1 ΝΟΕΜΒΡΙΟΥ 2014
Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ,
υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. Δαυὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ (ιϛ΄ αἰ.),
᾿Ιακώβου ἱερομάρτ. τοῦ ἐν Αἰτωλίᾳ καὶ τῶν μαθητῶν αὐτοῦ.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ΑΠΟΛΥΤΙΚΙΑ
Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἀπολυτίκιον Ἦχος πλ.δ’
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί,…………………..
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῶν θείων καὶ σεπτῶν, Ἀναργύρων τὴν μνήμην, Κοσμᾶ Δαμιανοῦ, τῶν ἡμῶν πολιούχων, τελέσωμεν φιλέορτοι, κατὰ χρέος γηθόμενοι, καὶ γὰρ πέλουσι, κοινοὶ προστάται καὶ σῶσται, πάσαις θλίψεσι, πάντας ῥυόμενοι τάχος, τοὺς πίστει προστρέχοντας.
ὁ β’ χορός
Δόξα…….
Ἀνάργυροι σεπτοί, ξυνωρὶς θειοτάτη, Κοσμᾶ Δαμιανέ, ἰατροὶ θεοφόροι, Τριάδος ὑπέρμαχοι, Θεοῦ Λόγου οἱ κήρυκες, τοὺς γεραίροντας, τὴν ἱερὰν ὑμῶν μνήμην, νόσων ζάλης τε, καὶ ἐκ παντοίας ἀνάγκης, ἐν τάχει λυτρώσασθαι.
ὁ α’ χορὸς
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
ὁ β’ χορός
Μετὰ τὴν β’ Στιχολογίαν,
Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἐξ ἀναργύρων θησαυρῶν θαυματουργοῦντες, ταῖς ὑπερτίμοις δωρεαῖς τῶν χαρισμάτων, ἀνεδείχθητε πόθῳ τῆς φιλοθεΐας, τὸν πλοῦτον καταλιπόντες ἐπὶ τῆς γῆς, καὶ δόξαν ἀπολαβόντες ἐν οὐρανοῖς, ὅθεν ὕμνον προσάγομεν, τῷ πάντων Δημιουργῷ, τῷ χάριν δεδωκότι ὑμῖν, τοῦ ἰᾶσθαι νοσήματα.
ὁ α’ χορός
Δόξα….. Ὁ αὐτός. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ πηγῶν τοῦ Σωτῆρος θαυματουργοί, τῶν θαυμάτων τὰ ῥεῖθρα θεοπρεπῶς, ἀντλήσαντες Ἅγιοι, μυστικαῖς ἐπομβρίαις τε, τῶν παθῶν τὰς ζοφώδεις, νεφέλας ἐλαύνετε, καὶ νοσοῦσιν ἀνθρώποις, ἰάσεις παρέχετε, ὅθεν οἱ τυχόντες, ῥωστικῆς θυμηδίας, ὑμῶν τὰ παράδοξα, ἐκπληττόμενοι κράζομεν· θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
ὁ β’ χορός
Καὶ νῦν…… Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε Κόρη πανύμνητε, ἡ τῆς χαρᾶς αἰτία, καὶ λύσις τῆς θλίψεως, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις Σου, ἐκ πειρασμῶν παντοίων, καὶ πάσης κακώσεως· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι τῶν πταισμάτων ἄφεσιν, τοῖς Σὲ τιμῶσιν ἐν πίστει, ὡς πάντων μεσίτριαν.
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
ὁ α’ χορός
Ποταμοὺς ἰάσεων, τοὺς Ἀναργύρους, ὁ Χριστὸς ἀνέδειξεν, ἐκ τῆς τοῦ Πνεύματος πηγῆς, ἀρδευομένους καὶ χάριτι, παθῶν παντοίων, ἐκπλύνοντας ἅπαντας.
ὁ β’ χορός
Δόξα… Καὶ νῦν….. Θεοτοκίον.
Ἡ θερμὴ ἀντίληψις, τῶν ἐν ἀνάγκαις, Σὺ ὑπάρχεις Δέσποινα, εὐλογημένη Μαριάμ, διὸ τοὺς δούλους Σου φύλαττε, ἀπὸ παντοίων, κινδύνων καὶ θλίψεων
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
- Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
- Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
- Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
- Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
ὁ α’ χορός
Προκείμενον Ἦχος δ’
ὁ α΄ χορὸς
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
ὁ β΄ χορὸς
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
ὁ α΄ χορὸς
Στίχ..Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…
ὁ α΄ χορὸς
ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ’).
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς:
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ὁ Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
Ἐκ τοῦ κατὰ Μάρκον
στ΄ 7 – 13
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεῖται ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλ’ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας. καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν· καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς (χύμα)
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τῶν Ἀναργύρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος ὁ αὐτὸς
Ἀγάλλεται ἡ δυὰς τῶν Ἀναργύρων εἰς αἰῶνας· Βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν· γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.
ὁ β’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Τῶν Ἁγίων
ᾠδὴ α’ Ἦχος δ’ – Τριστάτας κραταιούς
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δυὰς φωτοειδής, τῶν σοφῶν Ἀναργύρων, Τριάδι τῇ σεπτῇ, σὺν πᾶσιν ἐκλεκτοῖς, παρεστῶσα ἱκέτευε, μνήμην σου τὴν φωτοφόρον, τοὺς τελοῦντας φωτίζεσθαι, ταῖς τοῦ Πνεύματος θείαις λαμπρότησιν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπέρτερον τὸν νοῦν, τῶν ἐνύλων δεικνύντες, τὰς ἀΰλους ἀστραπάς, τοῦ Πνεύματος σοφοί, ὑπεδέξασθε Ἅγιοι, ὅθεν σκότος νοσημάτων, διαλύετε πάντοτε, ἐπισκέψεσι θείαις Ἀνάργυροι.
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Ἀνύστακτον ψυχῆς, κεκτημένοι τὸ ὄμμα, πρὸς ἐκπλήρωσιν Θεοῦ, τῶν θείων ἐντολῶν, τοὺς ὑπνοῦντας νοσήμασιν, ἔνδοξοι πρὸς εὐρωστίαν, διϋπνίζετε χάριτι, συμπαθεῖς θεοφόροι Ἀνάργυροι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σωτῆρα καὶ Θεόν, ἐξ ἀγνῶν σου αἱμάτων, ἐσωμάτωσας Ἁγνή, τὸν δείξαντα ἡμῖν, ἰατροὺς τῶν παθῶν ἡμῶν, Ἄχραντε σωτηριώδεις, καὶ θερμοὺς ἀντιλήπτορας, τούς σεπτοὺς Ἀναργύρους ἐν Πνεύματι.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Οὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Οὐκ ἐν σοφίᾳ
Μύρον εὐῶδες, ἰαμάτων ὁ θεῖος ναὸς ὑμῶν, ἀναβλύζων ἱερῶς, ταῖς ἐπομβρίαις τοῦ Πνεύματος, πάθη δυσωδέστατα, ἐκπλύνει πάντοτε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐπουρανίαις, ἐν σκηναῖς αὐλιζόμενοι πάντοτε, τὴν σκηνὴν ὑμῶν ἀεί, πηγὴν ἰάσεων Ἅγιοι, χάριτι δεικνύετε, τοῦ Παντοκράτορος.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Σαρκὸς τὰ πάθη, ἐγκρατείας κημῷ χαλινώσαντες, τὰς τοῦ Πνεύματος αὐγάς, πλουσιωτάτως ἐδέξασθε, ὅθεν ταῖς ἰάσεσι, κόσμον πλουτίζετε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὡραιοτάτην, ἐν γυναιξὶ σε Θεὸς ἐξελέξατο, καὶ ἐκ σοῦ σωματικῶς, Ἁγνὴ τεχθῆναι εὐδόκησεν, ὁ ἀναπαυόμενος, ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων, ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
ὁ β’ χορός
Δόξα Πατρὶ… Ὅμοιον
Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι, τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε, ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
ὁ α’ χορὸς
Καί νῦν… Θεοτοκίον Ὅμοιον
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν. Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῶζε, καὶ σκέπε πρεσβείαις σου, ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ὁ α’ χορὸς
Εἰσακήκοα, Κύριε, …
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ὁ β’ χορὸς
Ὁ καθήμενος ἐν δόξῃ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ζωηφόροις ἐνεργείαις, ὁλικαῖς ἐπιδόσεσι, τὰ θανατηφόρα, πάθη τῶν βροτῶν θεραπεύετε, φωτοειδέστατοι στύλοι, πύργοι ἄσειστοι, τῆς ἀμπέλου, τῆς ἀληθινῆς θεῖα κλήματα.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ μαζοὶ τῆς Ἐκκλησίας, οἱ τὸ γάλα προχέοντες, τὸ τῶν ἰαμάτων, οἱ πεφωτισμένοι Ἀνάργυροι, οἱ διατρέφοντες πάντας, θείοις βρώμασιν, εὐφημείσθωσαν, χαρμονικοῖς μελῳδήμασιν.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἰατρεῖον ἀνεδείχθη, ὁ ναὸς ὑμῶν Ἅγιοι, τῶν χειμαζομένων, ἄκλυστος λιμὴν καὶ σωτήριος, ἐν ᾧ προστρέχοντες πάντες κομιζόμεθα, τὴν γαλήνην, καὶ τὴν τῶν δεινῶν ἀπολύτρωσιν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Συμπαθείας με Παρθένε, τῆς ἐν σοὶ καταξίωσον, ἡ τεκοῦσα Λόγον, μόνον ἀληθῶς συμπαθέστατον, τὸν συμπαθεῖς τοὺς Ἁγίους ἀναδείξαντα, ἰατῆρας,…
ὁ β’ χορὸς
…καὶ θαυματουργούς ἐν τοῖς πέρασιν.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
ὁ β’ χορὸς
Φώτισον ἡμᾶς,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἒμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐξέστη τὰ σύμπαντα
Ταῖς θείαις λαμπρότησι, σαφῶς καταστραπτόμενοι, πάντα περιέρχεσθε τὸν κόσμον, πάντας ἀνθρώπους καταφωτίζοντες, σκότος ἐκδιώκοντες παθῶν, δαίμονας ἐλαύνοντες, θεοφόροι Ἀνάργυροι.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὡς δύω φωτίζετε, φωστῆρες τὴν ὑφήλιον, πνευματοκινήτως θεοφόροι, πᾶσαν τὴν κτίσιν περιερχόμενοι, καὶ τοὺς ἐπὶ κλίνης ὀδυνῶν προσεπισκεπτόμενοι, καὶ δεινῶν ἐξαιρούμενοι.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Νοσοῦσι τὴν ἴασιν, παθῶν καὶ ἀπολύτρωσιν, ἐπιχορηγοῦντες ἀναργύρως, πάντων προστάται μέγιστοι ὤφθητε, πάντων βοηθοὶ μετὰ Θεόν, πάντων ἀντιλήπτορες, θεοφόροι Ἀνάργυροι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σοφίαν ἐκύησας, Θεοῦ τὴν ἐνυπόστατον, ἄχραντε Παρθένε Θεοτόκε, τὴν τοὺς Ἁγίους πανσόφους ἀναδείξασαν, δι’ ὧν τοῦ κακίας σοφιστοῦ, πέπτωκε τὸ φρύαγμα,…
ὁ α’ χορὸς
…καὶ δεινὰ πανουργεύματα.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
ὁ α’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, …
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θύσω σοι, μετὰ φωνῆς
Οὐ τέχνῃ, ἀνθρωπίνῃ ἐν θείᾳ δὲ χάριτι, ἀποκαθαίρετε νόσους, τῶν ἀνθρώπων Ἔνδοξοι, διὰ τοῦτο, κατὰ χρέος, εὐφημοῦντες ὑμᾶς μακαρίζομεν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Φιλίᾳ, πρὸς Χριστὸν θεοφόροι συνδούμενοι, πᾶσαν κακίαν δαιμόνων, διαλύετε θείᾳ χάριτι, διὰ τοῦτο, τὴν ὑμῶν ἐκτελοῦμεν πανήγυριν.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ὡς ὄντες, τῆς ἀμπέλου τῆς θείας βλαστήματα, οἶνον ἡμῖν ἰαμάτων, τοῖς ἐν κατηφείᾳ τῶν νοσημάτων, κεραννῦντες, εὐφροσύνης πληροῦτε Ἀνάργυροι.
ὁ α’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Ναόν σε, καθαρὸν ἀπειργάσατο Δέσποινα, ὁ καθαρώτατος Λόγος, ὁ τὸν θεῖον οἶκον τῶν Ἀναργύρων, μεγαλύνων, ἐν σημείοις καὶ τέρασι πάντοτε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον. Ἦχος β’.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ Ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.
Ὁ Οἶκος.
Πάσης συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν καμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Α’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.
Στίχοι
- Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύω,
- Πληροῦσιν, ὡς πρίν, καὶ πάλιν γῆν θαυμάτων.
- Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Κυριαίνης καὶ Ἰουλιανῆς.
Στίχοι
- Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει,
- Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν.
- Τῷ πρὸς σὲ φίλτρῳ, Σῶτερ, ἐκκεκαυμένη,
- Ἰουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καισαρίου, Δασίου, καὶ ἑτέρων πέντε.
Στίχοι
- Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις,
- Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Ἰωάννου Ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου.
Στίχοι
- Σὺν Ἰακώβῳ τῷ θύτῃ Χριστοῦ, ξίφος
- Ἰωάννης ἤνεγκεν ὁ Χριστοῦ θύτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.
Στίχοι
- Ἑρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης,
- Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχλῳ.
Οἱ Ἅγιοι Μάρτυρες Κυπριανὸς καὶ Ἰουλιανὴ πυρὶ τελειοῦνται.
Μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος, Ἰακώβου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι’ ἀγχόνης τελειωθέντων κατὰ τὸ 1520.
Ὁ Ὅσιος πατὴρ ἡμῶν Δαβίδ, ὁ ἐν Εὐβοίᾳ ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾨδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορὸς
Ἦχος γ’
Ἐν Πνεύματι τῷ Ἱερῷ
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, θεραπεύετε νόσους, καὶ ἰᾶσθε ἅπαντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει, διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.
ὁ β’ χορός
Θεοτοκίον
Ἐκύησας Πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην, διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἔδωκας σημείωσιν
Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε, ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Πάθη ἀλογώτατα, καθυποτάξαντες Ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν, ἀνθρώποις καὶ κτήνεσι, τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες΄ διὸ τὴν Ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται, φωταυγὴς καὶ οὐράνιος, ὡς ἄστρα τὰ θαύματα, τὰ σωτηριώδη, νῦν προσκεκτημένος, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παναοίδιμε, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἅγιοι Ἀνάργυροι, καὶ ἰατροὶ παμμακάριστοι, τοὺς ὑμῶν νῦν γεραίροντας, μνήμην τὴν πανίερον, ῥύσασθαι κινδύνων, πάσης ἁμαρτίας, καὶ καταιγίδος τῶν παθῶν, καὶ τυράννιδος ἐκδιασώσατε, Κοσμᾶ θαυμασιώτατε, Δαμιανὲ ἅμα ἀοίδιμε, τῷ Κυρίῳ πρεσβεύοντες, ἀεννάως πανόλβιοι.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος δ’. Θεοφάνους.
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ, καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη
εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
- Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
- Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
- Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
- Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
- Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
- Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
- Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
- Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
- Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
- Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
- Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
- Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
- Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
- Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
- Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. δ’
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Δόξα Πατρὶ…
ὁ β’ χορός
Καὶ νῦν καὶ ἀεὶ…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Ἀπολυτίκιον Ἦχος πλ.δ’
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
ὁ β’ χορὸς
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, …
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος πλ. δ’
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
ὁ β’ χορός
Ἦχος γ’. Θείας πίστεως.
Μέγα εὕρατο, Εὔβοια κλέος, τὸν πανένδοξον, Δαβὶδ τὸν θεῖον, ὡς ἱερᾶς ἀρετῆς καταγώγιον, καὶ τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον, καὶ τῶν Ὁσίων ἁπάντων ἐφάμιλλον. Διὸ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς ἁγνείας τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ Σινώπης τὸ κλέος καὶ θεῖον βλάστημα, Παρθενομάρτυς τοῦ Χριστοῦ ῾Ελένη πάνσεμνε, ἡ ἀθλήσασα στερρῶς, καὶ καθελοῦσα τὸν ἐχθρόν, τῆς πίστεως τῇ δυνάμει, διὰ παντὸς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Τοῦ Ναοῦ
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος β’
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Τρισάγιον.
Ἀπόστολος
Τῶν ῾Αγίων (Α´ Κορ. ιβ´ 27 – ιγ´ 7).
Προκείμενον.Ἦχος δ’.
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ᾽Εὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ῾Η ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ῾Η ἀγάπη οὐδέποτε ἐκπίπτει.
Ἀλληλούϊα (γ’)
Εὐαγγέλιον (Ματθ. ι´ 1, 5-8).
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾽Ιησοῦς παραγγείλας αὐτοῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾽Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ῎Ηγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι. .
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
ἦχος β’ ( Ἀρχαία Τάξις) ἢ δ’.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Κοινωνικὸν
ἦχος δ’
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀπόλυσις
ΣΑΣ ΕΥΧΑΡΙΣΤΩ ΜΕΣΑ ΑΠΟ ΤΗΝ ΚΑΡΔΙΑ ΜΟΥ ΚΑΙ ΕΥΧΟΜΑΙ ΟΛΟΨΥΧΑ Ο ΚΥΡΙΟΣ ΝΑ ΣΑΣ ΧΑΡΙΖΕΙ ΥΓΕΙΑ ΣΕ ΕΣΑΣ ΚΑΙ ΣΤΟΥΣ ΟΙΚΙΟΥΣ ΣΑΣ. Π. Α.
ευχαριστω