ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ 2014

2 ΜΑΪΟΥ 2014

Ἡἀνακομιδὴ τῶν λειψάνων Ἀθανασίου τοῦ Μεγάλου πατριάρχου Ἀλεξανδρείας.

Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (1/5/14)

 

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός:Ἀμήν.

Καὶ ψάλλεται τό· «Χριστόςἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ὁἈναγνώστης:   

Ψαλμὸς ργ’(103)

  • ·      Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • ·      Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • ·      Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰὑπερῷα αὐτοῦ.
  • ·      Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • ·      Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • ·      Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • ·      Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • ·      Ἀπὸἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • ·      Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • ·      Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • ·      Ὁἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.     
  • ·      Ποτιοῦσι πάντα τὰ θηρία τοῦἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • ·      Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • ·      Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • ·      Ὁἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • ·      Τοῦἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • ·      Τοῦἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • ·      Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • ·      Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦἐρωδιοῦἡ κατοικία ἡγεῖται αὐτῶν.
  • ·      Ὄρη τὰὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • ·      Ἐποίησε σελήνην εἰς καιρούς ὁἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ·      Ἔθου σκότος, καὶἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • ·      Σκύμνοι ὠρυόμενοι τοῦἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • ·      Ἀνέτειλεν ὁἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • ·      Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸἔργον αὐτοῦ, καὶἐπὶ τὴν ἐργασίαν αὐτοῦἕως ἑσπέρας.
  • ·      Ὡς ἐμεγαλύνθη τὰἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • ·      Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖἑρπετὰὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • ·      Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • ·      Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • ·      Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • ·      Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • ·      Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • ·      Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • ·      Ὁἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ·      ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • ·      Ἠδυνθείη αὐτῷἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • ·      Ἐκλείποιεν ἁμαρτωλοὶἀπὸ τῆς γῆς, καὶἄνομοι, ὥστε μὴὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • ·       Ὁἥλιοςἔγνωτὴνδύσιναὐτοῦἔθουσκότος, καὶἐγένετονύξ.
  • ·       Ὡςἐμεγαλύνθητὰἔργασου, Κύριεπάνταἐνσοφίᾳἐποίησας.

 

ΔόξαΠατρί… Καὶνῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ΔόξασοιὁΘεός (ἐκγ’).

Ἡἐλπὶςἡμῶν, Κύριε, δόξασοι.

                      ὁ διάκονος:

  • ·      Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  •          ὁ α’ χορός:Κύριε ἐλέησον….
  • ·      Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ ΘεοῦἘκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπέρ τῶν εὐσεβῶν καὶὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • ·      Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • ὁ α’ χορός: Σοὶ Κύριε.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός:Ἀμήν.

ὁ α’ χορός

Ἦχος β’ Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

  • Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

  • Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

  • Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

  • Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

  • Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

  • Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

  • Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

  • Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

  • Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

 

  • Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

  • Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός

  • Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

  • Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

  • Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

 

  • Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

  • Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

  • Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός

  • Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

ὁ α’ χορός

  • Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

ὁ β’ χορός

  • Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

ὁ α’ χορός

  • Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

ὁ β’ χορός

  • Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

 

Στιχηρά Προσόμοια τῆς Ἐορτῆς γ’

ὁ α’ χορός

Ἦχος α’

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶὁἱλασμός ἐστιν.

 

Τῶν οὐρανίων ταγμάτων

Δικαιοσύνης ἐσθῆτα, περιβαλλόμενοι λευκὴν ὑπὲρ χιόνα, τῇ παρούσῃ τοῦ Πάσχα, ἡμέρᾳ εὐφρανθῶμεν, ἐν ᾗ ὁ Χριστός, δικαιοσύνης ὡς ἥλιος, ἐκ τῶν νεκρῶν ἀνατείλας πάντας ἡμᾶς, ἀφθαρσίᾳ κατεφαίδρυνεν.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἡ βασιλὶς καὶ κυρία, τῶν ἑορτῶν Ἑορτή, ἡ νῦν ἐστὶν ἡμέρα ἣν ἐποίησεν ὄντως, ὁ Κύριος, ἐν ταύτῃ, ὡς ψάλλει Δαυΐδ, μυστικῶς εὐφρανθῶμεν λαοί· τῶν γὰρ θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, τὴν εἰρήνην ἐδωρήσατο.

 

 ὁα’ χορός

Στίχ. Ἀπὸφυλακῆςπρωΐαςμέχρινυκτός, ἀπὸφυλακῆςπρωΐας, ἐλπισάτωἸσραὴλἐπὶτὸνΚύριον.

ἩτοῦΘωμᾶἀπιστίατὴνκοσμοσώτειραν, τοῦθεανθρώπουΛόγου, τὴνἐξᾍδουκευθμῶνος, Ἔγερσινπιστοῦται, τρῆσινχειρῶν, καὶποδῶντολμηρότερον, ἐμψηλαφῶσαπρὸςπίστωσινκοσμικήν, δεξιᾷτῇφιλοπράγμονι.

 ΠροσόμοιατοῦἉγίου

ὁβ’ χορός

Ἦχοςδ’

Στίχ.ὍτιπαρὰτῷΚυρίῳτὸἔλεοςκαὶπολλὴπαρ’ αὐτῷλύτρωσις’ καὶαὐτὸςλυτρώσεταιτὸνἸσραὴλἐκπασῶντῶνἀνομιῶναὐτοῦ.

ὩςγενναῖονἐνΜάρτυσι

Διωγμοὺςἐκαρτέρησας, καὶκινδύνουςὑπέμεινας, θεορρῆμονὍσιεἈθανάσιε, ἕωςτὴνπλάνηνἐξώρισας, Ἀρείουτὴνἄθεον, καὶτὴνποίμνηντῆςαὐτοῦ, ἀσεβείαςδιέσωσας, ὁμοούσιον, τῷΠατρὶδογματίσαςτὸνΥἱόντε, καὶτὸΠνεῦμαὀρθοδόξως, ἱερουργὲἱερώτατε.

 ὁα’ χορός

Στίχ. ΑἰνεῖτετὸνΚύριονπάντατὰἔθνηἐπαινέσατεαὐτὸνπάντεςοἱλαοί.

Ἀστραπαῖςτοῦκηρύγματος, τοὺςἐνσκότειἐφώτισας, καὶτὴνπλάνηνἅπασανἀπεδίωξας, προκινδυνεύωντῆςπίστεως, στερρὲἈθανάσιε, ὡςποιμὴνἀληθινός, ὡςἑδραίωμαἄσειστον, παναοίδιμε, τῆςΧριστοῦἘκκλησίας·διὰτοῦτο, συνελθόντεςσετιμῶμεν, μελῳδικῶςἀγαλλόμενοι.

 

ὁβ’ χορός

Στίχ. Ὅτιἐκραταιώθητὸἔλεοςαὐτοῦἐφ’ ἡμᾶς, καὶἡἀλήθειατοῦΚυρίουμένειεἰςτὸναἰῶνα.

Ἀρετὴνπᾶσανἤσκησας, ἐπιμόνωςθεόπνευστε, καὶχρισθεὶςτῷΠνεύματιχρῖσμαἅγιον, ἱερουργὸςἱερώτατος, σαφῶςἐχρημάτισας, καὶποιμὴνἀληθινός, καὶτῆςπίστεωςπρόμαχος·ὅθενἅπασα, Ἐκκλησίαδοξάζεισουτὴνμνήμην, ἱερῶςἐπιτελοῦσα, καὶτὸνΣωτῆραδοξάζουσα.

 ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.β’

Γερμανοῦ

Χριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον, ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε, καὶ τῆς Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει, ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος β’

Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς, ἀφοβίαν καὶ εἰρήνην ἐδίδου, εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς ὅτι ἀνέστην ἐκ νεκρῶν, φέρε ὧδε τήν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

 

Εἴσοδος.

Σοφία Ὀρθοί !

ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σεἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸὁκόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

Τῇ Πέμπτῇ Ἑσπέρας

Ἦχος πλ.β’

 

 

ὁ α’ χορός

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ β’ χορός

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ α’ χορός

Στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 

Ὁ διάκονος:      

  •          Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • ·       Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶἐλέησον.
  • Κύριε ἐλέησον (ἅπαξ).
  •        Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶἐλέησον.
  • ·Κύριε ἐλέησον (ἐκ τρίτου).
  •        Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  •        Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷἡμῶν ἀδελφότητος.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  •        Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶἁπανταχοῦὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Κύριε ἐλέησον (ἅπαξ)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁἈναγνώστης:

Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸἔλεός σου εἰς τὸν αἰῶνα, τὰἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

  • · Ὁ διάκονος:        
  •        Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • ·      Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.                                                                                                                                                                                                                                          
  • Κύριε ἐλέησον.
  • ·       Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.       
  • ·       Συγγνώμην καὶἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  •    Σοὶ Κύριε.

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

Ὁ Χορός:Ἀμήν.

 

Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶἐνθυμήσεων πονηρῶν.

 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπόστιχα

Ἦχος πλ. α’

ὁ α’ χορός

Χαίροις ἀσκητικῶν

Χαίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ’ ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι’ ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

       ὁβ’ χορός· 

Στίχ.Τὸστόμαμουλαλήσεισοφίανκαὶἡμελέτητῆςκαρδίαςμουσύνεσιν.

ΧαίροιςΠατριαρχῶνἡκρηπίς, σάλπιγξἡεὔηχος, ὁνοῦςὁπερίβλεπτος, ἡγλῶσσαἡὀξυτάτη, ὁδιαυγὴςὀφθαλμός, τῶνὀρθῶνδογμάτωνἡσαφήνεια, ποιμὴνἀληθέστατος, ὁλαμπτὴρὁφανότατος, πέλεκυςκόπτων, ὕληνπᾶσαναἱρέσεων, καταφλέγωντε, τῷπυρὶτῷτοῦΠνεύματος, στῦλοςὁἀπερίτρεπτος, ὁπύργοςὁἄσειστος, ὁτῆςΤριάδοςκηρύξας, τὴνὑπερούσιονδύναμιν, τρανῶς, ἣνδυσώπει, ταῖςψυχαῖςἡμῶνδοθῆναιτὸμέγαἔλεος.

  • ὁα’ χορός

Στίχ. ΟἱἹερεῖςσουΚύριεἐνδύσονταιδικαιοσύνηνκαὶοἱὅσιοίσουἀγαλλιάσονται.

Χαίροιςἀτελευτήτουζωῆς, ἐπωνυμίᾳἀληθῶςκλεϊζόμενος·τρυγώντεὡραιοτάτη, σὺννεοττοῖςἱεροῖς, καὶτῷὁμοζύγῳἐκπετάσασα, ἐκγῆςπρὸςοὐράνια, ἔνθανέφοςεὐφραίνεται, σεπτῶνΜαρτύρων, ἔνθαφῶςτὸἀνέσπερον, ὅπουἄπαυστος, εὐφροσύνηγνωρίζεται, τάγματαἐπουράνια, Ἁγίωνλαμπρότητες, ὅπουὁἦχοςὁθεῖος, ἑορταζόντωνἀκούεται, Χριστὸςἔνθαπέλει, ὁδωρούμενοςτῷκόσμῳτὸμέγαἔλεος.

ὁβ’ χορός 

ΔόξαΠατρί…ἦχοςγ’

Γερμανοῦ

ΠάλινἡμῖνὁχρυσορρόαςΝεῖλος, καὶτῆςἀθανασίαςἐπώνυμος, διὰτῆςἐτησίουμνήμηςἐπιδημῶνταῖςκαλαῖςἀναβάσεσι, πλημμυρεῖτὰχρυσόρρειθρατῆςἀθανασίαςχεύματα, καὶτροφὴνἀμβροσίαςκαρποδοτῶν, διὰτῆςὑψηλῆςθεηγορίας, Τριάδοςἀδιαίρετονκράτοςἐκδιδάσκειπροσκυνεῖν, καὶπελαγίζωντὰθεῖαδιδάγματα, τῶνπιστῶνκατάρδειτὰςδιανοίας, καὶπρεσβεύειὑπὲρτῶνψυχῶνἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν… Ἦχος πλ. δ’

Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον καὶ γίνου μοι πιστὸς καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

 

 

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

ὉἈναγνώστης:Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δόξα Πατρὶ… Καὶ νῦν…

  • ·       Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • ·       Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • ·       Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • ·       Ἅγιε, ἐπίσκεψαι καὶἴασαι τὰς ἀσθενείας ἡμῶν,
  • ·       ἕνεκεν τοῦὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶἄφες ἡμῖν τὰὀφειλήματα ἡμῶν, ὡς καὶἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶἡ δύναμις καὶἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

ὁ α’ χορὸς

Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος γ’

Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

 

Ἀπόλυσις

«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»

 

 1 ΜΑΪ14 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s