ἰθυτενεῖς τάς ἐλπίδας, πρὸς Θεὸν κεκτημένος παρέδραμες, τοῦ βίου τὸ ἄστατον, καὶ ξίφει τεμνόμενος, πρὸς εὐρύχωρον πλάτος μεταβέβηκας.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νενεκρωμένον τὸν νοῦν μου, τῶν παθῶν τρικυμίαις ἀνάστησον, ζωὴν τὴν αἰώνιον, Χριστὸν ἡ κυήσασα, τὸν παρέχοντα πᾶσι τὰ ἰάματα.

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι».

 

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον Προεόρτιον

Ἦχος δ’ Ἐπεφάνης σήμερον 

Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.

Ὁ Οἶκος

Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι, οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ὑπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονὰ σε ποιήσω· ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ’ ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Γ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου.

Στίχοι

  • Ὁ κλῆσιν αὐχῶν Ἀγγέλου Μαλαχίας,
  • Αὐχεῖ μάλιστα τὴν μετ’ Ἀγγέλων στάσιν.
  • Ἐκ ῥεθέων Μαλαχίου ἀπέπτατο ἐν τρίτῃ ἦτορ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.

Στίχοι

  • Καὶ τὶς παρέλθῃ Γόρδιον τὸν ὁπλίτην,
  • Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος;
  • Τμηθεὶς ἀμφὶ τρίτῃ πέσε Γόρδιος ἐν κονίησιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Σημειοφόρου, τοῦ ἐν τῷ Ἁγίῳ Ζαχαρίᾳ τῆς Ἀτρώας κειμένου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Μήτηρ καὶ δύο τέκνα, πυρὶ τελειοῦνται.

Στίχοι

  • Μητρὸς φλεγείσης, καὶ τὰ τέκνα πρὸς φλόγα,
  • Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα.

 

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 

ᾨδὴ η’

Ὁ Εἱρμὸς

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον

Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾠδὴ θ’.

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὓμνοις ἀσιγήτοις μεγαλύνομεν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Γυναῖκες ἀκουτίσθητε

Γορδίου τοῦ θεόφρονος, καὶ πανενδόξου Μάρτυρος, αὔτη ἐπεῖδεν ἡμέρα, τὴν ἄθλησιν, ἧς τὴν μνήμην, λαμπρῶς νῦν ἐκτελέσωμεν, Χριστοῦ γὰρ ὑπερήθλησε. Διαναστῶμεν προθύμως, ὦ φιλομάρτυρες πάντες, πρὸς ἀρετῶν εὐκαρπίαν.

ὁ β’ χορός

Προεόρτιον

Ἐν Πνεύματι τῷ Ἱερῷ

Τὴν Βηθλεὲμ ἀφέμενοι, τὸ καινότατον θαῦμα, πρός, Ἰορδάνην δράμωμεν, ἐκ ψυχῆς θερμοτάτης, κἀκεῖσε κατοπτεύσωμεν τὸ φρικτὸν Μυστήριον· θεοπρεπῶς γὰρ ἐπέστη,γυμνωθεὶς ὁ Χριστός μου, ἐπενδύων με στολήν, τῆς οὐρανῶν Βασιλείας.

 

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.β΄´

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἱ Ἀγγελικαὶ

Θρόνον οὐρανόν, κεκτημένος ὁ Δεσπότης, ἦλθεν ἐπὶ γῆς, σαρκωθεὶς ἐκ τῆς Παρθένου, καὶ πρὸς τὸν Ἰορδάνην, ἐπιστὰς τὸ καθάρσιον, πάντων ἑξαιρεῖ τὸν Ἰωάννην. Αἱ πατριαὶ τῆς γῆς ἁπάσης, αὐτῷ ψάλλωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 

 

 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἔφθασε Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, Βάπτισμα αἰτῶν, ὁ καθαίρων ἁμαρτίας. Πᾶσα ἡ γῆ σκιρτάτω· Οὐρανοὶ εὐφραινέσθωσαν· Χαῖρε τῶν Ἐθνῶν ἡ Ἐκκλησία, τῷ Βασιλεῖ νυμφευομένη, πιστῶς βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὄρη γλυκασμόν, εὐφροσύνης σταλαξάτω, χεῖρας μυστικῶς, νῦν κροτήσατε τὰ Ἔθνη, ἡ ἔρημος ἀνθείτω Ἰορδάνη ὑπόδεξαι, δεῦρο Βαπτιστὰ τῷ μυστηρίῳ, τοῦ Λυτρωτοῦ ὑπούργει χαίρων, λαοὶ μέλψωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Φῶς τὸ ἐκ φωτός, ὑπὲρ χρόνον προεκλάμψαν, τοῖς ἐν τῇ νυκτί, καθημένοις ἐπεφάνη, καὶ σκότος ἁμαρτίας, ἐκκαθᾶραν ἐφώτισε. Χόρευσον Ἀδάμ· εὐφραίνου Εὕα, ἡ λύτρωσις Χριστὸς ἐπέστη, Δαυῒδ βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί.. ὅμοιον

Ἄστρον Ἰακώβ, ἑξανέτειλε τῷ κόσμῳ, καὶ τὴν φλογεράν, τῶν ἀνθρώπων ἁμαρτίαν, ἀναλαβὼν ἐνθάπτει, Ἰορδάνου τοῖς νάμασι, λάμπων τῆς θεότητος τῷ φέγγει, καὶ φωτισμὸν θεογνωσίας, διδοὺς Ἔθνεσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορὸς

Καὶ νῦν… ὅμοιον

Νόμου πληρωτής, κατὰ σάρκα χρηματίσας, ἦλθεν ὁ Χριστός, ἀπαρχὴν τῆς σωτηρίας, ἐπὶ τὸν Ἰορδάνην, ἐκτελέσαι ὡς εὔσπλαγχνος, καὶ τῷ Βαπτιστῇ καθυποκλίνει, τὴν κορυφὴν πιστῶς βοῶντι, λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…

Ἀποστιχα Στιχηρὰ

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ

ὁ α’ χορός

 

Ἀπὸ τῆς Βηθλεέμ, ἐπὶ τὸν Ἰορδάνην, μεταβῶμεν· ἐκεῖ γάρ, τὸ φῶς τοῖς ἐν τῷ σκότει, αὐγάζειν ἤδη ἄρχεται.

 ὁ β’ χορός

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

 

Γῆ ἡ τοῦ Ζαβουλών, οἱ πέραν Ἰορδάνου, ἀκούσατε· Ἐγγίζει, Χριστὸς ἡ σωτηρία, τὸ φῶς ἡ ἀπολύτρωσις.

 ὁ α’ χορός

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

 

Εὐτρέπιζε καὶ σύ, Ἰορδάνη τὸ ῥεῖθρον· ὁ πυρὶ γὰρ βαπτίζων, ἐγγίζει τοῦ καινίσαι, τὸ συντριβὲν πλαστούργημα.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… ὅμοιον

Ὤφθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν ῥείθροις Ἰορδάνου, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.

 

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον Προεόρτιον

ὁ α’ χορός

Ἦχος δ´.

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν

Ἦχος δ´.

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός …
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται  συλλείτουργον)

Ἦχος δ´.

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Ἦχος δ’ 

Ἐπεφάνης σήμερον

Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. β΄

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς  Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα  (3:13-16, 4:1-5)

Τέκνον Τιμόθεε, οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ ᾿Ιησοῦ. Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

 

Ἀλληλούϊα(γ΄)  Ἦχος πλ. β΄

Μακάριοι ὃν ἐξελέξω καὶ προσελάβου, Κύριε.

Στίχ. Καὶ τὸ μνημόσυνόν αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(γ΄ 1 – 6)

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ᾽Ιωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾽Ιουδαίας καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾽Ιωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα καὶ πᾶσα ἡ ᾽Ιουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾽Ιορδάνου,καὶ ἐβαπτίζοντο ἐν τῷ ᾽Ιορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Κοινωνικόν

ὁ β’ χορός

Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

 

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

 

Ἀπόλυσις 

3 ΙΑΝ15 ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s