ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ 2014

21 ΜΑΪΟΥ 2014
ΤΕΤΑΡΤΗ τῆς Εʹ ἑβδομάδος.
Ἡ ἀπόδοσις τῆς ἑορτῆς τῆς Μεσοπεντηκοστῆς,
Κωνσταντίνου καὶ Ἑλένης τῶν μεγάλων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Μετὰ δὲ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦχος πλ. δ’
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,. ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος πλ. δ’
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς, δόξα σοι

ὁ β’ χορὸς
Δόξα Πατρί… Ἦχος πλ. δ’
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

ὁ α’ χορός
Καὶ νῦν…
Ἀπολυτίκιον Ἦχος πλ. δ’
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς, δόξα σοι

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.
Μετὰ τὴν α´ Στιχολογίαν.
ΚΑΘΙΣΜΑΤΑ
ὁ α’ χορός
Κάθισμα Ἦχος γ’. Θείας πίστεως
Νέος γέγονας, Δαυΐδ τοῖς τρόποις, γέρας ἄνωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας τῇ κορυφῇ σου τὸ ἔλαιον, σὲ γὰρ τῷ Πνεύματι ἔχρισεν ἔνδοξε. Ὁ ὑπερούσιος Λόγος καὶ Κύριος, ὅθεν ἔλαβες, καὶ σκῆπτρον Σοφὲ βασίλειον, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…Καὶ νῦν…τῆς Ἑορτῆς
Ἦχος δ’ Ταχὺ προκατάλαβε
Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν, Τὶ ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην, ἑορτῆς μεσαζούσης, ἐκβοῶν παῤῥησίᾳ, Μὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε παράνομοι.

Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ α’ χορός
Κάθισμα Ἦχος πλ. β’. Σήμερον τὸ προφητικόν.
Ἑλκόμενος ἐπὶ σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου καὶ κτίσεως, σὲ ὡς ἀστέρα φαεινόν, ἐξ οὐρανοῦ δι’ ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος πρῶτος τὸ βασίλειον ἐπέθηκε, διό σε ἀνευφημοῦμεν, Κωνσταντῖνε Βασιλεῦ εὐσεβέστατε, σὺν Ἑλένῃ μητρὶ τῇ θεόφρονι.
ὁ β’ χορὸς
Δόξα Πατρί…Καὶ νῦν… Ἦχος πλ. α’ Τὸν συνάναρχον Λόγον
Ὁ Δεσπότης τῶν ὅλων ἐν τῷ ναῷ ἑστηκώς, ἑορτῆς μεσαζούσης, Πεντηκοστῆς τῆς σεπτῆς, τοῖς Ἑβραίοις προσλαλῶν, διελέγχει τρανῶς, ἐν παῤῥησίᾳ πολλῇ, ὡς Βασιλεύς ὢν καὶ Θεός, τὴν τύραννον αὐτῶν τόλμαν, ἡμῖν δὲ πᾶσι δωρεῖται, δι’ εὐσπλαγχνίαν τὸ μέγα ἔλεος
ὁ α’χορὸς
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος δ’. Ταχὺ προκατάλαβε
Ἡ εὔσημος μνήμη σου, ἐπιφανεῖσα ἡμῖν, αὐγάζει τὰ πέρατα, θεογνωσίας φωτί, Κωνσταντῖνε θεόπνευστε, σὺ γὰρ ἐν Βασιλεῦσιν εὐσεβὴς ἀνεδείχθης, νόμους ἐπουρανίου, Βασιλέως τηρήσας, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.
ὁ β’χορὸς
Δόξα Πατρί… Καὶ νῦν… Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον
Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς ἑορτῆς, ὁ διψῶν, ἀνέκραζες, ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου νάματος, ποταμούς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μετ’ ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι ΄ Δόξα σοι, Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.

Τό α´ Ἀντίφωνον τοῦ δ´ ἤχου
ὁ α’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
ὁ α’ χορός
Προκείμενον Ἦχος δ’
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
ὁ β’ χορός
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
ὁ α’ χορός
Στίχ. Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρά τούς μετόχους σου.
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…
ὁ α΄ χορὸς
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ’).
Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ἐκ τοῦ κατὰ Ἰωάννην. (᾽Ιω. ι´ 9-16),
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα• δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει- καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει -ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα• καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ν’ Ψαλμὸς χύμα
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Ταῖς τῶν Θεοστέπτων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος ὁ αὐτὸς Βύζαντος
Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε, Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι’ ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Κανόνες
Ὁ Κανὼν τοῦ ἤχου δ’
Οὗ ἡ ἀκροστιχὶς
Μέσην ἑορτῶν τῶν μεγίστων αἰνέσω
Ποίημα Θεοφάνους
ᾠδὴ α’
ὁ α’ χορὸς
Ὁ εἱρμὸς
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
ὁ β’ χορὸς
Θαλάσσης τὸ ἐρυθραῖον…
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι

Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἐπέστης μαρμαρυγὰς θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς, ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.
ὁ β’ χορὸς
Θεοτοκίον
Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ’ ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθία φύσεως ὑπερουσίως μὴ δουλεύσασα.

Ὁ Κανὼν τοῦ Ἤχου πλ. δ’
Ποίημα Ἀνδρέου Κρήτης
ᾠδὴ α’ Θάλασσαν ἔπηξας
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἔθνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε, ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέῤῥηξε τοῦ ᾍδου καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ, οὗτος ἐστίν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι αὐτοῦ.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἔθνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε, …………………………..

ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Θαῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μετατρέψας Δέσποτα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει σου, δι’ ἧς ἐκαίνισας ἡμᾶς.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ῥεῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἄρτους εὐλογήσας, ἰχθύας ἐπλήθυνας, ὁ ἀκατάληπτος Θεός, καὶ λαοὺς ἐχόρτασας ἀφθόνως, καὶ πηγὴν ἀέναον σοφίας, τοῖς διψῶσιν ἐπηγγείλω. Σὺ εἶ, Σωτήρ, ὁ Θεός ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι τῷ σῷ.

ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μόνη ἐχώρησας τὸν κτίστην τὸν ἴδιον, Θεογεννῆτορ ἐν γαστρί, καὶ σαρκὶ ἐκύησας ἀφράστως, καὶ Παρθένος ἔμεινας, μηδὲν τῆς παρθενίας λυμανθείσης, τοῦτον ἁγνή, ὡς Υἱόν σου καὶ Θεόν, ἀπαύστως ἱκέτευε ὑπὲρ τῆς ποίμνης σου ἀεί.

Κανὼν τῶν Ἁγίων
Ἦχος πλ. δ’
Ὑγρὰν διοδεύσας
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μόνε ἐπουράνιε Βασιλεῦ, τῆς βασιλευούσης, ἁμαρτίας νῦν ἐπ’ ἐμοί, τῶν σῶν θεραπόντων ἱκεσίαις, τὴν ταπεινήν μου ψυχὴν ἐλευθέρωσον.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῆς ἄνω γενόμενος ἐραστής, μάκαρ Κωνσταντῖνε, βασιλείας τῷ Βασιλεῖ, πάντων καὶ Δεσπότῃ διανοίᾳ, καθαρωτάτῃ πιστεύσας ἐλάτρευσας.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας καταλέλοιπας ἀληθῶς, θεόφρον Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα.

ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ εἱρμὸς
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα΄Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας, Εἲ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.
Ἄλλος
Ἐστερεώθη ἡ καρδία μου.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Μὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, διδάσκων ἔλεγεν ὁ Δεσπότης, ὡς ἐπέστη τῷ ἱερῷ, καθὼς γέγραπται, μεσούσης τῆς νομικῆς ἑορτῆς.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Μὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι………………………………
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Μὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, Χριστὸς γὰρ ἦλθεν, ὃν πὲρ ἐκάλουν οἱ Προφῆται, ἐκ Σιὼν ἐλευσόμενον, καὶ κόσμον ἀνακαλούμενον.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Εἰ καὶ τοῖς λόγοις οὐ πιστεύετε Ἰουδαῖοι, τοῖς ἔργοις πείσθητε τοῦ Δεσπότου, τὶ πλανᾶσθε ἀθετοῦντες τὸν ἅγιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς;
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Εἰ τὸν Μεσσίαν πάντως δεῖ ἐλθεῖν Ἰουδαῖοι, Χριστὸς δὲ ἦλθε ὁ νῦν Μεσσίας, τὶ πλανᾶσθε ἀθετοῦντες τὸν Δίκαιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς.

β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Εἷς τῆς Τριάδος ὢν, γενόμενος σάρξ ὠράθης, οὐ τρέψας Κύριε τὴν οὐσίαν, οὐδὲ φλέξας τῆς τεκούσης τὴν ἄφθορον γαστέρα, Θεὸς ὢν ὅλος καὶ πῦρ.

Τῶν Ἁγίων
Οὐρανίας ἁψῖδος
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀμοιβῶν οὐρανίων, ἐπιτυχεῖν ἔσπευσας, ὅθεν τῷ καλοῦντι θεόφρον ἐπηκολούθησας, καὶ σκότος ἔλιπες, πατροπαράδοτον πλάνην, καὶ φωστὴρ ἐν Πνεύματι θείῳ γεγένησαι.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῷ Χριστῷ κολληθεῖσα, καὶ ἐπ’ αὐτῷ Πάνσεμνε, ἅπασαν θεμένη ἐλπίδα τοὺς ἱεροὺς αὐτοῦ, τόπους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα Πάθη, σαρκωθεὶς ὑπέμεινεν, ὁ ὑπεράγαθος.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Τὸ σωτήριον ὅπλον, τὸ ἀῤῥαγὲς τρόπαιον, τῶν Χριστιανῶν τὴν ἐλπίδα, Σταυρὸν τὸν τίμιον, φθόνῳ κρυπτόμενον, σὺ ἐφανέρωσας θείῳ φλεγομένη ἔρωτι θεομακάριστε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἱερὰς πολιτείας, ἀποπεσὼν Ἄχραντε, παρασυνεβλήθην τοῖς κτήνεσι, καὶ κατάκριτος, ὅλος γεγένημαι, ἡ τὸν Κριτὴν τετοκυῗα, πάσης κατακρίσεως ῥῦσαι καὶ σῶσόν με.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
ὁ β’χορὸς
Κάθισμα Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον
Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν, ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον, τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν μέσῳ ἀνέλαμψε, διαγράφον ἐν τούτῳ, νικᾶν καὶ κρατύνεσθαι, ὅθεν τῆς ψυχῆς σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας, Κωνσταντῖνε πανσέβαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…Ὄμοιον
Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς ἀναβρύζων τῷ κόσμῳ, πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα, τὸν γὰρ θεῖον νόμον σου, δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας, ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήψει, τοῦ κόρου σου Δέσποτα βασιλεῦ ἐπουράνιε, Διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.

ᾠδὴ δ’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορὸς
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία,…
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι, Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν, τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὡς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιώνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε.

Ἄλλος
Ὁ Προφήτης Ἀββακοὺμ
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Εἰ Μεσσίαν δεῖ ἐλθεῖν, ὁ δὲ Μεσσίας Χριστὸς ἐστι, παράνομοι; τὶ ἀπιστεῖτε αὐτῷ; ἰδοὺ παραγέγονε, καὶ μαρτυρεῖ ἃ αὐτὸς ποιεῖ, τὸ ὕδωρ οἶνον ἐποίησε, Παράλυτον λόγῳ συνέσφιγξεν.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Μὴ συνιέντες τὰς Γραφάς, πλανᾶσθε πάντες ὑμεῖς Ἑβραῖοι ἄνομοι, ὄντως γὰρ ἦλθε Χριστός, καὶ πάντας ἐφώτισε, καὶ ἐν ὑμῖν ἔδειξε πολλὰ σημεῖα καὶ τεράστια, καὶ μάτην ἀρνεῖσθε τὴν ὄντως ζωήν.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἓν ἔργον ἔδειξα ἡμῖν, καὶ πάντες ἤδη θαυμάζετε, ἀνέκραζε τοῖς Ἰουδαίοις Χριστός, ὑμεῖς περιτέμνετε, καὶ ἐν Σαββάτῳ ἄνθρωπον, φησίν, ἐμοὶ δὲ τὶ ἐγκαλεῖτε λοιπόν, ἐγείραντι λόγῳ Παράλυτον.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἔργα ἐποίησα πολλά, καὶ διὰ ποῖον ἔργον λιθάζετέ με; Τοῖς Ἰουδαίοις Χριστός, ἐλέγχων ἀνέκραζεν, ὅτι ἄνθρωπον ὑγιῆ ὅλον λόγῳ ἐποίησα; μὴ κρίνετε κατ’ ὄψιν ἄνθρωποι.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἐν Ἀποστόλοις ἐνεργῶν, καὶ ἐν Προφήταις αὐτὸς ἐπαναπαυόμενος, μετὰ τοῦ Πνεύματος, τὸ ἄχραντον γέννημα, τῆς πατρικῆς φύσεως Χριστέ, τὰ ἔθνη πρὸς σὴν ἐπίγνωσιν, ἀνῆγες τῶν σημείων σου.

ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ ἐν γαστρί σου τὸν Θεόν, ἀπεριγράπτως χωρήσασα Θεόνυμφε, Παρθενομῆτορ ἁγνὴ μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, ὅπως διὰ σοῦ ῥυσθῶμεν τῶν περιστάσεων, πρός σὲ γὰρ ἀεὶ καταφεύγομεν
Τῶν Ἁγίων
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Εἰσακήκοα Κύριε
Οὐρανόθεν ὡς Παῦλόν σε, πάλαι σαγηνεύει Χριστὸς ὁ Κύριος, Κωνσταντῖνε ἐκδιδάσκων σε, βασιλέα τοῦτον μόνον σέβεσθαι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπερλάμπρῳ σημείῳ σε, Μάκαρ δι’ ἀστέρων Χριστὸς ὁ ἥλιος, καταυγάζει καὶ φωστῆρά σε, τῶν ἐσκοτισμένων ἀναδείκνυσι.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Καὶ τοῖς τρόποις φιλόθεος, καὶ ταῖς θείαις πράξεσιν ἀξιάγαστος, Μακαρία ἐχρημάτισας, διὰ τοῦτο πίστει σε δοξάζομεν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τὴν ψυχήν μου καταύγασον, τὴν ἐσκοτισμένην τοῖς πλημμελήμασιν, ἡ τὸν ἥλιον κυήσασα,…
ὁ β’ χορὸς
…τῆς δικαιοσύνης Ἀειπάρθενε.

ᾠδὴ ε’
Ὁ εἱρμὸς
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις, μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.
Ἄλλος
Κύριε, ὁ Θεὸς ἡμῶν
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Θαύμασι κατεκόσμησας, τούς Ἀποστόλους σου, τέρασιν ἐμεγάλυνας τοὺς Μαθητὰς ἐν παντὶ τῷ κόσμῳ, δοξάσας Σωτὴρ ἡμῶν, καὶ δοὺς αὐτοῖς τὴν βασιλείαν σου.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἅπαντα κατεφώτισαν, τῆς γῆς τὰ πέρατα θαύματι καὶ διδάγμασιν οἱ Μαθηταί, καὶ ποικίλοις τρόποις, τὸν λόγον κηρύξαντες, Χριστὲ Σωτὴρ τῆς βασιλείας σου.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Αἴνεσιν ἀναπέμπομεν τῇ βασιλείᾳ σου, ὕμνον σοι δὲ προσάγομεν, τῷ δι’ ἡμᾶς ἐπὶ γῆς ὀφθέντι, καὶ κόσμον φωτίσαντι καὶ τὸν Ἀδὰμ ἀνακαλέσαντι.

ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Γέγονεν ἡ κοιλία σου ἁγία τράπεζα, ἔχουσα τὸν οὐράνιον ἄρτον, ἐξ οὗ πᾶς ὁ τρώγων, οὐ θνήσκει, ὡς ἔφησεν, ὁ τοῦ παντὸς Θεογεννῆτορ τροφεύς

Τῶν Ἁγίων
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὀρθρίζοντες, βοῶμέν σοι
Ὀρθρίσας πρὸς τὸν ἄδυτον Ἥλιον, καὶ Δεσπότην, Βασιλεῦ θεόσοφε, φωτὸς ἀνάπλεως γέγονας.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀγάπην καὶ τελείαν συμπάθειαν, ὡς πορφύραν, φοροῦσα κατῴκησας, νῦν εἰς τὰ ἄνω βασίλεια.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Συνήφθης ἀσωμάτων Ἑλένη χοροστασίαις, Θεὸν θεραπεύσασα, ταῖς ἐναρέτοις σου πράξεσι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Παρθένε τὴν ψυχήν μου καθάρισον μολυνθεῖσαν, ἡδοναῖς τοῦ σώματος,…
ὁ α’ χορὸς
…τῇ ἐπηρείᾳ τοῦ ὄφεως.

ᾠδὴ ς’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾶ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ἐλάλεις, ἐν τῷ ναῶ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.
Ἄλλος
Ὡς ὕδατα θαλάσσης
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὁ πάντα περιέπων τὰ πέρατα ἀνῆλθες Ἰησοῦ, καὶ ἐδίδασκες, ἐν τῷ ἱερῷ τοὺς ὄχλους, τὸν λόγον τῆς ἀληθείας, τῆς ἑορτῆς μεσούσης, ὡς Ἰωάννης βοᾷ.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὁ πάντα περιέπων τὰ πέρατα……………………
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ἀνέπτυξας τὰ χείλη σου Δέσποτα, ἐκήρυξας τῷ κόσμῳ, τὸν ἄχρονον Πατέρα καὶ τὸ πανάγιον Πνεῦμα, τὸ συγγενὲς ἀμφοτέρων, φυλάττων, καὶ μετὰ σάρκωσιν.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τὸ ἔργον τοῦ Πατρὸς ἐτελείωσας, τοῖς ἔργοις ἐπιστώσω τοὺς λόγους σου ἰάσεις τελῶν Σωτὴρ καὶ σημεῖα, Παράλυτον ἀνορθῶν, λεπροὺς καθαίρων, καὶ τοὺς νεκρούς ἀνιστῶν.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὁ ἄναρχος Υἱός, ἀρχὴ γέγονε, λαβὼν τὸ καθ’ ἡμᾶς, ἐνηνθρώπησε, καὶ μέσον τῆς ἑορτῆς ἐδίδασκε λέγων΄ Προσδράμετε τῇ πηγῇ τῇ ἀενάῳ, ζωὴν ἀρύσασθαι.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Παρθένον καὶ Μητέρα δοξάζομεν, σέ μόνην ἁγνὴ Θεόνυμφε Κόρη, ἐκ σοῦ γὰρ ὄντως Θεὸς ἐσαρκώθη, ζωοποιήσας ἡμᾶς.

Τῶν Ἁγίων
Τὴν δέησιν ἐκχεῶ
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συνήθροισας θεοφόρων Πατέρων, τὸν μακάριον χορὸν παραδόξως, καὶ δι’ αὐτῶν, Κωνσταντῖνε τὰς πάντων, κυμαινομένας καρδίας ἐστήριξας, ὁμότιμον δοξολογεῖν, τῷ τεκόντι τὸν Λόγον καὶ σύνθρονον.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πιστεύσασα ἐπὶ Κύριον ζῶντα, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, τῶν βδελυκτῶν, καὶ ματαίων εἰδώλων νεκροποιὰ ἀπεβάλου θρησκεύματα καὶ εἴληφας περιχαρῶς, βασιλείαν Ἑλένη οὐράνιον.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Παλάμῃ σου κυβερνώμενοι Λόγε, ἀγνωσίας τὸ βαθύτατον σκότος, καὶ τῆς δεινῆς ἀθεΐας τὸν σάλον, οἱ διά σοῦ βασιλεύοντες ἔλιπον, καὶ ἤχθησαν πρὸς γαληνούς, εὐσεβείας λιμένας γηθόμενοι.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἰάτρευσον ἀνιάτως νοσοῦσαν, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσον με τὸν ἐπὶ σοί, πεποιθότα πρεσβείαις σου ἄχραντε.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς…
Κοντάκιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον
Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν, Ἀνάκτων κατ’ ἐναντίων, δι’ ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.
Ὁ Οἶκος
Κωνσταντῖνον πιστοὶ σὺν τῇ μητρὶ τιμήσωμεν, τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι’ οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε, καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν, καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί΄ διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.
Στίχοι
• • Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
• • Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.
• • Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασίαι
ὁ α’ χορὸς
ἦχος πλ.δ’
ᾠδὴ α’
Θάλασσαν ἔπηξας, βυθίσας σὺν ἅρμασι τὸν ἀλαζόνα Φαραὼ καὶ λαὸν διέσωσας ἀβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτοὺς εἰς ὄρος ἁγιάσματος, βοῶντας΄ ᾌσωμέν σοι τῷ Θεῷ ἡμῶν, ᾠδὴν ἐπινίκιον, τῷ ἐν πολέμοις κραταιῷ.
ᾠδὴ γ’
ὁ β’ χορὸς
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθῃ ἐπ’ ἐχθρούς μου τὸ στόμα μου,…
ὁ α’ χορὸς
…εὐφράνθην ἐν σωτηρίῳ σου.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Ὁ Προφήτης Ἀββακούμ, τοῖς νοεροῖς ὀφθαλμοῖς προεώρα Κύριε, τὴν παρουσίαν σου, διὸ καὶ ἀνέκραζεν, ἀπὸ Θαιμὰν ἤξει ὁ Θεός, Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ συγκαταβάσει σου.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με, διό, ὡς Ἰωνᾶς, σοὶ κραυγάζω Λόγε, Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὒσπλαγχνε Κύριε.
ᾠδὴ ζ’
ὁ α’ χορὸς
Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο πνεύματι, Θεοῦ ἐπιστασίᾳ, οἱ Παῖδες ὑπέψαλλον, Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ὁ β’ χορὸς
ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ἄγγελοι καὶ οὐρανοὶ τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
ᾠδὴ θ’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
ἦχος δ’
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
ὁ β’ χορὸς
Λίθος ἀχειρότμητος ὄρους,…
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν, σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.
Ἄλλος
ἦχος πλ.δ’
Ἀλλότριον τῶν μητέρων
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων, ἀνῆλθες ὁ Σωτήρ μου ἐπὶ τὸ ἱερόν σου, καὶ ἐδίδασκες πάντας, ἐθαύμαζον δὲ Ἰουδαῖοι, καὶ πόθεν οὗτος οἶδε γράμματα, μή μεμαθηκώς; ἔλεγον.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἰάματα χαρισμάτων ὁ λυτρωτής μου πηγάζων ἐπετέλει τέρατα καὶ σημεῖα, φυγαδεύων τὰς νόσους, ἰώμενος τοὺς ἀσθενοῦντας, ἀλλ’ Ἰουδαῖοι ἐξεμαίνοντο, τῷ πλήθει τῶν θαυμάτων αὐτοῦ.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τοὺς ἀπειθεῖς Ἰουδαίους ὁ λυτρωτής μου, ἐλέγχων ἀνεβόα, Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε, καὶ γὰρ ὁ νόμος καὶ ἐν Σαββάτῳ περιτέμνεσθαι, κελεύει πάντα ἄνθρωπον.
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τὰ μείζονα τῶν θαυμάτων τοῖς Μαθηταῖς σου, Σωτὴρ ὡς ἐπηγγείλω, παρέσχες, ἀποστείλας, εἰς τὰ ἔθνη κηρῦξαι τὴν δόξαν σου, οἱ δὲ τῷ κόσμῳ, ἐκήρυττόν σου τήν Ἀνάστασιν, τὴν χάριν καὶ τὴν σάρκωσιν.
ὁ α΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Εἰ ἄνθρωπον περιτέμνετε ἐν Σαββάτῳ, μήπως λυθῇ ὁ νόμος, νῦν ἐμοὶ τὶ χολᾶτε, ὅτι ἄνθρωπον ὅλον ἐποίησα ὑγιῆ λόγῳ; κατὰ τὴν σάρκα ὑμεῖς κρίνετε φησὶ τοῖς Ἰουδαίοις Χριστός!
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὁ τὴν ξηρὰν θεραπεύσας χεῖρα τῷ λόγῳ, τὴν ξηρανθεῖσαν πάλαι γῆν τῆς ἐμῆς καρδίας, ἰασάμενος Λόγε, ἀνάδειξόν με καρποφόρον, ἵνα ἐργάσωμαι κἀγὼ Σωτήρ, καρπούς ἐν μετανοίᾳ θερμῇ.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Λεπρῶσάν μου τὴν καρδίαν ἀποκαθάρας, καὶ τῆς ψυχῆς μου Λόγε τὰ ὄμματα φωτίσας, ἐπὶ κλίνης ὀδύνης μου, κείμενον ἀνόρθωσόν με, ὡς τὸν παράλυτον ἀνέστησας, ἐν κλίνῃ κατακείμενον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Ζωοδότην ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι΄ Αὐτὸν δυσώπει παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΤΩΝ ΑΓΙΩΝ
ᾨδὴ θ’
Ἐξέστη ἐπὶ τούτῳ
ὁ α΄ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ τάφος ἔνθα κεῖται τὸ ἱερόν, Κωνσταντῖνε, καὶ τίμιον σῶμά σου, μαρμαρυγάς, θείας καὶ ἀκτῖνας φωτολαμπεῖς, τοῖς προσιοῦσι πάντοτε, βλύζει ἰαμάτων παντοδαπῶν, τὸ σκότος ἀπελαύνων, καὶ φέγγει ἀνεσπέρῳ, φωταγωγῶν τοὺς εὐφημοῦντάς σε.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἁγίως σου τελέσασα τὴν ζωήν, σὺν Ἁγίοις νυνὶ κατεσκήνωσας, ἁγιασμοῦ, πλήρης γενομένη καὶ φωτισμοῦ, τῶν ἰαμάτων πάντοτε· ὅθεν ἀναβλύζεις τοὺς ποταμούς, καὶ πάθη κατακλύζεις, Ἑλένη μακαρία, καὶ καταρδεύεις τὰς ψυχὰς ἡμῶν.
ὁ α΄ χορὸς
Δόξα Πατρί…
Προάναρχε ἀθάνατε Βασιλεῦ, βασιλείας τῆς ἄνω ἠξίωσας, οὓς εὐσεβῶς, πάλαι ἐδικαίωσας ἐπὶ γῆς, τοῦ βασιλεύειν Κύριε, σὲ ἠγαπηκότας εἰλικρινῶς, Ἑλένην τήν, Ἁγίαν, τὸν μέγαν Κωνσταντίνον, ὧν ταῖς πρεσβείαις πάντας οἴκτιρον.

ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τὸν πάντων Βασιλέα καὶ Ποιητήν, συλλαβοῦσα Παρθένε ἐκύησας, καὶ νῦν ἰδού, οἷά περ Βασίλισσα δεξιᾷ, τούτου ἁγνὴ παρίστασαι· ὅθεν δυσωπῶ σε ἀριστερᾶς, μερίδος λύτρωσαί με, ἐν ὥρᾳ καταδίκης, καὶ δεξιοῖς προβάτοις σύνταξον.

ὁ α’ χορὸς
Καταβασία
Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα, ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη, διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάρια
ὁ α’ χορὸς
ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον.

ὁ β’ χορὸς
Ἦχος β’
Τοῦ Ἁγίου. Τοῖς Μαθηταῖς συνέλθωμεν
Οὐκ ἐξ ἀνθρώπων εἴληφε, τὸ βασίλειον κράτος, ἀλλ’ ἐκ τῆς θείας χάριτος, Κωνσταντῖνος ὁ μέγας, σὺν τῇ μητρὶ οὐρανόθεν, ἐξαστράπτον δὲ βλέπει, Σταυροῦ τὸ θεῖον τρόπαιον, ὅθεν τούτῳ ὀλέσας τοὺς δυσμενεῖς, τῶν εἰδώλων ἔλυσε τὴν ἀπάτην, ἐν κόσμῳ δὲ ἐκράτυνε, τὴν ὀρθόδοξον πίστιν.
ὁ α’ χορὸς
ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, …….
ὁ β’ χορὸς
……..εὔσπλαγχνε μόνε οἰκτίρμον.

AINOI
ὁ α’ χορός
Ἦχος δ’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἡ σοφία καὶ δύναμις, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Λόγος ὁ ἀΐδιος, καὶ Υἱὸς τοῦ Θεοῦ, ἐν ἱερῷ παρεγένετο, σαρκὶ καὶ ἐδίδασκεν Ἰουδαίων τοὺς λαούς, τοὺς δεινοὺς καὶ ἀγνώμονας καὶ ἐθαύμαζον, τῆς σοφίας τὸν πλοῦτον ἐκβοῶντες, Πόθεν γράμματα γινώσκει παρ’ οὐδενὸς μή μεμαθηκώς;

ὁ β’ χορός
Στίχ..Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ
Γραμματεῖς ἐπεστόμιζεν, Ἰουδαίους διήλεγχεν, ὁ Μεσσίας Κύριος, ἐκβοῶν αὐτοῖς, Μὴ τὴν κατ’ ὄψιν παράνομοι, ὡς ἄδικοι κρίνετε, ἐν Σαββάτῳ γὰρ ἐγώ, τὸν Παράλυτον ἤγειρα, ὅθεν Κύριος, τοῦ Σαββάτου ὑπάρχω, καὶ τοῦ νόμου, τί ζητεῖτέ με φονεῦσαι, τὸν τοὺς θανόντας ἐγείραντα;

ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Μωϋσέα ἐλίθασαν οἱ δεινοὶ καὶ παράνομοι, Ἰουδαίων σύστημα τὸ ἀχάριστον, τὸν Ἡσαΐαν δὲ ἔπρισαν, ξυλίνῳ ἐν πρίονι, ἐν βορβόρῳ τὸν σοφόν, Ἱερεμίαν ἐνέβαλον, τὸν δὲ Κύριον, ἐν Σταυρῷ ἀνυψοῦντες, ἐπεβόων΄ Τὸν ναὸν ὁ καταλύων, σῷσον σαὐτὸν καὶ πιστεύσομεν

ΤΩΝ ΑΓΙΩΝ
ὁ β’ χορός
Ἦχος πλ. δ’
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ
Ὢ τοῦ παραδόξου θαύματος
Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν, Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ, Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε, Χαῖρε χαρὰ τῶν πιστῶν.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου Πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα, τῇ ἐκμιμήσει, Ἑλένη πάνσοφε, τῆς πολιτείας σου, ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου πανηγυρίζοντες.

ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ.δ’
Μεθοδίου Πατριάρχου
Ὁ τῶν ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους, αὐτὸς οὐρανόθεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ Κωνσταντῖνε ἐζώγρησεν. Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου, ὃν ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος ἐτροπώσω, Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων Βασιλέων, καὶ τοῦ φιλοχρίστου στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.
ὁ β’ χορός
Καὶ νῦν… Ἦχος δ’
Ἀνατολίου
Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα, καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ ἁγίου Πνεύματος.

Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.δ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. δ’
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Ἀντίφωνον α’
Ἦχος β’
ὁ α’ χορός
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον β’
Ἦχος ὁ αὐτὸς
ὁ β’ χορός
Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
ὁ α’ χορός
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
ὁ β’ χορός
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
ὁ α’ χορός
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ’
Ἦχος πλ. α’
ὁ α’ χορός
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ β’ χορός
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χριστὸς ἀνέστη…
ὁ α’ χορός
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη…
ὁ β’ χορός
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη…
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…
ὁ β’ χορός
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Εἶτα
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος πλ. δ’
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.
ὁ β’ χορός
Ἦχος πλ. δ’
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος δ’ – Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός. Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν΄ Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Τρισάγιον
Ἀπόστολος
Προκείμενον. Ἦχος πλ.δ’
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Πράξ.κς’ 1, 12-20)
Ἐν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη΄ Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ΄ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον͵ βασιλεῦ͵ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ΄ Σαοὺλ, Σαούλ͵ τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον΄ Τίς εἶ͵ Κύριε; Ὁ δὲ εἶπεν΄ Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι͵ προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι͵ ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν͵ εἰς οὓς ἐγώ σε ἀποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν͵ τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν͵ τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν͵ βασιλεῦ Ἀγρίππα͵ οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ͵ ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις͵ εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν͵ ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Ἀλληλούϊα (γ΄) Ἦχος α΄
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου.
Στίχ. Ἡ γὰρ χείρ σου συναντιλήψεται αὐτῷ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν΄ Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής•ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ• ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ΄ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς• ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ ᾽Ιησοῦς΄ ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί• ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα• δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Εἰς τὸ «Ἐξαιρέτως…»
ὁ α’ χορός
ἦχος πλ.δ’
Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα, ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη, διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως μακαρίζομεν.
Κοινωνικὸν
ὁ β’ χορὸς
εἰς ἦχον δ’
Ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, εἶπεν ὁ Κύριος.

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…» λέγεται τό,
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ β’ χορός
ἦχος πλ. α΄
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

«Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον…»(τρίς).

Ἀπόλυσις

 

21 ΜΑΪ14 ΑΠΟΔΟΣΙΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s