ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΜΕΤΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ (2014)

https://i0.wp.com/pigizois.net/sinaxaristis/08/09.jpg

9 ΑΥΓΟΥΣΤΟΥ 2014

Ματθίου τοῦ ἀποστόλου (†63)

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

Ἦχος γ΄

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

Ἀπόστολε Ἅγιε Ματθία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρί…

Ἀπόστολε Ἅγιε Ματθία…………….

ὁ α’ χορὸς

Καὶ νῦν…

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…  

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα

ὁ α’ χορὸς

Ἦχος δ’- Κατεπλάγη, Ἰωσὴφ

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, τῆς θεϊκῆς ὑπεράγαθε. Ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ

 Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ,…………….

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα ὅμοιον

ὁ α’ χορὸς

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καὶ Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον, τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

.

 

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ

Τῇ ἀπροσίτῳ Ἰησοῦ……………………..

Ὁ Ν’ ψαλμὸς χύμα 

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Πρῶτος Κανών, οὗ ἡ, Ἀκροστιχίς.

Χριστὸς ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε.

Ποίημα Κοσμᾶ Μοναχοῦ. 

ᾠδὴ α’

ὁ α’ χορός

Ἦχος δ’ Ὁ Εἱρμὸς

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη΄ Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες, ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα΄ σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον΄ ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

 

καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.

Ὕμνοις σε μέλπω Ματθία Χριστοῦ φίλε.

Θεοφάνους.

ᾨδὴ α’ Ἦχος πλ. δ’

ᾌσωμεν τῷ Κυρίῳ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὕμνοις σου τὴν φωσφόρον, μέλποντα Ματθία νῦν πανήγυριν, οὐρανόθεν μοι αἴγλην, σωτηρίας δοθῆναι ἱκέτευε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μέγας ἥλιος ὤφθης, φωτὶ τῷ μεγάλῳ ἀξιάγαστε, μεθ’ ἡμῶν γενομένῳ, ὁμιλήσας ἀμέσως, Ἀπόστολε.

 ὁ α’ χορός

Δόξα Πατρί…

Νόμοις τοῖς τοῦ Δεσπότου, Μάκαρ καθυπείκων τῇ σαγήνῃ σου, συλλαμβάνεις τῆς γλώττης, ἐκ βυθοῦ ἀγνωσίας τὰ πέρατα.

ὁ β’ χορός

Καὶ νῦν…

Ὅλον με διασῴζει, Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.

 

ᾠδὴ γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

ὁ β’ χορὸς

Τόξον δυνατῶν ἠσθένησε,…

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὅλον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀῤῥήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν. 

ᾨδὴ γ’

Σὺ εἶ τὸ στερέωμα

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴσχυσας σθενούμενος, ζωαρχικῷ σοφὲ νεύματι, τοῦ ἰσχυροῦ σκῦλα διαρπάσαι, καὶ δουλῶσαι τῇ χάριτι.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στέργων τὸν Διδάσκαλον, καθυπουργῶν αὐτοῦ νεύμασι, παντουργικοῖς πλάνης διασῴζεις, τοὺς βροτοὺς ἀξιάγαστε.

ὁ α’ χορός

Δόξα Πατρί

Σὲ τὸν δωδεκάριθμον, τῶν Μαθητῶν χορὸν ἅγιον, τὸ παντουργόν, Πνεῦμα συμπληροῦντα, θεορρῆμον ἐκλέγεται.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἔχων σε βοήθειαν, τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ· ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…    

Κάθισμα Ἦχος πλ. δ’

ὁ β’ χορὸς

Τὴν Σοφίαν

Ἀστραπαῖς σου τῶν λόγων τῶν θεϊκῶν, καταφλέξας τὴν πλάνην τὴν πονηράν, πιστοὺς κατεφώτισας, ἀνυμνεῖν τὴν ἐν σώματι, παρουσίαν Μάκαρ, τοῦ πάντων δεσπόζοντος, καὶ αὐτοῦ τὸ πάθος τὸ θεῖον ἐζήλωσας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, καὶ συμφώνως βοῶμέν σοι· Ματθία Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

ὁ α’ χορὸς

Δόξα… Καὶ νῦν… Τῆς Ἑορτῆς

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι.

ᾠδὴ δ’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς βοῶντάς σοι΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Εἰσακήκοα τὴν ἔνδοξον… 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἵνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀῤῥήτως ἐξέλαμψας. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Συλλαλοῦντες παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας. Δόξα τῇ δυνάμει σου Κύριε. 

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ. 

 

ᾨδὴ δ’

Εἰσακήκοα Κύριε

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μίαν φύσιν Θεότητος, μίαν βασιλείαν καὶ κυριότητα, καταγγέλλων παμμακάριστε, τῶν ἐθνῶν ἀγέλας ἐσαγήνευσας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐπεβίβασε Κύριος, σὲ ἐν τῇ θαλάσσῃ τοῦ βίου πάνσοφε, ὥσπερ, ἵππον συνταράσσοντα, τῆς πολυθεΐας πικρὰ ὕδατα.

 ὁ β’ χορὸς

Δόξα Πατρί…

Λόγῳ θείῳ ἐνέωσας, τὰς κεχερσωμένας καρδίας πάνσοφε, κατασπείρας τὴν εὐσέβειαν, καὶ τῆς ἀληθείας τὴν ἐπίγνωσιν.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Παρθενίας κειμήλιον, καὶ τῆς ἀχωρήτου φύσεως σκήνωμα, τὴν ψυχήν μου φωταγώγησον,…..

ὁ β’ χορὸς

……. τὴν ἐσκοτισμένην πολλοῖς πάθεσιν.

 

ᾠδὴ ε’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

 

ὁ β’ χορὸς

Ὁ τοῦ φωτὸς διατμήξας… 

ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Προσενωπίῳ σοι ὧραι ὑπεκλίθησαν΄ φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος ἧκε μορφὴν βροτείαν, ὡς ἀμεῖψαι εὐδόκησας. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἰδοὺ Σωτὴρ ἀνεβόων, Μωϋσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν. 

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἡ ἀναλλοίωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀποῤῥήτως ἐξέλαμψε. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρῴᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοὶ ἀνεβόων΄ Ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον. 

 

ᾨδὴ ε’

Ἵνα τὶ με ἀπώσω

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς πολύφορον κλῆμα, ἡ ἀληθινὴ σε ἐξέτεινεν ἄμπελος, γεωργοῦντα βότρυν, τὸν προχέοντα οἶνον σωτήριον, ὃν πιόντες Μάκαρ, οἱ συσχεθέντες ἀγνωσίᾳ, τῆς ἀπάτης τὴν μέθην ἀπέρριψαν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μαθητῶν δωδεκάδος, ὤφθης συμπληρῶν τὸν χορὸν τὸν μακάριον, ἐξ οὗ ὁ προδότης, ἑαυτὸν ἀπορρίψας ἐκέρδησε, τὴν πικρὰν ἀγχόνην, κατὰ Χριστοῦ ἐπάρας πτέρναν, μυστολέκτα Ματθία Ἀπόστολε.

 ὁ α’ χορός

Δόξα Πατρί…

Ἅλας θεῖον ἐβλήθης, Μάκαρ εἰς τὸν κόσμον Ματθία Ἀπόστολε, σηπεδόνα πλάνης, ἐκκαθαίρων νοστίμοις διδάγμασιν, ἐκδιώκων νόσους, καὶ ἀπελαύνων μαλακίας, τῶν ψυχῶν καὶ τῶν σωμάτων πανεύφημε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τοὺς ἀμόρφους χιτῶνας, καὶ τὴν παλαιὰν ἐξεδύσατο νέκρωσιν, ὁ Ἀδὰμ Παρθένε, τῷ ἀχράντῳ σου τόκῳ Θεόνυμφε, καὶ στολὴν ἁγίαν, ἀληθινὴν μετημφιέσθη,…

ὁ α’ χορός

…… μηδαμῶς ῥυπουμένην παθήμασιν.

 

 

ᾠδὴ ς’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Λαμπηδόνος πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀνελθὼν ἐν ὄρει, Θαβὼρ μετεμορφώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας. 

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σὲ Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν. 

 

ᾨδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεὸς ἐγένου θετός, ἑνώσει θείᾳ θεούμενος, καὶ πρωτουργῶς ἐκ Θεοῦ, ἀκτῖνας δεξάμενος, πιστοὺς κατεφώτισας, καὶ τὴν γῆν ἀχλύος, τῶν εἰδώλων ἐξεκάθηρας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεὸς ἐγένου θετός,…………….

 

 

ὁ β’ χορὸς

Δόξα Πατρί…

 

Ἰδοὺ σοι ὑποχωρεῖ, τῷ Μαθητῇ πᾶσα πρόρρησις, τῶν ἱερῶν Προφητῶν· αὐτόπτης ἐγένου γάρ, οὗ πάλαι προήγγειλαν, ὑπουργὸς Ματθία, μιμητής τε καὶ Ἀπόστολος.

 

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνίαν χρυσοειδῆ, καὶ τράπεζαν ἔμψυχον, τὸν ἄρτον βαστάσασαν, τῆς ζωῆς Παρθένε, οἱ πιστοὶ σε ὀνομάζομεν.

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς…

Κοντάκιον

Αὐτόμελον Ἦχος βαρὺς

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Ὁ Οἶκος

Ἐγέρθητε οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς, οἱ συγκάμπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί, ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως, προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις τὸ Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καὶ ἐκήρυξαν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.

Στίχοι

  • Ἐξῆλθεν ἀρθείς, Ἰούδας ἐπὶ βρόχου,
  • Εἰσῆλθεν ἀρθείς, Ματθίας ἐπὶ ξύλου.
  • Ἤρθη ἀμφ’ ἐνάτῃ ξύλῳ ἠύθεος Ματθίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δέκα μαρτύρων, τῶν διὰ τὴν Ἁγίαν Εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τὴν ἐν τῇ Χαλκῇ πύλῃ, ἀθλησάντων, Ἰουλιανοῦ, Μαρκιανοῦ, Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου, Πέτρου, Λεοντίου, καὶ Μαρίας τῆς Πατρικίας.

Στίχοι

  • Ἐχθρὸν Θεοῦ κτείναντες ἄνδρες ἐννέα,
  • Φίλοι γίνονται τῷ Θεῷ διὰ ξίφους.
  • Ἐμοῦ τραχήλου Σῶτερ αἷμα προσδέχου,
  • Μαρία φησίν, ὡς τὸ μύρον Μαρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἀθλήσεως τοῦ Ἁγίου μάρτυρος Ἀντωνίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος ἡμῶν Ψόης εὐχόμενος τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος τῶν Καμουλιανῶν, ἥπερ εὕρεσις συνεγράφη παρὰ τοῦ ἐν Ἁγίοις Γρηγορίου Ἐπισκόπου Νύσσης.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ἦχος πλ. δ΄

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

ᾠδὴ θ’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

ὁ β’ χορὸς

Ὁ τόκος σου ἄφθορος ἐδείχθη,… 

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.  

Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.  

Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα΄ ὁ Πατὴρ γὰρ τῶν φώτων, Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε. 

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.  

Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου, Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.  

Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

 

ᾨδὴ θ’

Ἔφριξε πᾶσα ἀκοὴ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φίλον σε ἔφη ὁ Σωτήρ, τοῖς αὐτοῦ καθυπουργοῦντα προστάγμασι, Μάκαρ Ἀπόστολε, καὶ κληρονόμον τῆς βασιλείας αὐτοῦ, ἐν τῇ μελλούσῃ φοβερᾷ, ἡμέρᾳ συγκάθεδρον, Ματθία πάνσοφε, δωδεκάδος Μαθητῶν τὸ συμπλήρωμα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱστίῳ Μάκαρ τοῦ Σταυροῦ, διελθὼν τὴν ἀγριαίνουσαν θάλασσαν, τοῦ βίου ἔφθασας, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως, καὶ ἀκροτάτῳ ἐφετῶν, χαίρων νῦν παρίστασαι, σὺν Ἀποστόλων χορῷ, δυσωπῶν ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

 

ὁ α’ χορός

Δόξα Πατρί…

Λυχνία ὄντως χρυσαυγής, θρυαλλίδι τῇ τοῦ Πνεύματος λάμπουσα, ὤφθη ἡ γλῶσσά σου, καταπιμπρῶσα ἔκφυλα δόγματα, κατασβεννύουσα σοφέ, τὸ πῦρ τὸ ἀλλότριον, φῶς ἀπαστράπτουσα, τοῖς ἐν σκότει ἀγνωσίας καθεύδουσιν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἔπαυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμοὺς φύσεως ἀμόλυντε, τὰ διεστῶτα πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

ᾠδὴ θ’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

 

ᾠδὴ θ’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

ὁ α’ χορὸς

Τοῖς μαθηταῖς συνέλθωμεν

Ἰούδας ὁ παράνομος, αὐθαιρέτῳ τῇ γνώμῃ, ἀπορραγεὶς ἐκπέπτωκε, δωδεκάδος τῆς θείας, τῶν Ἱερῶν Ἀποστόλων, ἐκλογῇ δὲ τῇ θείᾳ, Ματθίας ὁ πανεύφημος, προκριθείς ἀντεισήχθη, ὡς Μαθητής, ὡς Χριστοῦ Ἀπόστολος, καὶ ὡς πᾶσαν, τὴν γῆν λαμπρύνας δόγμασι, τῆς Ἁγίας Τριάδος.

 

Καὶ τῆς Ἑορτῆς

ὁ β’ χορός

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες· μεθ’ ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρί

 

 

 

 ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ 

Τῶν οὐρανίων ταγμάτων

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, τὴν ἑορτὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν, τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίᾳ καταστράψαντα.

 ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως………………..

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀνέλθωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τούτῳ πιστῶς, ἐκβοῶντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

 ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ πανσεβάσμιος, καθ’ ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία καὶ τῶν αὐτοῦ, Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνὴ δὲ θεία προῆλθεν· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

 

 

.

ὁ α’ χορὸς

Δόξα Πατρί…

ὁ β’ χορὸς

Καὶ νῦν…

ὁ α’ χορὸς

Ἦχος β’

Ὁ φωτί σου ἅπασαν, τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης, Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ……

Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὰ Ἀπόστιχα

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ

ὁ α’ χορός 

Ἐν ὄρει τῷ Θαβώρ, ἡ τῆς Τριάδος δόξα, ἀναφανδὸν ἐγνώσθη, σοῦ μεταμορφουμένου, Σωτήρ μου ὑπεράγαθε.

 ὁ β’ χορός 

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

 Νεφέλη φωτεινή, φαιδρῶς ἐφαπλωθεῖσα, ἐν τῇ Μεταμορφώσει, κατέπληττε τοὺς θείους, τῶν Μαθητῶν ἀκραίμονας.

 ὁ α’ χορός 

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. 

Ἠλίας σὺν Μωσεῖ, παρέστησάν σοι Λόγε, ἐν τῇ Μεταμορφώσει, Πατὴρ δὲ ἐμαρτύρει, ἐξ οὐρανοῦ φθεγγόμενος.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… Ὅμοιον

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

ὁ ἱερεὺς λέγει

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

 ὁ α’ χορός

τὸ ἀπολυτίκιον

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ΤΗΣ ΕΟΡΤΗΣ

Ἀντίφωνον Α’

ὁ α’ χορός 

Στίχ. α’. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.  

ὁ β’ χορός

Στίχ. β’. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ α’ χορός 

Στίχ. γ’. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ β’ χορός

Στίχ. δ’. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ α’ χορός 

Δόξα Πατρί… Καὶ νῦν…

 Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

Ἀντίφωνον Β’

ὁ β’ χορός

Στίχ. α’. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι΄ Ἀλληλούϊα. 

ὁ α’ χορός 

Στίχ. β’. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…  

ὁ β’ χορός

Στίχ. γ’. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…  

ὁ α’ χορός 

Στίχ. δ’. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…  

ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός 

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  

Ἀντίφωνον Γ’

ὁ α’ χορός 

Στίχ. α’. Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ἄσομαι.

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο, Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. 

ὁ β’ χορός

Στίχ. β’. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός… 

ὁ α’ χορός 

Στίχ. γ’. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός… 

ὁ β’ χορός

Στίχ. δ’. Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός… 

Εἰσοδικὸν

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ……

ὁ β’ χορός

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ὁ β’ χορός

Ἦχος γ΄

Ἀπόστολε Ἅγιε Ματθία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον

Αὐτόμελον Ἦχος βαρὺς

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον . Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (1:12-17, 1:21-26)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ὑπέστρεψαν οἱ Ἀπόστολοι εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος͵ ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ Σαββάτου ἔχον ὁδόν. Καὶ ὅτε εἰσῆλθον͵ εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες͵ ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας͵ Φίλιππος καὶ Θωμᾶς͵ Βαρθολομαῖος καὶ Ματθαῖος͵ Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶ καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι)· Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν͵ ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Καὶ ἔστησαν δύο͵ Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν͵ ὃς ἐπεκλήθη Ἰοῦστος͵ καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε͵ καρδιογνῶστα πάντων͵ ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς͵ ἀφ΄ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Καὶ ἔδωκαν κλήρους αὐτῶν͵ καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν͵ καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

 

Ἀλληλούϊα. (γ΄)Ἦχος α΄

Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου.

Στίχ. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων.

 

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(ιε΄ 32 – 39)

Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.

 

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

 

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα

ὁ α’ χορός

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

 

Ἀπόλυσις

«…῾Ο ἐν τῷ ὄρει τῷ Θαβώρ μεταμορφωθείς ἐν δόξῃ ἐνώπιον τῶν ῾Αγίων αὐτοῦ Μαθητῶν καί ᾽Αποστόλων, Χριστός ὁ ἀληθινός…».

9 ΑΥΓ14 ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s