ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΙΑ΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ ΙΣΑΠΟΣΤΟΛΟΥ (2014)

24 ΑΥΓΟΥΣΤΟΥ 2014

ΚΥΡΙΑΚΗ ΙΑʹ ΜΑΤΘΑΙΟΥ. Εὐτυχοῦς ἱερομάρτυρος, μαθητοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου, Κοσμᾶ τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ.

῏Ηχος β΄, ἑωθινὸν ια΄

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος β’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος β´.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί… Ἀπολυτίκιον  Ἦχος γ’

Θείας πίστεως,  διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

 

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτός.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α´ Στιχολογίαν. 

ὁ α’ χορός

Ἦχος β´

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸνἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

 

ὁ β’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν

 Ἦχος β´

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος β´

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Καὶ νῦν… Σταυροθεοτοκίον 

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἠμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

 

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα  Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τὴν θείαν ἐπίπνοιαν, τοῦ Παρακλήτου σοφέ, ὑψόθεν δεξάμενος, τῇ καθαρᾷ σου ψυχῇ, ὡς ἄλλος Ἀπόστολος, πόλεις τε καὶ χωρία, τῆς Ἑλλάδος διῆλθες, ἅπασι καταγγέλλων, σωτηρίας τὸν λόγον, καὶ ἤθλησας νομίμως, Κοσμᾶ θεομακάριστε.

 

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Ἀφράστως κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, διέσωσας Ἄχραντε, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τοὺς πίστει δοξάζοντας, χείλεσι καὶ καρδίᾳ, τὸν σὸν ἄῤῥητον τόκον, Δέσποινα Θεοτόκε, ἱλαστήριον κόσμου· διὸ κἀμοὶ παράσχου, τὴν θείαν σου ἀντίληψιν.

 

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α’

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι ηὐλόγηται… 

Ἡ Ὑπακοὴ  Ἦχος β’

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α’

ὁ α’ χορός

  • Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

ὁ β’ χορός

  • Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β’

ὁ β’ χορός

  • Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῷος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

ὁ α’ χορός

  • Τοῖς ὀδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον΄ λέοντος τρόπον κατ’ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι’ Υἱοῦ δέ.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

  • Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

ὁ β’ χορός

  • Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες, οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες,…

ὁ β’ χορός

… καὶ Προφῆται ὁρῶσι. 

Προκείμενον

ὁ α’ χορός

Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ β’ χορός

Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ α’ χορός

Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…

ὁ β’ χορός

… καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β´

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ ΙΑ’

Ἰωαν. (21,15-25)

ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ, Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τὶς ἐστιν ὁ παραδιδοὺς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τὶ; λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; σύ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει’ ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; Οὗτὸς ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

 

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
  •  Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α’.  Ἦχος β’. Ὁ Εἱρμὸς

Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται, προσβαλὼν γὰρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας, τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως, τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ  σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟΥ ΜΗΝΑΙΟΥ

ἡ Ἀκροστιχίς.

Τὴν Εὐτυχοῦς μέλψωμεν ἔνθεον χάριν.

Ἰωσήφ. 

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ἁρματηλάτην Φαραὼ 

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῶν Ἀποστόλων καὶ μαρτύρων σύσκηνος, ἀποδεικνύμενος, καὶ θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τοὺς τὴν σεπτήν σου σήμερον, ἑορτὴν ἐκτελοῦντας, φωτὸς μετόχους ἀνάδειξον, μάρτυς Εὐτυχῆ ἀξιάγαστε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἠγαπημένῳ μαθητῇ μακάριε, μαθητευθεὶς εὐσεβῶς, καὶ τοὺς αὐτοῦ τρόπους, ἄγαν μιμησάμενος, τὸν Κύριον ἠγάπησας, τοὺς αὐτοῦ θείους νόμους, πληρώσας καὶ τὰ παθήματα, τούτου Εὐτυχῆ μιμησάμενος.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νόμῳ τῷ θείῳ εὐσεβῶς πειθόμενος, σάρκα ἐνέκρωσας, ἀσκητικοῖς πόνοις, κόσμου μακρυνόμενος, καὶ ὄρεσιν ἀοίδιμε, διαιτώμενος μάρτυς, καὶ τὴν ψυχὴν καθαιρόμενος, καὶ θεοειδὴς γνωριζόμενος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐν σοὶ Παρθένε τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, ἁμαρτιῶν ῥύπου, ὅλον με ἀπόπλυνον, καὶ καθαρὸν ἀπέργασαι, τῷ Υἱῷ σου ἀρίστως, εὐαρεστοῦντα καὶ πράττοντα, τούτου τὸ πανάγιον θέλημα.

 

ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·
Κοσμ, σο νθεον δω μέλος. Γερασίμου.

ᾨδὴ α´. 

Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου

ὁ α’ χορὸς

Ἦχος δ

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Καταύγασον Κύριε, τὴν σκοτισθεῖσαν καρδίαν μου, φωτὶ τῆς σῆς χάριτος, ὅπως ὑμνήσω Χριστέ, θείοις ᾄσμασι, Κοσμᾶν τὸν θεηγόρον, τὸν πᾶσι κηρύξαντα, λόγον τὸν ἔνθεον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ κῆρυξ ὁ ἔνθεος, Εὐαγγελίου τῆς χάριτος, ἡ σάλπιγξ ἡ εὔσημος, τῶν ἱερῶν διδαχῶν, ἀνυμνείσθω μοι, Κοσμᾶς ὁ θεηγόρος, τὸ στόμα τὸ πάνσοφον, βίου σεμνότητος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Σοφίᾳ τοῦ Πνεύματος, καταυγασθεὶς τὴν διάνοιαν, φωστὴρ ὥσπερ μέγιστος, ἐξ Ἄθω ἔλαμψας, καὶ ἐπύρσευσας, τῶν διδαχῶν ἀκτῖσι, Κοσμᾶ Ἰσαπόστολε, Ἑλλάδα ἅπασαν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μὴ φλέξας τὴν μήτραν σου, πυρὶ Ἁγνὴ τῆς Θεότητος, ὁ Λόγος ὁ ἄναρχος, ἐν σοὶ ἐσκήνωσε, καὶ σεσάρκωται, ἐκ σοῦ ἀνερμηνεύτως· διὸ Θεοτόκον σε πάντες κηρύττομεν.

α’ χορός

ᾠδὴ γ’  Ὁ Εἱρμὸς

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησίᾳ τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

 ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ’ ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς κατ’ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι’ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου, διὸ σε Θεοτόκε, πίστει σέβομεν.

 

ΤΟΥ ΜΗΝΑΙΟΥ

ᾨδὴ γ’

Ὁ στερεώσας κατ’ ἀρχὰς 

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπεραστράπτοντα φωτί, κηρύγματος τοῦ πανσόφου, ὥσπερ ἥλιον εὑράμενος Παῦλον, συμπεπόρευσαι αὐτῷ, ἀστὴρ καθάπερ μέγιστος, φωταγωγῶν καρδίας, μάκαρ θεόφρον ἐν Πνεύματι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῶν θεολόγων ἡ κρηπίς, τῶν Μαθητῶν ἡ ἀκρότης, Ἰωάννης ὁ στερέμνιος φίλος, τοῦ Σωτῆρος ἀπὸ γῆς, ἐνθέως μεθιστάμενος, σοὶ τοῦ Θεοῦ τὴν ποίμνην, μάκαρ ποιμαίνειν παρέθετο.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

 

Ὑπερκαλλὴς καὶ φωταυγής, καὶ πλήρης Πνεύματος θείου, τῷ δικάζοντι ἀνόμως παρέστης, διελέγχων τὴν αὐτοῦ, δυσσέβειαν πανόλβιε, καὶ τοῦ Χριστοῦ τὴν θείαν, ὁμολογῶν ἐνανθρώπησιν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Χαῖρε ἡ μόνη τὴν χαράν, ἀνερμηνεύτως τεκοῦσα, χαῖρε ἅρμα καὶ νεφέλη τοῦ Λόγου, χαῖρε θρόνε τοῦ Θεοῦ, Παρθένε ἀπειρόγαμε, χαῖρε Ὁσίων δόξα, χαῖρε μαρτύρων στεφάνωμα.

 

Ὁ Κανὼν τοῦ Ἁγίου
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀγάπῃ τρωθεὶς Πάτερ τῇ θείᾳ, ἠγάπησας ὥσπερ σεαυτόν, καὶ τὸν πλησίον Ἅγιε, ὑπὲρ οὗ πλείστους ἤνεγκας, κινδύνους ὡς ὁμότροπος, τῶν Ἀποστόλων ἐν ἅπασι.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Συνέσει τῇ θείᾳ διαλάμπων, κηρύττεις τὸν λόγον πανταχοῦ, τῆς εὐσεβείας Ὅσιε, ὡς θεῖος Ἰσαπόστολος, καὶ τῶν πιστῶν ἐστήριξας, τῷ θείῳ φόβῳ τὸ φρόνημα.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ὁ νοῦς σου δεξάμενος ἐν Ἄθῳ, τὰς θείας ἐλλάμψεις μυστικῶς, Κοσμᾶ θεομακάριστε, διδάγματα σωτήρια, οἷα κρουνὸς ἀνέβλυσεν, εἰς εὐσεβῶν περιποίησιν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἰσχύν μοι παράσχου Θεοτόκε, πατεῖν τοῦ ἐχθροῦ τὰς μηχανάς, τοῦ καθ᾿ ἑκάστην Πάναγνε, ὑπούλως ἐφορμῶντός μοι, καὶ τὴν ψυχήν μου στήριξον, τοῖς τοῦ Υἱοῦ σου προστάγμασι.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…

ὁ α’ χορὸς

Κάθισμα Ἦχος γ’

Θείας πίστεως

Φέγγος ἤστραψας θεογνωσίας, σκότος ἔλυσας πολυθεΐας, μαρτυρικῶς ἐκτελέσας τὸν δρόμον σου, καὶ ἰαμάτων πηγάζων χαρίσματα, τῶν προσιόντων καθαίρεις νοσήματα, μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ὁ β’ χορὸς

Κάθισμα   

Δόξα Πατρὶ…Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Σοφίᾳ τῶν λόγων σου, καὶ τῶν θαυμάτων φωτί, πολλοὺς κατεφώτισας, τοὺς ἐν νυκτὶ τῶν παθῶν, καὶ πλάνης ὑπάρχοντας· ἴχνεσι γὰρ τῶν θείων, Ἀποστόλων βαδίσας, τούτων τὸ ἔργον Πάτερ, ἀκριβῶς ἐμιμήσω· διό σε ἡ θεία χάρις, Κοσμᾶ ἐθαυμάστωσε.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μυρίοις βαλλόμενοι, τῇ ἐπηρείᾳ ἐχθροῦ, κινδύνοις καὶ θλίψεσι, καὶ λογισμοῖς χαλεποῖς, Παρθένε πανύμνητε, σπεύδομεν τῇ σῇ σκέπῃ, σωτηρίαν αἰτοῦντες· λύτρωσαι Θεοτόκε, τῆς αὐτῶν ἡμᾶς ζάλης, καὶ δίδου τῇ ζωῇ ἡμῶν, εἰρήνην καὶ μετάνοιαν.

 

 

ᾠδὴ δ’

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε.  

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτός, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.  

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα, σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

 

ΤΟΥ ΜΗΝΑΙΟΥ

ᾨδὴ δ’

Σύ μου ἰσχύς, Κύριε

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅλῳ νοΐ, ἀποδημῶν πρὸς τὸν Κύριον, οὐκ ᾐσθάνου, πάντοθεν τυπτόμενος, καὶ σπαραττόμενος χαλεπῶς, οἷα δὲ εὐῶδες, θυμίαμα ἀξιάγαστε, ὀσμῆς τοὺς παρεστῶτας, ἀπεπλήρωσας θείας, ἐνεργείᾳ θεόφρον τοῦ Πνευματος.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅλῳ νοΐ, ἀποδημῶν………………………………

 

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπὸ Θεοῦ, μάρτυς θεόφρον φρουρούμενος, ἐν φρουρᾷ τε, δέσμιος καθήμενος, ἄρτον οὐράνιον ὁρατῶς, χαίρων ὑπεδέξω, Θεοῦ σε παραθαρρύνοντος, τοῦ μόνου ἀθλοθέτου, Εὐτυχῆ ἀθλοφόρε, οὗ τὸ πάθος τὸ θεῖον ἐζήλωσας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σοῦ τὸ σεπτόν, στόμα ἀνοίξας ἐν Πνεύματι, πρὸ βημάτων, πάνσοφε ἱστάμενος, δικαστικῶν τὴν ἀληθινήν, πίστιν τῆς Τριάδος, ἐτράνωσας ἐμφανέστατα, εἰδώλων δὲ τὴν πλάνην, ἐστηλίτευσας μάκαρ, καὶ τυράννων ἀθέων φρονήματα.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μετὰ πολλάς, ἄλλας αἰκίας τοῦ σώματος, θείῳ πόθῳ, μάκαρ πυρπολούμενος, τὴν ἐξαφθεῖσαν φλόγα πυρός, χαίρων ὑπεισῆλθες, ἀποτομίᾳ δικάζοντος, ἐφλέχθης δὲ οὐδόλως· ἡ γὰρ θεία σε δρόσος, Εὐτυχῆ οὐρανόθεν ἐδρόσιζεν.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐν γυναιξί, μόνη Παρθένος διέμεινας, καὶ πρὸ τόκου, καὶ μετὰ τὴν γέννησιν· Θεὸς γὰρ ἦν ὁ καινοτομῶν, φύσεις ὑπὲρ λόγον, ἐκ σοῦ ἀρρήτως σαρκούμενος, ὁ ἄνω πρὸ αἰώνων, καὶ ἐν γῇ εἰς τὰ τέλη, γεννηθεὶς τῶν αἰώνων Πανάμωμε.

 

Ὁ Κανὼν τοῦ Ἁγίου 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ,

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν καιρῷ τῷ τῆς δουλείας, καὶ πικρᾶς χαλεπότητος, ἀπεστάλης Πάτερ, παρὰ τοῦ Θεοῦ Παντοκράτορος, τῶν κλονουμένων στηρίξαι τὴν διάνοιαν, καὶ ἐκλείποντας, λόγῳ σοφῷ ἀνασώσασθαι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νόμον θεῖον καταγγέλλων, ὡς Ἀπόστολος ἔνθεος, πόλεις καὶ χωρία, Πάτερ καὶ τὰς νήσους διέδραμες, καὶ τοὺς ἐν σκότει παθῶν κειμένους ἤγειρας, Κοσμᾶ ἔνδοξε, πρὸς τὴν αὐγὴν τὴν σωτήριον.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Θεοῤῥήμονί σου γλώττῃ, τὸ τῆς πίστεως κήρυγμα, ἐν τῷ Βυζαντίῳ, Πάτερ θεοσόφως ἐκήρυξας, Θεσσαλονίκην καὶ Βέρροιαν δὲ ηὔγασας, Κοσμᾶ Ἅγιε, τῶν διδαχῶν σου ταῖς χάρισι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἐκ γαστρός σου σαρκοφόρος, ὑπὲρ λόγον καὶ ἔννοιαν, Δέσποινα προῆλθεν, ὁ διδοὺς τοῖς πᾶσι τὴν ὕπαρξιν, ἀναλλοιώτως ἀτρέπτως καὶ διέσωσε, τοὺς δοξάζοντας, …

ὁ β’ χορὸς

…….τὰ μεγαλεῖά σου Ἄχραντε.

 

ᾠδὴ ε’ 

 ὁ α’ χορός

Ὁ Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.  

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.  

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ’ οἰκείω μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.  

 

ᾨδὴ ε’

Ἵνα τὶ με ἀπώσω

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λόγον θεῖον πλουτήσας, ἅπασι τοῖς χρῄζουσι μάκαρ μετέδωκας, καὶ Χριστοῦ τὴν ποίμνην, ἱερεὺς δεδεγμένος ἐποίμανας, νουθετῶν διδάσκων, καθοδηγῶν πρὸς σωτηρίαν, Εὐτυχῆ ἀθλοφόρε πολύαθλε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ψυχολέτειραν πλάνην, σθένει θείου Πνεύματος ἀποσεισάμενος, τῷ Χριστῷ προσῆλθες, καὶ πληθὺν τούτῳ μάρτυς προσήγαγες, σῳζομένων πίστει, σοῦ ταῖς σεπταῖς θεηγορίαις, Εὐτυχῆ ἀθλητῶν ἐγκαλλώπισμα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς ὡραῖοι οἱ πόδες σου, μακαριώτατε τρίβον ὁδεύσαντες, μαρτυρίου θείου, καὶ ἐν τούτῳ καλῶς βηματίσαντες, καὶ πρὸς πλάτος μέγα, τῆς οὐρανίου βασιλείας, καταντήσαντες μάρτυς ἀοίδιμε.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μητροπάρθενε Κόρη, ἡ τὸν ἀπερίληπτον Λόγον κυήσασα, τῶν Ἀγγέλων δόξα, καὶ δαιμόνων τὸ τραῦμα Θεόνυμφε, τὴν ἐμὴν καρδίαν, τραυματισθεῖσαν ἁμαρτίαις, θεραπείας ἐνθέου ἀξίωσον.

Ὁ Κανὼν τοῦ Ἁγίου 

ὁ α’ χορὸς

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ μέγας διδάσκαλος, καὶ ὑποφήτης ἔνθεος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ζήλῳ τοῦ Παύλου καταφλεχθεὶς τὴν ψυχήν, πᾶσαν τὴν Ἑλλάδα διελθών, μέχρις Ἰλλυρίας δέ, Κοσμᾶ χαίρων ἐκήρυξας.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοσούσας ἰάτρευσας, ψυχὰς λόγῳ τῆς χάριτος, καὶ τὰς τῶν σωμάτων ἀσθενείας, ἰᾶσαι Πάτερ τῇ ἐπικλήσει Χριστοῦ, Ἀποστολικὴν χάριν λαβών, Κοσμᾶ Ἰσαπόστολε, ἐν ὑστέροις τοῖς ἔτεσι.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ἀκτῖσι τῶν λόγων σου, Κοσμᾶ θεόφρον Ὅσιε, ἅπασαν τὴν Ἤπειρον λαμπρύνεις, Κεφαλληνίαν δὲ καὶ τὴν Ζάκυνθον, καὶ τὴν Ναυπακτίαν δαψιλῶς, ἄρδεις θείοις νάμασι, τῶν σοφῶν διδαγμάτων σου.

 ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Δυνάμωσον Δέσποινα, τὴν ἀσθενοῦσαν πάθεσι, καὶ ταῖς προσβολαῖς τοῦ ἀλλοτρίου, ψυχήν μου Κόρη τῇ συμπαθεῖ σου ῥοπῇ, καὶ κατεύθυνόν με πρὸς ὁδόν, μετανοίας δέομαι,…

ὁ α’ χορὸς

…..ὁ προστρέχων τῇ σκέπῃ σου.

 

ᾠδὴ ς’

 ὁ β’ χορός

 Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.   

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῶ ξύλω προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.  

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι’ ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι’ ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀπειράνδρως Παρθένε ἐκύησας, Ἀκαὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.  

 

ΤΟΥ ΜΗΝΑΙΟΥ

ᾨδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ 

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐφέσει κατασχεθείς, τῆς ἐν Χριστῷ τελειώσεως, ἐξ Ἐφεσίων σοφέ, δεσμώτης ἐξώρμησας, καὶ πρὸς τὴν πατρίδα σου, Σεβαστὴν τοῖς ἄθλοις, ἐγκοσμούμενος κατέπαυσας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ναὸς ὑπάρχων Θεοῦ, ὡραῖος καὶ καθαρώτατος, ναοὺς εἰδώλων αἰσχρούς, κατέστρεψας χάριτι, καὶ πρὸς ἐπουράνιον, ναὸν ἀνηνέχθης, Εὐτυχῆ Θεῷ παρίστασθαι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐνίσχυσέ σε ὁδῷ, βαδίζοντα θεῖος Ἄγγελος, προλέγων σοι ἐμφανῶς, τὸ μέλλον τρανότατα, Εὐτυχῆ πανόλβιε, ἰσαγγέλῳ ὄντι, καὶ σαρκὸς ἔξω ἐν Πνεύματι.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νοός μου τὰς ἐκτροπάς, καὶ τῆς ψυχῆς τὰ κινήματα, τὰ ἐμπαθῆ καὶ δεινά, Παρθένε διόρθωσον, καὶ σῶσόν με φύλαξον, ἐκ τῶν καθ’ ἑκάστην, ἀφειδῶς ἐπεμβαινόντων μοι.

 

Ὁ Κανὼν τοῦ Ἁγίου 

ᾨδὴ Ϛ´. Τὴν θείαν ταύτην.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς Ἀποστόλων ὁμόζηλος, τοὺς δρόμους τοὺς αὐτῶν Πάτερ ἤνυσας, στεῤῥῷ φρονήματι, καὶ φυτοκόμος θεόσοφος, τῆς εὐσεβείας ὤφθης, Κοσμᾶ μακάριε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μέγαν διδάσκαλον Ἅγιε, γνωρίζει σε ἡ Ἤπειρος ἅπασα· ταύτην γὰρ ἔσωσας, λόγοις σοφοῖς καὶ διδάγμασι, βυθοῦ τῆς ἀσεβείας, Κοσμᾶ μακάριε.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἐξ Αἰτωλίας ἀνέτειλας, καὶ πάσῃ τῇ Ἑλλάδι ἐξέλαμψας, ζήλῳ τῆς πίστεως· διὸ λαμπρῶς μεγαλύνει σε, ἡ Ἐκκλησία Πάτερ, ὡς Ἰσαπόστολον.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Λυχνία ὤφθης ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρὸς τὸ ἀπαύγασμα, σαρκὸς παχύτητι, Θεοχαρίτωτε Δέσποινα, εἰς σωτηρίαν κόσμου, δι᾿ ἀγαθότητα

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς…  

Κοντάκιον Ἀναστάσιμον.

Ἦχος β’. Τὰ ἄνω ζητῶν

Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Οἶκος

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

 

Συναξάριον

Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κοσμᾶ τοῦ Ἰσαποστόλου, ἀθλήσαντος δι᾿ ἀγχόνης κατὰ τὸ ἔτος 1779.

Στίχ.

  • Κόσμος τῶν πιστῶν Κοσμᾶς ὁ θεῖος ὤφθη,
    Ἀποστόλων ἴχνεσι στεῤῥῶς βαδίσας.
  • Εἰκάδι τετάρτῃ Κοσμᾶν θεήπνουν δυσσεβεῖς ἀπῆγξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.

Στίχοι

  • Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ,
  • Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας.
  • Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτῃ

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος.

Στίχοι

  • Ἕλξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα,
  • Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων.

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.

Στίχοι

  • Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει,
  • Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.

Στίχοι

  • Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου,
  • Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.

Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἔν γε τετάρτῃ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

 ᾠδὴ γ’ 

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

…εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδὴ ε’

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδὴ Ϛ ‘

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὃθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδὴ ζ’

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς΄ ὃμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,  θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν΄ ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα΄ καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. 

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 

ὁ α’ χορός
Ἦχος β’.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

Ὅτι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον ΙΑ’

Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην, Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;

ὁ β’ χορός

Γυναῖκες ἀκουτίσθητε.

Τὸν μέγαν Ἰσαπόστολον, Κοσμᾶν τὸν ἱερώτατον, τῆς Ἐκκλησίας τὴν βάσιν, καὶ ἀληθείας τὸ στόμα, τὸν κήρυκα τῆς πίστεως, Μαρτύρων τὸν ὁμότροπον, πιστῶς ἀνευφημήσωμεν, ἵνα ταῖς τούτου πρεσβείαις, ῥυώμεθα πάσης βλάβης.

ὁ α’ χορός

Θεοτοκίον

Θεὸν τὸν ὑπερούσιον, ὑπερφυῶς κυήσασα, ἐν ἀνθρωπίνῃ οὐσίᾳ, Θεχαρίτωτε Κόρη, δι᾿ ἄκραν ἀγαθότητα, τὸν κόσμον ἀναπλάττοντα, ἀνάπλασιν σωτήριον, παράσχου νῦν τῇ ψυχῇ μου,………………

ὁ β’ χορός

……….. ἐκ παραπτώσεων πλείστων.

 

 

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

 

 

ΠΡΟΣΟΜΟΙΑ ΤΟΥ ΑΓΙΟΥ

ὁ α’ χορός

Ἦχος α΄

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῶν οὐρανίων ταγμάτων.

Τῶν Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τρανῶς ἀνακηρύττεις, εὐσεβείας τὸν λόγον, Κοσμᾶ πνευματοφόρε καὶ ὁδηγεῖς, πρὸς τὸ φῶς τὸ ἀνέσπερον, τῶν ἐντολῶν τοῦ Σωτῆρος πλείστους λαούς, ὡς διδάσκαλος τῆς πίστεως.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἐξ Ἄθω Πάτερ ἐκλάμψας ὡς μέγας ἥλιος, ταῖς σαῖς διδασκαλίαις, καὶ θαυμάτων ἀκτῖσι, λαοὺς τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖς, καὶ στηρίζεις μὴ σφάλλεσθαι, καὶ ἀποκλίνειν τῆς πίστεως τοῦ Χριστοῦ, τῆς δουλείας ἐν ταῖς θλίψεσι.

ὁ α’ χορός

Στίχ..  Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίρει ἐν σοὶ Αἰτωλία ἡ σὲ βλαστήσασα, καὶ Ἄθως χαρμοσύνως, τὴν σὴν χάριν κηρύττει, καὶ πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ, μακαρίζει σε Ἅγιε, στηριζομένη ταῖς θείαις σου διδαχαῖς, Κοσμᾶ θεῖε Ἰσαπόστολε

ὁ β’ χορός

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. 

Τοῦ Παρακλήτου τὴν χάριν φέρων τῷ λόγῳ σου, πόλεις πολλὰς διῆλθες, Ἰσαπόστολε θεῖε, καὶ φθάσας Ἰλλυρίαν Πάτερ Κοσμᾶ, ἐν αὐτῇ χαίρων ἤνυσας, τοῦ μαρτυρίου τὸν δρόμον· ὅθεν Χριστός, θαυμαστῶς σε ἐμεγάλυνε.

 

 

ὁ α’ χορός

Δόξα Πατρὶ… Ἦχος πλ. α´.

Εὐαγγελικῶς πολιτευσάμενος, τοῦ Εὐαγγελίου τῆς χάριτος, μυσταγωγὸς καὶ κῆρυξ, ἀναδέδειξαι Πάτερ· τῷ γὰρ θείῳ θελήματι, διακονῶν ὁλοτρόπως, διδαχαῖς ἱεραῖς παιδεύεις, τῶν εὐσεβῶν τὰς ψυχάς, τὰ ἄνω ζητεῖν καὶ ποθεῖν, ἀναστροφαῖς ἁγίαις· καὶ τύπον σεαυτὸν παραστήσας, ἐν λόγῳ καὶ ἔργῳ, τῆς Ἐκκλησίας στῦλος ὤφθης, ἐν ὑστέροις καιροῖς, Ἀποστολικοῖς προτερήμασι κοσμούμενος· διὸ Χριστός τε ἐδόξασεν, ὡς θεῖον Ἰσαπόστολον, καὶ ἀθλητὴν περιφανῆ, Κοσμᾶ μακάριε· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον ἦχος β’ ( πάντοτε)

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος)

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος β’.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

. Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. Α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. Γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Δ ΄ Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

 Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος β´.

Στίχ. Α´. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ β’ χορός

Στίχ. Γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ α’ χορός

Στίχ.  Δ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον. Ἦχος β´.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον,…

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ὁ β’ χορὸς

…ψάλλοντάς Σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

 

Ἀπολυτίκιον. Ἦχος β´.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι. 

ὁ β’ χορὸς  

Ἀπολυτίκιον Ἦχος γ’

Θείας πίστεως,  διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντάκιον  Ἦχος δ’ – Αὐτόμελον

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

 

 

Τρισάγιον.

Ἀπόστολος

Τοῦ ῾Αγίου·

Προκείμενον.Ἦχος πλ. δ’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. 

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (κεφ. δ´ 7-13)

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις». Τὸ δὲ «ἀνέβη» τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ἀλληλούϊα. Ἦχος α΄

Ἐξομολογήσονται οἱ ουρανοὶ τὰ θαυμάσιά σου.

Στίχ. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων.

 

Εὐαγγέλιον (Ματθ. ιη´ 23-35).

 Κυριακῆς ια´ ἑβδομάδος Ματθαίου·

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, Μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ πάντα ἀποδώσω σοι. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων, ᾽Απόδος εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ ἀποδώσω σοι. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα;καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. Οὕτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

 ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

 

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό ᾽Εξαιρέτως

 ὁ α’ χορός

ἦχος β’( Ἀρχαία Τάξις)

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Κοινωνικόν

ὁ β’ χορός

ἦχος β’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

 

Ἀπόλυσις  «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»

24 ΑΥΓ14 ΚΥΡΙΑΚΗ ΙΑ΄ΜΑΤΘΑΙΟΥ

 

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s