ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΡΟΟΔΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ 2014

1 ΑΥΓΟΥΣΤΟΥ 2014

῾Η πρόοδος τοῦ τιμίου Σταυ­ροῦ, ἤ τοι ἡ ἔξο­δος αὐ­τοῦ ἐκ τοῦ ἱεροῦ παλατίου εἰς τὴν Πόλιν· τῶν ἁγίων ἑπτὰ παίδων Μακκαβαίων, Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ ᾿Ε­λε­α­ζάρου τοῦ διδασκάλου αὐτῶν (166 π.Χ.). ᾿Ελέσης ὁσιο­μάρ­τυ­ρος τῆς ἐν Κυθήροις

Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (31/7/2014)

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ Ἀναγνώστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      
  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

 

Δόξα Πατρί… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  • ὁ α’ χορός: Κύριε ἐλέησον….
  • Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • ὁ α’ χορός: Σοὶ Κύριε.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ α’ χορός

Ἦχος δ’  Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

  • Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

  • Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

  • Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

  • Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

  • Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

  • Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

  • Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

  • Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

  • Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

 

  • Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

 

  • Ἐκχεῶ  ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός

  • Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

  • Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

  • Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ  οὐκ  ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

  • Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

  • Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

  • Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός

  • Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

ὁ α’ χορός

  • Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

ὁ β’ χορός

  • Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

ὁ α’ χορός

  • Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

ὁ β’ χορός

  • Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

 

Στιχηρὰ τοῦ τιμίου Σταυροῦ

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὡς γενναῖον ἐν Μάρτυσι

Ὡς κοινὸν φυλακτήριον, ὡς πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ κοιμίζει, παθήματα, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας, ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ, τὸν τύπον, καὶ προσκυνοῦσι καὶ σέβουσιν.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Οἱ τοῦ βίου τοῖς κύμασι, θαλαττεύοντες ἄνθρωποι, παθημάτων ζάλῃ τε κυμαινόμενοι, ὡς εἰς ὁλκάδα σωτήριον, τὸ ξύλον τὸ τίμιον, καταφύγωμεν πιστῶς, καὶ σιγήσει τὰ κύματα, καὶ τὰ πνεύματα, καὶ ῥαγήσεται πάθη, καὶ πρὸς ὅρμον, ἀκυμάντου σωτηρίας, χαρμονικῶς καταντήσομεν.

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὑπὲρ ἥλιον ἔλαμψεν, ὁ Σταυρὸς ὁ πανάγιος, ὡς ἀκτῖνας θαύματα προβαλλόμενος, καὶ ὡς βολίδας ἰάματα· προσέλθωμεν ἄνθρωποι, οἱ τῷ  σκότει τῶν δεινῶν, συνεχόμενοι πάντοτε, καὶ ληψόμεθα, φωτοπάροχον χάριν ἰαμάτων, τὸν ἐν τούτῳ προσπαγέντα, σαρκὶ Θεὸν μεγαλύνοντες.

ὁ β’ χορός

Προσόμοια τῶν Ἁγίων

Ἦχος α’

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πανεύφημοι Μάρτυρες 

Τοῦ νόμου τὸν ὄροφον ἑπτά, στύλοις ἐπαιρόμενον, ἡ τυραννὶς οὐ κατέσεισε· τὴν γὰρ ἀλόγιστον, τοῦ διώκτου λύσσαν, ἀνδρικῶς ὑπέμειναν, τὸ σῶμα παραδόντες τοῖς τέμνουσιν, οἱ εὐγενέστατοι, νεανίαι καὶ ὁμαίμονες, τῶν Μωσέως, θεσπισμάτων φύλακες.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ὑπὲρ τὰ ὁρώμενα τὸν νοῦν, ὄντως ἀνυψώσαντες, μέλη σαρκὸς κατετέμνοντο, οἱ εὐσεβέστατοι, καὶ γενναῖοι Παῖδες, σὺν μητρὶ θεόφρονι, μεγίσταις ἐν ἐλπίσι νευρούμενοι, ὧν νῦν ἐπέτυχον, Ἀβραὰμ ἀναπαυσάμενοι, ἐν τοῖς κόλποις, τοῦ αὐτῶν προπάτορος.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ψυχῆς ἐν νεότητι στεῤῥῶς, ἑαυτοὺς ὁπλίσαντες, καὶ τὸν θυμὸν ὥσπερ θήξαντες, πρὸς τὸν ἀντίπαλον, σταθερῶς ἐχώρουν, εὐσεβείας ἕνεκα, καὶ νόμου τοῦ πατρῴου τηρήσεως, ὁ ἱερώτατος, Ἐλεάζαρ καὶ οἱ πάνσοφοι, νεανίαι, σὺν μητρὶ θεόφρονι.

 ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.δ΄

Ἰωάννου Μοναχοῦ

Οἱ Ἅγιοι Μακκαβαῖοι τῷ  τυράννῳ ἔλεγον· Ἡμῖν ὦ Ἀντίοχε, εἷς Βασιλεὺς ὁ Θεός, παρ’ οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπιστρέφομεν. Κόσμος μένει ἄλλος ἡμῖν, τοῦ ὀρωμένου ὑψηλότερος καὶ μονιμώτερος, πατρὶς δὲ ἡμῶν Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ ἀνώλεθρος, πανήγυρις δέ, ἡ μετὰ Ἀγγέλων διαγωγή, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Καὶ νῦν…ἦχος ὁ αὐτὸς

Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῷ  Λῃστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

Εἴσοδος.

Σοφία Ὀρθοί !

 Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

Τῇ Πέμπτῇ  Ἑσπέρας

Ἦχος πλ. β’

 ὁ α’ χορός

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

 ὁ β’ χορός

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

 ὁ α’ χορός

Στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

 

  • Ὁ διάκονος:
  • Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Κύριε ἐλέησον (ἅπαξ)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

 

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀμήν. 

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

  • Ὁ διάκονος:
  • Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.                                                                                                                                                                                                                                          
  • Κύριε ἐλέησον.
  • Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.  
  • Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • Σοὶ Κύριε.

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

Ὁ Χορός: Ἀμήν.

 

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

 

ὁ Ἱερεύς: Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπόστιχα

Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ.

        ὁ α’ χορός

 Ἦχος α’

Τῶν οὐρανίων ταγμάτων 

Ἀμήν. Τῇ τοῦ Σταυροῦ προελεύσει, δεῦτε φιλέορτοι, τὴν ἑορτὴν ποιοῦντες, φαιδρυνθῶμεν βοῶντες, ἐν πίστει ἀδιστάκτῳ, Σταυρὲ τοῦ Χριστοῦ, ἡμᾶς ἁγίασον χάριτι, τοῦ ἐπὶ σὲ ὑψωθέντος, καὶ ἐξελοῦ, πάσης βλάβης τῇ δυνάμει σου.

  • ὁ β’ χορός

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ  ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Τὰς οὐρανίους πορείας, Σταυρὸς ὁ τίμιος, ἐξευτρεπίζει πᾶσι, τοῖς αὐτὸν προσκυνοῦσιν, ἐν φόβῳ καὶ ἀγάπῃ καὶ τοῖς χοροῖς, τῶν ἀΰλων Δυνάμεων, ὃς ἐν αὐτῷ προσηλώθῃ συναριθμεῖ, τοὺς ἐκ πόθου ἀνυμνοῦντας αὐτόν.

 ὁ α’ χορός

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Οἱ προσκυνοῦντες ἐν πίστει, Σταυρὸν τὸν τίμιον, τὸν ἐν αὐτῷ παγέντα, προσκυνοῦμεν Δεσπότην, οὗ τῇ ἐπινεύσει χείλη ὁμοῦ, καὶ ψυχὰς ἁγνιζόμεθα, καὶ ταῖς ἐλλάμψεσι τούτου ταῖς νοηταῖς, φαιδρυνόμεθα αἰνοῦντες αὐτόν.

ὁ β’ χορός

Δόξα Πατρί… ἦχος πλ.δ’

Κοσμᾶ Μοναχοῦ

Ψυχαὶ δικαίων ἐν χειρὶ Κυρίου, καθάπερ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, οἱ πρὸ νόμου προπάτορες, καὶ Μακκαβαίων πρόγονοι, τῶν νῦν εὐφημουμένων παρ’ ἡμῶν. Οὗτοι γὰρ οἱ καρτερόψυχοι, Ἀβραμιαῖοι ὑπάρχοντες, τὴν πίστιν ἐζήλωσαν, τοῦ ἑαυτῶν προπάτορος Ἀβραάμ, καὶ μέχρι θανάτου ἠγωνίσαντο δι’ εὐσέβειαν· εὐσεβῶς γὰρ συντραφέντες, καὶ ἐννόμως συναθλήσαντες, τὴν ἀσέβειαν διήλεγξαν τοῦ ἐπαράτου Ἀντιόχου, καὶ μηδὲν προτιμήσαντες τῶν τῆς παρούσης ζωῆς, διὰ τὴν αἰώνιον, πάντα Θεῷ ἀνέθεντο, ψυχήν, ἀνδρείαν, αἴσθησιν, σῶμα ἁπαλόν, καὶ ἀμοιβὰς τῶν ἁγνείᾳ τεθραμμένων. Ὢ ῥίζης εὐσεβοῦς! ἐξ ἧς ὑμεῖς ἐβλαστήσατε Μακκαβαῖοι, Ὢ μητρὸς ἁγίας! τῆς τετοκυῖας τὸν ἰσάριθμον τῆς ἑβδομάδος ἀριθμόν. Ἀλλ’ ἱκετεύομεν ὑμᾶς Μακκαβαῖοι, σὺν τῇ μητρὶ ὑμῶν Σολομονῇ, καὶ τῷ σοφῷ ἱερεῖ Ἐλεαζάρῳ, ὡς παριστάμενοι Χριστῷ τῷ Θεῷ, δι’ ὃν κεκοπιάκατε, τοὺς πόνους τῶν καρπῶν ὑμῶν ἀπολαύοντες, ἐκτενῆ ἱκεσίαν ποιήσατε ὑπὲρ τῆς ἀνθρωπότητος· ποιεῖ γὰρ ὅσα βούλεται, καὶ πληροῖ τὰ θελήματα ὑμῶν, τῶν φοβουμένων αὐτόν.

ὁ α’ χορός

Καὶ νῦν…ἦχος ὁ αὐτὸς

Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεός, πεπλήρωται ἡ λέγουσα. Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἐλευθεροῦται. Σήμερον τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα. Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι’ ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε, Κύριε δόξα σοι.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δόξα Πατρὶ… Καὶ νῦν…

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
  • ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἀπολυτίκιον τῶν Ἁγίων

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Τῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον, σὺν τὴ μητρὶ Σολομονὴ τὴ ἁγία, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν οὗτοι γὰρ ἠρίστευσαν, δι’ ἀγώνων νομίμων, ὡς φρουροὶ καὶ φύλακες, τῶν τοῦ Νόμου δογμάτων καὶ νῦν ὡς καλλιμάρτυρες Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσι.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Τοῦ Σταυροῦ  Ἦχος α΄

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»

 31 ΙΟΥΛ14 ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΡΟΟΔΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s