ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΚΑΙ ΕΟΡΤΩΝ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ 2014

25  ΑΠΡΙΛΙΟΥ 2014

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Τὰἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Ζωοδόχου Πηγῆς,

Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.

Ἦχος πλ. βʹ.

ὁ Προεξάρχων θυμιῶν:

Δόξα τῇἁγίᾳ, καὶὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  

Ἦχος πλ. α’

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Λέγεται δὲ τοῦτο τρὶςὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁπροεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

 

Στίχ. α’Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. β’Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. δ’ Αὕτη ἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ β’χορὸς

Καὶ νῦν…

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…

ὁ β’χορὸς

…καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

 

Συναπτὴ μεγάλη κα κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

 

ὁ Κανών

ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια

 

ᾠδὴ α’

 ὁ α’χορὸς

Ἦχος α’  εἱρμὸς

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ὁ β’χορὸς

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶὀψόμεθα, τῷἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθαρθῶμεν τὰς αἰσθήσεις,… 

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲἀγαλλιάσθω,  ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,…

Εἶτα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχὶς

Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου

Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Νῦν πηγάσαις μοι Παρθένε, Θεοτόκε Πηγή, χάριν διδοῦσα λόγου, ὡς ἀνυμνήσω σου πηγήν, τὴν βλυστάνουσαν ζωήν, καὶ χάριν πιστοῖς· σὺ γὰρ ἐνυπόστατον Λόγον ἐπήγασας.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἰατρεῖον ὑπὲρ φύσιν, ὁ ναός σου σεμνή, δείκνυται πᾶσι Κόρη· ἐκ γὰρ θανάτου προφανοῦς τοὺς προστρέχοντας πιστούς, σαφῶς ἀνιστᾷ, καὶ πᾶσι τὴν ἄφθονον, ἀναβλύζει γλυκύτητα.

ὁ α’χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Καταρρέεις οὐρανόθεν ἀκενώτως ἡμῖν, χάριτας ὄντως μόνη· τὸν γὰρ τυφλώττοντα ποιεῖς, ἀναβλέπειν πρὸς τὸ φῶς, βορβόρῳ καινῷ, φωνήσασα ἄνωθεν, ὑπὲρ ἔννοιαν τῷ Λέοντι.

 ὁβ’χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἡ κοινὴ φιλοτιμία, τοῦ βροτείου σεμνή, Χαῖρε Μαρία, Χαῖρε· ὁ γὰρ τῶν ὅλων ποιητής, ἐπὶ σοὶ ὥς περ σταγών, κατέβη σαφῶς, Πηγήν σε ἀθάνατον, ἀναδείξας Θεόνυμφε.

 

ὉΚανὼντοῦἌποστόλου.

ᾨδὴα’ Ἦχοςα’

Σοῦ ἡ τροπαιοῦχος δεξιὰ

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Μᾶρκον τὸν θεόπτην εὐφημῶν, ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος, ὅπως μοι ἐμπνεύσασα, φωτιστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν, καὶ τὸν θεῖον πλοῦτον, τὸν τῆς σοφίας δωρήσηται.

 ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Σοῦτὸνθεηγόρονφωτισμῷ, καταλαμπρύναςΣωτὴρτῷτῆςχάριτος, κόσμῳἐξαπέστειλας, ΛόγεΘεοῦτῶνἀγαθῶνὡςαἴτιος, σοῦτὴνπαρουσίαν, ἡμῖνεὐαγγελιζόμενον.

  ὁα’χορὸς

ΔόξαΠατρὶ …

Πέτρῳτῷσοφῷμαθητευθείς, καὶτὴνἐκείνουπλουτήσαςυἱότητα, Μᾶρκεπαναοίδιμε, μυσταγωγὸςἐδείχθηςμυστηρίωνΧριστοῦ, καὶσυγκληρονόμος, αὐτοῦτῆςδόξηςγεγένησαι.

ὁ β’χορὸς

Καὶ νῦν… 

ὉτοὺςΑἰγυπτίουςἐνβυθῷ, καταποντίσας, νεφέλῃκαθήμενος, οὗτοςἐπεδήμησε, παρθενικῇ, τοῖςΑἰγυπτίοιςὕστερον, καὶδιὰτοῦΜάρκου, αὐτοὺςτῆςπλάνηςἐρρύσατο.

 

 

ὁα’χορὸς

Καταβασία

Ἀναστάσεωςἡμέραλαμπρυνθῶμενλαοί, ΠάσχαΚυρίου, Πάσχα, ἐκγὰρθανάτουπρὸςζωήν, καὶἐκγῆςπρὸςοὐρανόν, ΧριστὸςὁΘεός, ἡμᾶςδιεβίβασεν, ἐπινίκιονᾄδοντας. 

ὁβ’χορὸς

Χριστὸςἀνέστηἐκνεκρῶν, θανάτῳθάνατονπατήσαςκαὶτοῖςἐντοῖςμνήμασιζωὴνχαρισάμενος.

ὁα’χορὸς

Χριστὸςἀνέστη…

ὁβ’χορὸς

Χριστὸςἀνέστη… 

ὁα’χορὸς

ἈναστὰςὁἸησοῦςἀπὸτοῦτάφουκαθὼςπροεῖπεν, ἔδωκενἡμῖντὴναἰώνιονζωὴνκαὶμέγαἔλεος. 

Εἶτα, Συναπτὴμικρὰμεθ’ ἣνἘκφώνησις

τι σν τ κρτος…

ᾠδὴ γ’

ὁ α’χορὸς

ὁ εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ὁ β’χορὸς

Δεῦτε πόμα πίωμεν καινόν,…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νῦν πάντα πεπλήρωται φωτός,… 

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλεία σου.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

Χθὲς συνεθαπτόμην σοι Χριστὲ…

 

Τῆς Θεοτόκου

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Φωτεινόν σε ἅγιον ναόν, τοῦ Δεσπότου τῶν ὅλων Κόρη ἐπίσταμαι, καὶ ἀφθαρσίας πηγήν, τὸ ὕδωρ προρρέουσαν Χριστόν, ἐξ οὗ ποτιζόμεθα.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ὅσην χάριν Δέσποινα Πηγή, Αὐτοκράτορι δίδως οὔρων τὴν πρόοδον ἐπεχομένην δεινῶς, τοῦ λίθου ὑπόστασιν φρικτήν, τῷ ὕδατι λύσασαν.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ῥέει χάρις ἄφθονος ἐκ σοῦ, Θεοτόκε Παρθένε χύδην πηγάζουσα χωλοὶ σκιρτῶσιν ἐν σοί, λεπρῶν καθαρίζεται πληθύς, καὶ Δαίμονες πνίγονται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ὅλοις νέμεις ἴασιν πιστοῖς, βασιλεῦσι, δημόταις, καὶ πένησιν, ἄρχουσι, πτωχοῖς, πλουσίοις κοινῶς, τὸ ὕδωρ προχέουσα Πηγή, ἀποίκιλον φάρμακον.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴγ’

Ὁμόνοςεἰδὼςτῆςτῶνβροτῶν

ὁα’χορὸς

Στίχ. ἈπόστολετοῦΧριστοῦ, πρέσβευεὑπὲρἡμῶν.

ΣὲτὴνἐνυπόστατονΧριστέ, σοφίανἀνεκήρυξε, μαρμαρυγαῖςταῖςσαῖςαὐγαζόμενος, παντὶτῷκόσμῳφανεῖσανΔέσποτα, καὶζωὴνπαρέχουσαν, καὶβροτοὺςφωτίζουσαν, ὁθεράπωνσουΜᾶρκοςφιλάνθρωπε.

ὁβ’χορὸς

Στίχ. ἈπόστολετοῦΧριστοῦ, πρέσβευεὑπὲρἡμῶν.

ΤὸῥεῖθρονδεξάμενοςΧριστέ, σοφίαςτὸἀείρυτον, ὡςποταμὸςῥοιζῶνγῆςἐπέκλυσε, θεογνωσίαςφωτὶτὰπέρατα, σοῦδεικνὺςὑπάρχουσαν, ἀληθῆτὴνπρόρρησιν, ὁαὐτόπτηςσουΜᾶρκοςφιλάνθρωπε.

 ὁα’χορὸς

ΔόξαΠατρὶ …

ΤῷΠέτρῳἑπόμενοςσοφέ, σοφῶςτὸΕὐαγγέλιον, ὡςμαθητὴςαὐτοῦδιετύπωσας, θεολογίαςτὸφῶςδρεψάμενος, παρ’ αὐτοῦἈπόστολε, καὶΘεοῦτὴνἔνσαρκον, παρουσίανμηνύσαςτρανότατα.

 ὁβ’χορὸς

Καὶνῦν… 

Αἰγύπτου τὸ πρὶν παρθενικαῖς, ἀγκάλαις ἐποχούμενος, δαιμονικοὺς βωμοὺς σὺ κατέσεισας, καὶ ταύτῃ πάλιν τὸν Μᾶρκον ἔπεμψας, συνετίζειν ἅπαντας, τὴν σὴν ἐνανθρώπησιν, καὶ τὸ θεῖον Χριστέ μου μυστήριον.

 

ὁα’χορὸς

Καταβασία

Δεῦτεπόμαπίωμενκαινόν, οὐκἐκπέτραςἀγόνουτερατουργούμενον, ἀλλ’ ἀφθαρσίαςπηγήν, ἐκτάφουὀμβρήσαντοςΧριστοῦ, ἐνᾧστερεούμεθα.

ὁβ’χορὸς

Χριστὸςἀνέστηἐκνεκρῶν, θανάτῳθάνατονπατήσαςκαὶτοῖςἐντοῖςμνήμασιζωὴνχαρισάμενος.

ὁα’χορὸς

Χριστὸςἀνέστη… 

ὁβ’χορὸς

Χριστὸςἀνέστη…

ὁα’χορὸς

ἈναστὰςὁἸησοῦςἀπὸτοῦτάφουκαθὼςπροεῖπεν, ἔδωκενἡμῖντὴναἰώνιονζωὴνκαὶμέγαἔλεος. 

Εἶτα, Συναπτὴμικρὰμεθ’ ἣνἘκφώνησις

τισεΘεςμν

Κοντάκιον  Ἦχος πλ. δ’ (χύμα)

Εἰ καὶἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶἀνέστης ὡς νικητής, Χριστὲὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

Κοντάκιον Ἦχος β’

Τὰ ἄνω ζητῶν Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Ὁ Οἶκος

Τοῦ Κορυφαίου τῶν Ἀποστόλων μαθητὴς χρηματίσας, καὶ σὺν αὐτῷ τὸν Χριστὸν Υἱὸν Θεοῦ κηρύξας, ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας τοὺς πλάνῃ σαλευομένους, ἐν ᾗ κἀμὲ στερεώσας, ψυχῆς μου κατεύθυνον τὰ διαβήματα, ὅπως τοῦ ἐχθροῦ τῶν παγίδων λυτρούμενος ἀνεμποδίστως δοξάζω σε· σὺ γὰρ πάντας ἐφώτισας, Μᾶρκε σοφέ, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

ὁ α’χορὸς

Κάθισμα τοῦ Ἁγίου Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ 

Εἰς ὕψος ἀνελθών, ἀρετῶν θεῖε Μᾶρκε, ἑβρόντησας ἡμῖν, σωτηρίων δογμάτων, μεγάλα μυστήρια, θεῖος κήρυξ γενόμενος· ὅθεν πίστει σε, ἐκδυσωποῦμεν Παμμάκαρ, πάσης θλίψεως, ἁμαρτιῶν καὶ κινδύνων, ἡμᾶς ἐλευθέρωσον

ὁ β’χορὸς

Δόξα… ἕτερον

Ἦχος δ’ Ἐπεφάνης σήμερον 

Ὡς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, κεκτημένη ἔνδοξε, τῶν διδαγμάτων σου βολαῖς, φαιδρυνομένη κραυγάζει σοι· Χαίροις Παμμάκαρ, Κυρίου Ἀπόστολε.

 ὁ α’χορὸς

Καὶ νῦν… Εἶτα, Κάθισμα τῆς Θεοτόκου

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

Τὴν ἀέναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι· καθ’ ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος προσιόντες ἐν πόθῳ, πιστῶς ἀρυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν εὐσεβῶν, τὰς καρδίας, καὶ χείλεσιν ἐκβοήσωμεν. Σὺ εἶ τῶν πιστῶν τὸ παραμύθιον.

 

ᾠδὴ δ’

 ὁ β’χορὸς

ὁ εἱρμὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ὁ α’χορὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,…

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸἡμέτερον Πάσχα, καὶὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν…

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.  

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦὁἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. 

Τῆς Θεοτόκου

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ὑπὲρ τὴν ψάμμον ἀληθῶς, καὶ τὰς σταγόνας ὑετῶν, πέφυκε Παρθένε τὰ πλήθη τῆς Πηγῆς τῶν ἔργων σου, ἀκαταπαύστως ῥέοντα, ἅπασαν ἐπὶ χθόνα πλουσίως πάντα νοσοῦντα δεινῶς, τάχος ἰώμενα.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Κατασχεθέντα γυναικός, ὑπὸ καρκίνου τὸν μαζόν, ὕδωρ ἐπιχεῖται Παρθένε, τῆς Πηγῆς σου Δέσποινα, καὶ παραυτίκα πέπαυται, πάθη θανατηφόρα τῷ ῥείθρῳ, καὶ ὁ καρκίνος ὀρθὰ βαίνειν ἐγνώρισεν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἀκατανόητον ἐν σοί, καὶ ὑπὲρ φύσιν τὸ πραχθέν, ἔνεστι σαφῶς Θεοτόκε· τὸ γὰρ ὕδωρ γίνεται, τὸ τῆς Πηγῆς σου ἴαμα, νόσων θανατηφόρων ἐναντίον, ὅπερ ἡ φύσις, σαφῶς οἶδεν οὐδέποτε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἀεὶ θανατοῖ με ὁ ἐχθρός, ταῖς ἐνηδόνοις προσβολαῖς, Δέσποινα Πηγὴ Θεοτόκε μὴ παρίδῃς, πρόφθασον, ἡ ταχινὴ βοήθεια, τούτου δὲ τῶν παγίδων με λύτρου, ἵνα ὑμνῶ σε ἀεὶ τὴν πολυύμνητον.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ δ’

Ὄρος σε τῇ χάριτι

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰςπᾶσανὁφθόγγοςσου, τὴνγῆνἐξελήλυθε, καὶεἰςτὰπέραταΣοφέ, τῆςοἰκουμένηςσουτρανῶς, ῥημάτωνἡδύναμις, δαυϊτικῶςδιαπρυσίωςκηρύττουσα, τὴνσωτηρίανἡμῶνκαὶἀνάπλασιν.

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἔφανε Σωτήρ, ὡς ἀστραπὴ ὁ Ἀπόστολος, τῇ οἰκουμένῃ ὁ σοφός, τῆς ἀληθείας τὴν χαράν, εὐαγγελιζόμενος, θεολαμπεῖ φωτοχυσίᾳ πυρσούμενος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 ὁβ’χορὸς

ΔόξαΠατρὶ …  

Οἱ πόδες οἱ σοὶ προφητικῶς ὡραιώθησαν· τὴν ὑπὲρ λόγον γὰρ ἡμῖν, εὐηγγελίσω προφανῶς, εἰρήνην θεόληπτε, διὰ σαρκὸς ἐμφανισθεῖσαν τοῖς πέρασιν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 ὁ α’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νεφέλῃ ὁ Λόγος, παρθενικῇ ἐποχούμενος, τῶν Αἰγυπτίων τὰς βουλάς, καὶ θεομάχους λογισμούς, μωράνας διέλυσε, ταῖς διδαχαῖς τοῦ θείου Μάρκου ὡς εὔσπλαγχνος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 

Καταβασία

ὁβ’χορὸς

ἘπὶτῆςθείαςφυλακῆςὁθεηγόροςἈββακούμ, στήτωμεθ’ ἡμῶνκαὶδεικνύτω, φαεσφόρονἌγγελον, διαπρυσίωςλέγοντα, Σήμερονσωτηρίατῷκόσμῳ, ὅτιἀνέστηΧριστόςὡςπαντοδύναμος. 

ὁα’χορὸς

Χριστὸςἀνέστηἐκνεκρῶν, θανάτῳθάνατονπατήσαςκαὶτοῖςἐντοῖςμνήμασιζωὴνχαρισάμενος.

ὁβ’χορὸς

Χριστὸςἀνέστη… 

ὁα’χορὸς

Χριστὸςἀνέστη…  

ὁβ’χορὸς

ἈναστὰςὁἸησοῦςἀπὸτοῦτάφουκαθὼςπροεῖπεν, ἔδωκενἡμῖντὴναἰώνιονζωὴνκαὶμέγαἔλεος. 

Εἶτα, Συναπτὴμικρὰμεθ’ ἣνἘκφώνησις

τιγαθςκαφιλνθρωπος

ᾠδὴε’

 ὁα’χορὸς

ὁεἱρμὸς

Ὀρθρίσωμενὄρθρουβαθέος, καὶἀντὶμύρουτὸνὕμνονπροσοίσομεντῷΔεσπότῃ, καὶΧριστὸνὀψόμεθα, δικαιοσύνηςἥλιον, πᾶσιζωὴνἀνατέλλοντα.

ὁβ’χορὸς

Ὀρθρίσωμενὄρθρουβαθέος…

ὁα’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Τὴνἄμετρόνσουεὐσπλαγχνίαν, οἱταῖςτοῦᾋδουσειραῖς, συνεχόμενοιδεδορκότες, πρὸςτὸφῶςἠπείγοντοΧριστέ, ἀγαλλομένῳποδί, Πάσχακροτοῦντεςαἰώνιον. 

ὁβ’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Τὴνἄμετρόνσουεὐσπλαγχνίαν,… 

ὁα’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Προσέλθωμενλαμπαδηφόροι, τῷπροϊόντιΧριστῷἐκτοῦμνήματος, ὡςνυμφίῳ, καὶσυνεορτάσωμενταῖςφιλεόρτοιςτάξεσι, ΠάσχαΘεοῦτὸσωτήριον.

ὁβ’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Προσέλθωμενλαμπαδηφόροι,…

 

ΤῆςΘεοτόκου

ὁα’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς. 

ΛαλούμεναΚόρηΠαρθένε, τὰτῆςΠηγῆςσουτῷὄντιτεράστια, καταπλήττειτῶνβροτῶνδιάνοιαν·ὑπὲργὰρφύσινπέφυκε, πάνταςπιστοὺςἁγιάζοντα.

 ὁβ’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς. 

ἹστόρησεπόκοςτὸΜάννα, καὶΣιλωὰμκαὶἡπέτραπηγάζουσα, Σολομῶντοςἡστοὰτὴνχάρινσου, τὰἸορδάνειανάματα, καὶἡπηγὴΣαμαρείτιδος.

ὁα’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς

ΣταγόνεςσουΚόρηΠαρθένε, αἱτῆςΠηγῆςκαὶνεκρὸνἀνεζώωσαν, ὑπὲρλόγοντὸπραχθὲνκαὶἔννοιαν! τὰσὰγὰρπάνταπάναγνε, λόγοννικᾷτὸνἀνθρώπινον.

ὁβ’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς 

ΤὰπάθημουΚόρηἰάσαις, τῆςαἱμορροίαςπηγὴνἡξηράνασα, καὶτὸῥῖγος, τῆςφλογὸςτὴνἄναψιν, καὶἑκτικὴνδιάθεσιν, οὔρωνδεσμὰκαὶγαστρόρροιαν.

 

ΤΟΥ  ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ ε’

Ὁ φωτίσας τῇ ἐλλάμψει

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἐστάλαξας γλυκασμόν, εὐσεβείας τῷ λόγῳ σου, θεῖον ὄρος πανταχόθεν ἀκτῖσι λαμπόμενον, ἐκφανθεὶς τῇ χάριτι, σαφῶς τοῦ νοητοῦ Ἡλίου, Μᾶρκε παμμάκαρ θεόληπτε.

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.  

Ἐκ τοῦ οἴκου τοῦ Κυρίου πηγὴ ἐξελήλυθας, καὶ ποτίζεις τὰς χερσώδεις καρδίας τοῖς ῥεύμασι, δαψιλῶς τοῦ Πνεύματος, καρπὸν ἀντὶ τῆς ἀκαρπίας, φέρειν διδάσκων, Ἀπόστολε.

 ὁα’χορὸς

ΔόξαΠατρὶ …

Σὺ τοῦ Πέτρου τοῦ μεγάλου, υἱὸς ἐχρημάτισας, καὶ ταῖς τούτου διδαχαῖς, φωτιζόμενος πάντοτε, τὰς ψυχὰς ἐλάμπρυνας, τῶν σοὶ θερμῶς προσομιλούντων, Μᾶρκε Κυρίου Ἀπόστολε.

ὁ β’χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὡς ἄνθρωπος ἐκ Παρθένου, τεχθεὶς Αἰγυπτίοις Χριστέ, ἐπεφάνης ἐκ Πατρός, ὁ ἐκλάμψας πρὸ κτίσεως, οἷς τὸν Μᾶρκον ἔχρισας, σοφῶς αὐτοὺς μυσταγωγοῦντα, θεογνωσίας μυστήρια.

Καταβασία

ὁα’χορὸς

Ὀρθρίσωμενὄρθρουβαθέος, καὶἀντὶμύρουτὸνὕμνονπροσοίσομεντῷΔεσπότῃ, καὶΧριστὸνὀψόμεθα, δικαιοσύνηςἥλιον, πᾶσιζωὴνἀνατέλλοντα. 

ὁβ’χορὸς

Χριστὸςἀνέστηἐκνεκρῶν, θανάτῳθάνατονπατήσαςκαὶτοῖςἐντοῖςμνήμασιζωὴνχαρισάμενος.

ὁα’χορὸς

Χριστὸςἀνέστη… 

ὁβ’χορὸς

Χριστὸςἀνέστη…  

ὁα’χορὸς

ἈναστὰςὁἸησοῦςἀπὸτοῦτάφουκαθὼςπροεῖπεν, ἔδωκενἡμῖντὴναἰώνιονζωὴνκαὶμέγαἔλεος. 

Εἶτα, Συναπτὴμικρὰμεθ’ ἣνἘκφώνησις

τιγασται

ᾠδὴς’

ὁβ’χορὸς

 ὁεἱρμὸς

Κατῆλθεςἐντοῖςκατωτάτοιςτῆςγῆς, καὶσυνέτριψαςμοχλοὺςαἰωνίους, κατόχουςπεπεδημένωνΧριστέ, καὶτριήμεροςὡςἐκκήτουςἸωνᾶς, ἐξανέστηςτοῦτάφου.

ὁα’χορὸς

Κατῆλθεςἐντοῖςκατωτάτοιςτῆςγῆς,…

ὁβ’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

ΦυλάξαςτὰσήμαντρασῷαΧριστέ, ἐξηγέρθηςτοῦτάφου, ὁτὰςκλεῖςτῆςΠαρθένουμὴλυμηνάμενοςἐντῷτόκῳσου, καὶἀνέωξαςἡμῖν, Παραδείσουτὰςπύλας.

ὁα’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

ΦυλάξαςτὰσήμαντρασῷαΧριστέ,…

ὁβ’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Σῶτέρμουτὸζῶντεκαὶἄθυτον, ἱερεῖον, ὡςΘεός, σεαυτὸνἑκουσίως, προσαγαγὼντῷΠατρί, συνανέστησας, παγγενῆτὸνἈδάμ, ἀναστὰςἐκτοῦτάφου.

ὁα’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Σῶτέρμουτὸζῶντεκαὶἄθυτον, ἱερεῖον…

Τῆς Θεοτόκου

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Οἱ λόγοι τοῦ λόγου ὡς ὄντως πηγήν, ἀνυμνοῦσί σε Ἁγνή· τῆς σοφίας βυθὸν γάρ, ὡς ὑπὲρ λόγον γεννᾷς, τὸν κρεμάσαντα, ἐν αἰθέρι τὰς ῥοάς, καὶ τὴν γῆν ἐπὶ ὕδωρ.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Ὑπῆλθες τὴν τῶν κλιμάκων φοράν, ἀπειλοῦσαν συντριβήν, τοὺς ἐκεῖσε ζωγράφους, ὦ παναγία Πηγή, διασώσασα, καὶ λαὸν ὑπὸ σεισμοῦ, πεπτωκότος τοῦ δόμου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Τὰς μήτρας ἀγόνους στειρώσει τὸ πρίν, διαλύεις ἐμφανῶς, τῆς Πηγῆς σου τῷ ῥείθρῳ· καὶ γὰρ ὡς τέξασα σὺ παρθενεύουσα, τὸν Δεσπότην τοῦ παντός, καὶ τοὺς τόκους βραβεύεις.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Οὐ λόγος, οὐ νοῦς, οὐδὲ γλῶττα τὸν σὸν ἐξισχύουσιν Ἁγνή, τοκετὸν εὐφημῆσαι ἀλλ’ ἀσθενοῦσιν ἐν σοί, καὶ ἐλέγχεται, φιλοσόφων τὸ σεμνὸν καὶ ῥητόρων κομψότης.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ ς’

Ἐκύκλωσεν ἡμᾶς

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Κατέβαλες ὀφρὺν ἀνόμων Κύριε, καὶ ὕβριν ὑπερήφανον, ἐταπείνωσας, Ἀπόστολον τὸν σόν, δείξας τροπαιοῦχον τῇ δυνάμει σου· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.   

Τὸν στέφανον τὸν τῆς ἐλπίδος ἔνδοξε, δι’ οὗ νῦν στεφανούμεθα, ἐν τοῖς λόγοις σου ἐκήρυξας σοφέ, τὸν Δημιουργὸν Μᾶρκε τῆς κτίσεως, τὸν εἰς ἡμῶν δόξαν πλασθέντα, φύσει τοῦ σώματος.

  ὁβ’χορὸς

ΔόξαΠατρὶ …

Ὁ Πέτρος σε, ὁ κορυφαῖος Ἔνδοξε σαφῶς ἐμυσταγώγησεν, Εὐαγγέλιον συγγράψαι τὸ σεπτόν, δείξας ὑπηρέτην σὲ τῆς χάριτος· σὺ γὰρ ἡμῖν θεογνωσίας, τὸ φῶς ἐξήπλωσας.

ὁ α’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τὴν Αἴγυπτον, τὴν πρὶν ἐν σκότει Κύριε, Παρθένου Θεομήτορος, κατελάμπρυνας ὡς βρέφος προελθών, ταύτης θριαμβεύσας τὰ σεβάσματα, ταῖς διδαχαῖς τοῦ θεηγόρου, Μάρκου φιλάνθρωπε.

Καταβασία

ὁβ’χορὸς

Κατῆλθεςἐντοῖςκατωτάτοιςτῆςγῆς, καὶσυνέτριψαςμοχλοὺςαἰωνίους, κατόχουςπεπεδημένωνΧριστέ, καὶτριήμεροςὡςἐκκήτουςἸωνᾶς, ἐξανέστηςτοῦτάφου. 

ὁα’χορὸς

Χριστὸςἀνέστηἐκνεκρῶν, θανάτῳθάνατονπατήσαςκαὶτοῖςἐντοῖςμνήμασιζωὴνχαρισάμενος.

ὁβ’χορὸς

Χριστὸςἀνέστη…   

ὁα’χορὸς

Χριστὸςἀνέστη…

ὁβ’χορὸς

ἈναστὰςὁἸησοῦςἀπὸτοῦτάφουκαθὼςπροεῖπεν, ἔδωκενἡμῖντὴναἰώνιονζωὴνκαὶμέγαἔλεος. 

Εἶτα, Συναπτὴμικρὰμεθ’ ἣνἘκφώνησις

Σὺγὰρεἶὁβασιλεύς…

ΤὸΚοντάκιονἮχοςπλ. δ’

Τῇὑπερμάχῳ

ἘξἀκενώτουσουΠηγῆςθεοχαρίτωτεἐπιβραβεύειςμοιπηγάζουσατὰνάματα, ἀενάωςτῆςσῆςχάριτοςὑπὲρλόγον·τὸνγὰρΛόγονὡςτεκοῦσανὑπὲρἔννοιαν, ἱκετεύωσεδροσίζεινμεσῇχάριτι, ἵνακράζωσοι·Χαῖρεὕδωρσωτήριον.

ὉΟἶκος

ἌχραντεΘεοτόκε, ἡτεκοῦσαἀρρήτως, ΠατρὸςτὸνπροαιώνιονΛόγονπλάτυνόνμουτὸστόμασεμνή, συνεισφέρουσάμεπρὸςτὸνσὸνἔπαινον, ὡςἂνἀνευφημήσωσε, κραυγάζωντῇπηγῇσουταῦτα.

  • Χαῖρεπηγή, χαρμονῆςἀλλήκτου, χαῖρεῥοή, καλλονῆςἀρρήτου.
  • Χαῖρε, νοσημάτωνπαντοίωνκατάλυσις, χαῖρε, παθημάτωνποικίλωνκατάκλυσις.
  • Χαῖρεῥεῖθρονδιειδέστατον, ὑγιάζοντοὺςπιστούς, χαῖρεὕδωρχαριέστατοντοῖςνοσοῦσιπολλαπλῶς.
  • Χαῖρενᾶμασοφίας, ἀγνωσίανἐξαῖρον, χαῖρεκρᾶμακαρδίας, ἀμβροσίανπρορρέον.
  • Χαῖρεκρατὴρτοῦμάνναζωήρρυτε, χαῖρελουτὴρκαὶνέκταρθεόρρευστε.
  • Χαῖρε, πορθμὸνἀσθενείαςδεικνῦσα·χαῖρε, φλογμὸνἀρρωστίαςσβεννῦσα.
  • Χαῖρε ὕδωρ σωτήριον.

 

Συναξάριον

Τῇ ΚΕ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

Στίχοι

  • Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,
  • Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.
  • Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

  • Ἐκστάς, Μακεδόνιε, τοῦ φθαρτοῦ θρόνου,
  • Ὑμνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ θρόνοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.

Στίχοι

  • Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,
  • Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.

Στίχοι

  • Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας,
  • Ὑπὸ ζυγὸν τὸν σὸν δαμασθέντων, Λόγε.

 

 

Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς, ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.

Στίχοι

  • Μάννα Σιλωάμ, καὶ Στοὰν Σολομῶντος
  • Πηγὴν Κόρη σὴν ἐμφανῶς πᾶς τις βλέπει.  

Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστε ὁ Θεός, ἐλέησον ἡμᾶς.

 

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦἄλλον οὐκ οἴδαμεν, τὸὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰἐν ὅλῳ τῷ κόσμῳ΄ Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

( Ἀναγινώσκεται ἐκ τρίτου)

 

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

( Ἀναγινώσκεται ἐκ τρίτου)  

ᾠδὴ ζ’

ὁ α’χορὸς

 ὁ εἱρμὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶὑπερένδοξος.

ὁ β’χορὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,… 

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἒδραμον, ὃν δὲὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Γυναῖκες μετὰ μύρων θεόφρονες,…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θανάτου ἑορτάζομεν νέκρωσιν ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶὑπερένδοξον.

 

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Ὑδρεύσασθε νοσοῦντες ἰάματα· ἡ πάναγνος ῥέει γάρ, θείας ἐκ πηγῆς, τὸν γλυκασμὸν τὸν ἀληθῆ, τὸν χειμάρρουν τρυφῆς ὄντως βλύζουσα· διὸ καὶ πίστει κρουνούς, τοὺς ἀφθόνους ἀρυσώμεθα σύμπαντες.

  ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Ξενίζει τοὺς ἀκούοντας Δέσποινα, τὰ ξένα σου τέρατα, πάντας τοὺς πιστούς· τοὺς γὰρ ἀλάλους καὶ κωφούς, ὡς εὐλάλους δεικνύει τὸ ὕδωρ σου, τοὺς πάσχοντάς τε δεινῶς θεραπεύει, καὶ ἴασιν χαρίζεται.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Ἀνάγεις ἐκ καμίνου τῶν θλίψεων, δροσίζουσα νάμασι, ξένης ἐκ Πηγῆς, τοὺς προσιόντάς σοι Σεμνή· φαγεδαίνης λυτροῦται γὰρ ἄνθρωπος, καὶ λώβης, τὸν δὲ λεπρόν θεραπεύεις καὶ ἄνθρακας κατέσβεσας.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Νεάνιδες καὶ κόραι τὴν Δέσποιναν καὶ σύμπαντες ἄνθρωποι, πίστει ἐκ ψυχῆς ἀνευφημήσωμεν λαμπρῶς· διατρήσεις γὰρ ἥλων, ὑέλωπας, καὶ ἕλκη τὰ πονηρὰ καὶ ὀγκώσεις, καὶ παράλυτον ἰάσατο.

 

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ ζ’

Σὲ νοητήν, Θεοτόκε

ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Ταῖς θεϊκαῖς, ἀστραπαῖς πυρούμενος, ἀντανακλάσεις μυστικῶς, ἀντιπέμπεις αὐγοειδεῖς, Μᾶρκε Παμμακάριστε· Λόγον γὰρ ἐκήρυξας, σεσαρκωμένον τὸν ἄσαρκον, τόν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

 ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.   

Θεουργικαῖς, Παντουργὲ δυνάμεσι, τὸν θεηγόρον Μαθητήν, καθοπλίσας θαυματουργόν, τοῦτον ἀπετέλεσας· νόσους γὰρ ἀπήλασε, καὶ μαλακίας ἰάσατο, τὸν αἰνετόν σε κηρύττων, Θεὸν καὶ ὑπερένδοξον.

 ὁ α’χορὸς

Δόξα Πατρὶ …

Τῶν Μαθητων, τοῦ χοροῦ τὸν ἔξαρχον, καθηγεμόνα ἐσχηκώς, θεῖον Πέτρον ἐκμιμητής, τούτου ἀναδέδειξαι· ἄπαν γὰρ ἐρρύθμισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν κηρύττων Ἔνδοξε.

 ὁ β’χορὸς

Καὶ νῦν… Θεοτοκίον

Στήλην αὐτός, ἐν Αἰγύπτῳ ἔστησας, Εὐαγγελίου σου γραφήν, τῷ τεχθέντι ἄνευ σπορᾶς, ἐκ τῆς Θεομήτορος, ῥήσεσιν ἑπόμενος, τοῦ Ἡσαΐου Πανεύφημε, τὸν αἰνετόν καταγγέλλων, Θεὸν τὸν ὑπερένδοξον.

Καταβασία

ὁα’χορὸς

ὉΠαῖδαςἐκκαμίνουῥυσάμενος, γενόμενοςἄνθρωπος, πάσχειὡςθνητός, καὶδιὰΠάθουςτὸθνητόν, ἀφθαρσίαςἐνδύειεὐπρέπειαν, ὁμόνοςεὐλογητὸςτῶνΠατέρων, Θεὸςκαὶὑπερένδοξος.

ὁβ’χορὸς

Χριστὸςἀνέστηἐκνεκρῶν, θανάτῳθάνατονπατήσαςκαὶτοῖςἐντοῖςμνήμασιζωὴνχαρισάμενος.

ὁα’χορὸς

Χριστὸςἀνέστη… 

ὁβ’χορὸς

Χριστὸςἀνέστη…

ὁα’χορὸς

ἈναστὰςὁἸησοῦςἀπὸτοῦτάφουκαθὼςπροεῖπεν, ἔδωκενἡμῖντὴναἰώνιονζωὴνκαὶμέγαἔλεος. 

Εἶτα, Συναπτὴμικρὰμεθ’ ἣνἘκφώνησις

Εητκρτος

 

ᾠδὴη’

  ὁβ’χορὸς

ὁεἱρμὸς

Αὕτηἡκλητὴκαὶἁγίαἡμέρα, ἡμίατῶνΣαββάτων, ἡβασιλὶςκαὶκυρία, ἑορτῶνἑορτή, καὶπανήγυριςἐστὶπανηγύρεων, ἐνᾗεὐλογοῦμεν, Χριστὸνεἰςτοὺςαἰῶνας.

ὁα’χορὸς

Αὕτηἡκλητὴκαὶἁγίαἡμέρα,… 

ὁβ’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Δεῦτετοῦκαινοῦτῆςἀμπέλουγεννήματοςτῆςθείαςεὐφροσύνης, ἐντῇεὐσήμῳἡμέρᾳτῆςἐγέρσεως, βασιλείαςτεΧριστοῦκοινωνήσωμεν, ὑμνοῦντεςαὐτόν, ὡςΘεόνεἰςτοὺςαἰῶνας.

ὁα’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε.

Δεῦτετοῦκαινοῦτῆςἀμπέλου…

ὁβ’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε

ἎρονκύκλῳτοὺςὀφθαλμούςσουΣιὼνκαὶἴδε, ἰδοὺγὰρἥκασίσοι, θεοφεγγεῖςὡςφωστῆρες, ἐκδυσμῶνκαὶβοῤῥᾶ, καὶθαλάσσης, καὶἑῴαςτὰτέκνασουἐνσοὶεὐλογοῦντα, Χριστὸνεἰςτοὺςαἰῶνας.  

ὁα’χορὸς

Στίχ. ΔόξατῇἁγίᾳἈναστάσεισου, Κύριε

Πάτερπαντοκράτορ, καὶΛόγε, καὶΠνεῦμα, τρισὶνἑνιζομένη, ἐνὑποστάσεσιφύσις, ὑπερούσιεκαὶὑπέρθεεεἰςσὲβεβαπτίσμεθα, καὶσὲεὐλογοῦμεν, εἰςπάνταςτοὺςαἰῶνας. 

Τῆς Θεοτόκου

  ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Θεῖον ἡ Πηγὴ καὶ σεβάσμιον ὕδωρ, προρρέει σου Παρθένε· ὑδρωπικῶν γὰρ τὸ ῥεῦμα, ἀναχαιτίζει σφοδρῶς, ἐπικλήσει τῇ θείᾳ τῆς χάριτος· διό σε τιμῶμεν, Πηγὴ εἰς τοὺς αἰῶνας.

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.  

Πάντες τὸ σεπτὸν καὶ ζωήρρυτον ὕδωρ, ὑμνήσωμεν προφρόνως· τῆς γὰρ δυσπνοίας τὸ ῥεῦμα κατὰ χώραν ἱστᾷ, καὶ ἐλεύθερον ποιεῖ πρὸς διέξοδον. Βαβαὶ σῶν θαυμασίων! ἁγνὴ Θεοκυῆτορ.

  ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Ποῖον εὐφημήσει Πανύμνητε στόμα, τοῦ τόκου σου τὸ ξένον, ἀλλὰ καὶ νοῦς ὁποῖος, τῶν θαυμάτων πηγὴν περιβλέψαιτο, καὶ λόγοις κροτήσειεν, οὐκ ἔστι τῇ φύσει ἰσχύς, τὰ σὰ θαυμάζειν.

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. 

Ὅλον ἐπὶ σοὶ τοῦ θανάτου τὸ κράτος, ἠφάνισται ἀθρόον, ὦ Βασιλὶς καὶ Κυρία· Βασιλέα καὶ γάρ, τὴν ἀθάνατον ζωὴν σὺ ἐπήγασας, τὸ ὕδωρ τὸ μάννα, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ η’

Ἐν καμίνῳ Παῖδες

ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.   

ΤὸντεχθένταΛόγονἐκΠατρός, πρὸπάντωντῶναἰώνων, τὴνφύσιντὴντῶνἀνθρώπων, ἐνδυσάμενονΧριστόν, ἐκήρυξαςἜνδοξε, καὶἐβόας·Πάντατὰἔργα, τὸνΚύριονὑμνεῖτε, καὶὑπερυψοῦτεεἰςπάνταςτοὺςαἰῶνας.

 ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.   

Τὸνδιδόνταλύτρονἑαυτόν, ἡμῶντῆςἁμαρτίας, καὶπάθειτοὺςπεπτωκότας, ἀναστήσανταΧριστόν, ἐδόξασαςἔνδοξε, καὶἐβόας·Πάντατὰἔργα, τὸνΚύριονὑμνεῖτε, καὶὑπερυψοῦτε, εἰςπάνταςτοὺςαἰῶνας.

  ὁ β’χορὸς

Στίχ. Εὐλογοῦμεν Πατέρα,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.

ΤῇτοῦΠέτρουΜᾶρκεπειθαρχῶν, σοφὲδιδασκαλία, πανσόφωςδιὰγραμμάτων, ἀνετύπωσαςπιστοῖς, σεπτὸνΕὐαγγέλιον, τοῖςβοῶσι·Πάντατὰἔργα, τὸνΚύριονὑμνεῖτε, καὶὑπερυψοῦτεεἰςπάνταςτοὺςαἰῶνας.

ὁ α’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἡ Παρθένος τὸν Ἐμμανουήλ, βαστάζουσα ὡς βρέφος, ἐπέστη τοῖς Αἰγυπτίοις, οἷς ὡς ἔκλαμπρος ἀστήρ, ὁ Μᾶρκος ἀπέσταλται, ἀνακράζων· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ὁ β’χορὸς

Καταβασία

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ β’χορὸς

Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι ηλγηται…

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

ὁ α’χορὸς

Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.

 ὁ εἱρμὸς

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲἀνέτειλε, Χόρευε νῦν, καὶἀγάλλου Σιών, σὺ δὲἁγνή, τέρπου Θεοτόκε, ἐν τῇἐγέρσει τοῦ τόκου σου.

ὁ β’χορὸς

Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,… 

ὁ α’χορὸς

Στίχ. Χριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

ὁ β’χορὸς

Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,…

ὁ α’χορὸς

Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.

Ὢ Πάσχα τὸ μέγα, καὶἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

ὁ β’χορὸς

Στίχ. Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Ὢ Πάσχα τὸ μέγα, καὶἱερώτατον Χριστέ,…

 

 

Τῆς Θεοτόκου

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.  

Ὑδάτων ἁπάντων, Κόρη ὑπέρκειται ἁγνή, τῆς Πηγῆς σου τὸ ὕδωρ, ἐμφανῶς δωρούμενον, ἀπαλλαγὴν νοσημάτων δεινῶν, καὶ ταῖς ψυχαῖς, ἅπασαν τὴν ῥῶσιν, ὡς ὑπὲρ φύσιν χεόμενον.

 

 ὁβ’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς.  

Ὑδάτωνἁπάντων…..

  ὁα’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς.

Λυτῆρατῶννόσων, τὸννέονἰδοὺΣιλωάμ, τῆςΠηγῆςσουΠαρθένε, καθορῶμενἅπαντες·ὄμματαγὰρπροσλαμβάνειπηρός, ἅπαντεςδέ, ῥῶσινἀενάως, πρὸςτῇζωῇποριζόμεθα!

 ὁβ’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς.  

Οἱῥῶσινζητοῦντες, προσδράμετεἐντῇΠηγῇ·ἡγὰρΚόρηΠαρθένος, ἐνοικεῖτῷὕδατι. Σκίρταπιστῶν, καὶεὐφραίνουπληθύς, οὕτωὡςχρή, ἕξειςτῷτεμένει, τήνἀμοιβὴντῶναἰτήσεων.

  ὁα’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς.

ὙψώθηΠηγῆςσου, τὸὕδωρὑπὲροὐρανούς, καὶτῆςγῆςτὰςἀβύσσους, ταῖςῥοαῖςδιέδραμε, τοῦτοἐστὶνἀμβροσίαψυχῆς, νέκταρπιστῶν, μέλιτὸἐκπέτρας, καὶἡτοῦμάνναδιάδοσις.

  ὁβ’ χορός

Στίχ.ὙπεραγίαΘεοτόκεσῶσονἡμᾶς. 

ΕὐφραίνειςΠαρθένε, τὸνἌνακταὑπερφυῶς, ἀναβλύζουσαχάριν, ἐκΠηγῆςἀέναον, τούτῳδιδοῦσα, κατ’ ἐχθρῶντὴνἰσχύν, νίκαςἀεί, ῥῶσινκαὶεἰρήνην, καὶαἰτημάτωνἐκπλήρωσιν.

 

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

ᾨδὴ θ’

Τύπον τῆς ἁγνῆς λοχείας σου

 ὁ α’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.   

Φθάσας τὴν πηγὴν τὴν ἄφθαστον, τῆς τρισηλίου θεοφάντορ ἐλλάμψεως, καθαρώτερον, κατατρυφᾷς καὶ τρανότερον, τῆς θεώσεως της ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συγχορεύων, ἀκαταπαύστως ἱερώτατε.

  ὁ β’χορὸς

Στίχ. Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.   

Πέτρου κοινωνὸς γενόμενος, διδασκαλίας καὶ τοῦ θείου κηρύγματος, τὰ οὐράνια, περιπολεύεις σκηνώματα, σὺν αὐτῷ θεορρῆμον μακάριε, μεθ’ οὗ καὶ συμπρεσβεύεις, ὑπὲρ ἡμῶν Μᾶρκε Ἀπόστολε.

  ὁα’χορὸς

ΔόξαΠατρὶ …

Φάος τὸ τρισσῶς ἑνούμενον, μοναδικῶς τε πάλιν ξένως τρισσούμενον, ἀνεκήρυξας, πανευσεβῶς Μᾶρκε πάνσοφε, φωτιζόμενος αἴγλῃ τῆς χάριτος· διὸ σε δυσωποῦμεν· Ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε

ὁ β’χορὸς

Καὶ νῦν…   Θεοτοκίον

Μᾶρκος ὁ σεπτός, Ἀπόστολος, τοῖς Αἰγυπτίοις Ἱεράρχης δεδώρηται, οἷς ὡς νήπιος, σωματωθεὶς ἐπεδήμησεν, ἐκ Παρθένου ἁγνῆς Θεομήτορος, ὁ Κύριος τῆς δόξης, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Καταβασία

ὁα’χορὸς

Στίχ. Ὁ῎ΑγγελοςἐβόατῇΚεχαριτωμένῃ·῾Αγνή, Παρθένεχαῖρε, καίπάλινἐρῶχαῖρε, ὁσόςΥἱόςἀνέστη, τριήμεροςἐκτάφου.

Φωτίζου, φωτίζου, ἡνέαἹερουσαλήμ, ἡγὰρδόξαΚυρίουἐπὶσὲἀνέτειλε, Χόρευενῦν, καὶἀγάλλουΣιών, σὺδὲἁγνή, τέρπουΘεοτόκε, ἐντῇἐγέρσειτοῦτόκουσου. 

ὁβ’χορὸς

Χριστὸςἀνέστηἐκνεκρῶν, θανάτῳθάνατονπατήσαςκαὶτοῖςἐντοῖςμνήμασιζωὴνχαρισάμενος.

ὁα’χορὸς

Χριστὸςἀνέστη…

ὁβ’χορὸς

Χριστὸςἀνέστη…  

ὁα’χορὸς

ἈναστὰςὁἸησοῦςἀπὸτοῦτάφουκαθὼςπροεῖπεν, ἔδωκενἡμῖντὴναἰώνιονζωὴνκαὶμέγαἔλεος. 

Εἶτα, Συναπτὴμικρὰμεθ’ ἣνἘκφώνησις

τισανοσι

Ἐξαποστειλάριον  αὐτόμελον

ὁα’χορὸς

Ἦχοςβ’

Σαρκὶὑπνώσαςὡςθνητός, ὁΒασιλεὺςκαὶΚύριος, τριήμεροςἐξανέστης, Ἀδὰμἐγείραςἐκφθορᾶς, καὶκαταργήσαςθάνατον, Πάσχατῆςἀφθαρσίας, τοῦκόσμουσωτήριον.

ὁβ’χορὸς

Φῶς ἀναλλοίωτον Λόγε 

 Σὺ τὴν υἱότητα Πέτρου, τοῦ Ἀποστόλου πλουτήσας, τοῖς Αἰγυπτίοις ἐντεῦθεν, διατυποῖς πρῶτος πάντων, τὸ Εὐαγγέλιον Μᾶρκε, δι’ οὗ τὸν κόσμον φωτίζεις.

 

ὁα’χορὸς

ΤῆςΘεοτόκου

Πηγὴὑπάρχειςἀληθῶς, ὕδατοςζῶντοςΔέσποινα·ἐκπλύνειςοὖννοσήματα, ψυχῶνσωμάτωνχαλεπά, ἐντῇπροσψαύσειμόνησουὕδωρτῆςσωτηρίας,….

ὁβ’χορὸς

……Χριστὸνἡπροχέουσα.  

AINOI

ὁα’ χορός

Ἦχοςπλ. β’.

ΠᾶσαπνοὴαἰνεσάτωτὸνΚύριον. ΑἰνεῖτετὸνΚύριονἐκτῶνοὐρανῶν·αἰνεῖτεαὐτὸνἐντοῖςὑψίστοις. Σοὶπρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Τῆς Θεοτόκου

Ἦχος β’

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Οἶκος τοῦ Ἐφραθᾶ

Ὕδωρ τὸ τῆς Πηγῆς, σωτήριον ὑπάρχει, πᾶσι τοῖς ἀσθενοῦσι· προσέλθωμεν οὖν πίστει, καὶ χάριν ἀρυσώμεθα.

 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Φρέαρ τὸ ζωηρόν, Πηγῆς τῆς ἀθανάτου τοῖς προσιοῦσι πόθῳ, ἰάσεων παρέχει, πλημμυραν ἀνεξάντλητον.

  ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ῥώννυσι τὰς ψυχάς, τὸ ὕδωρ τῆς Παρθένου, οἱ τῶν παθῶν ἐν ῥύποις, προσδράμωμεν τῇ Κόρῃ, καὶ τούτους ἀποπλύνωμεν.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ

 ὁ β’ χορός

Ἦχος α’

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πανεύφημοι Μάρτυρες

Αἰγύπτου φωστὴρ ὁ φαεινός, Μᾶρκος ὁ πανάριστος, κήρυξ τοῦ Λόγου ὁ πάνσοφος, Εὐαγγελίου τε, συγγραφεὺς ὁ θεῖος, εὐφημείσθω ᾄσμασι, καὶ θείοις παρ’ ἡμῶν μελῳδήμασι· Χριστῷ πρεσβεύει γάρ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

ὁ α’ χορός

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα  αὐτοῦ.

 Δογμάτων τῶν θείων συγγραφεύς, τοῦ Χριστοῦ γενόμενος, πᾶσαν τὴν γῆν κατεφώτισας, αὐτοῦ τὴν σάρκωσιν, καὶ τὰ θεῖα πάθη, τὴν σεπτὴν ἀνάστασιν, καὶ τὴν πρός τὸν Πατέρα ἀνάβασιν, κηρύξας πάνσοφε, καὶ τὰ ἔθνη πρὸς ἐπίγνωσιν, ἀληθείας, ἑλκύσας Ἀπόστολε.

 

 ὁ β’ χορός

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Τοῦ Πέτρου τοῦ θείου ὀπαδός, εὐπειθὴς γενόμενος, Μᾶρκε Κυρίου Ἀπόστολε, ταῖς τούτου πάνσοφε, διδαχαῖς πειθήσας, τοῦ Ἁγίου Πνεύματος, τῇ χάριτι λαοὺς κατεφώτισας, τῶν Αἰγυπτίων τε, καταυγάσας τὴν διάνοιαν, καὶ τὴν πόλιν, αὐτῶν κατεκόσμησας.

 

 

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.

ὁ α’ χορός

Ἦχος πλ. α’

Στίχ.Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. 

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.  

ὁ β’ χορός

Στίχ.Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

ὁ α’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. 

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.  

ὁ β’ χορός

Στίχ. Αὕτη ἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἦχος πλ. β’

Σοῦ ἐξεχύθη χάρις ἐν χείλεσι, Μᾶρκε Ἀπόστολε, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

 

ὁ β’ χορός

Καὶ νῦν…

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇἈναστάσει, καὶ οὕτω βοήσωμεν,…

ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 ὁ β’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Α Ν Τ Ι Φ Ω Ν Α

Τοῦ Πάσχα

Ἀντίφωνον α’

 Ἦχος β’

Στίχ.Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

 ὁ α’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

 

Στίχ. Ψάλατε δὴ τῷὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

ὁ β’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Στίχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱἐχθροί σου.

 ὁ α’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷὀνόματι σου Ὕψιστε.

ὁ β’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ… Καὶ νῦν…

 ὁ α’ χορός

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον β’

Ἦχος ὁ αὐτὸς

Στίχ.Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦἐφ’ ἡμᾶς, καὶἐλεήσαι ἡμᾶς.

ὁ β’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

 

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

 ὁ α’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

 

Στίχ.Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

ὁ β’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

 

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

 ὁ α’ χορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

Δόξα Πατρί… Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷἉγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

Ἦχος πλ. α’

Στίχ.Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

 ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Στίχ.Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

 ὁ α’ χορός

Χριστὸς ἀνέστη…

 

Στίχ. Αὓτηἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ β’ χορός

Χριστὸς ἀνέστη… 

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 

Εἶτα τὸ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…(ἐκ γ’).

ὁ β’ χορός

Ἀπολυτίκιον Ἦχος γ’

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. 

ὁ α’ χορός

ἩὙπακοὴ  Ἦχος δ’

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦἈγγέλου, τὸν ἐν φωτὶἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

 ὁ β’ χορός

Τὸ Κοντάκιον Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ

Ἐξ ἀκενώτου σου Πηγῆς θεοχαρίτωτε ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.

 ὁ α ΄ χορός

Κοντάκιον  Ἦχος πλ. δ’

Εἰ καὶἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶἀνέστης ὡς νικητής, Χριστὲὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.

 

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ ᾽Ανάγνωσμα 

( 5:6-14)

Ἀδελφοί, ταπεινώθητε  ὑπὸτὴνκραταιὰνχεῖρατοῦΘεοῦ, ἵναὑμᾶςὑψώσῃἐνκαιρῷ. Πᾶσαντὴνμέριμνανὑμῶνἐπιρρίψαντεςἐπ᾿αὐτόν, ὅτιαὐτῷμέλειπερὶὑμῶν, νήψατε, γρηγορήσατε·ὁἀντίδικοςὑμῶνδιάβολοςὡςλέωνὠρυόμενοςπεριπατεῖζητῶντίνακαταπίῃ. Ὧἀντίστητεστερεοὶτῇπίστει, εἰδότεςτὰαὐτὰτῶνπαθημάτωντῇἐνκόσμῳὑμῶνἀδελφότητιἐπιτελεῖσθαι. ῾ΟδέΘεόςπάσηςχάριτος, ὁκαλέσαςὑμᾶςεἰςτὴναἰώνιον αὐτοῦδόξανἐνΧριστῷ᾿Ιησοῦὀλίγονπαθόντας, αὐτὸςκαταρτίσειὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει·αὐτῷἡδόξακαὶτὸκράτοςεἰςτοὺςαἰῶναςτῶναἰώνων·ἀμήν. ΔιὰΣιλουανοῦὑμῖντοῦπιστοῦἀδελφοῦ, ὡςλογίζομαι, δι᾿ὀλίγωνἔγραψα, παρακαλῶνκαὶἐπιμαρτυρῶνταύτηνεἶναιἀληθῆχάριντοῦΘεοῦ, εἰςἣνἑστήκατε. ᾿ΑσπάζεταιὑμᾶςἡἐνΒαβυλῶνισυνεκλεκτὴκαὶΜᾶρκοςὁυἱόςμου. Ἀσπάσασθεἀλλήλουςἐνφιλήματιἀγάπης. ΕἰρήνηὑμῖνπᾶσιτοῖςἐνΧριστῷ᾿Ιησοῦ·ἀμήν.

 

Ἀλληλούϊα. Ἦχος α΄

Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Στίχ. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

 

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰἸωάννην

(β΄ 12 – 22)

Τῷκαιρῷἐκείνῳ, ἦλθενὁἼησοῦςεἰςΚαπερναοὺμαὐτὸςκαὶἡμήτηραὐτοῦκαὶοἱἀδελφοὶαὐτοῦκαὶοἱμαθηταὶαὐτοῦ, καὶἐκεῖἔμεινενοὐπολλὰςἡμέρας.  ΚαὶἐγγὺςἦντὸπάσχατῶνἸουδαίων, καὶἀνέβηεἰςἹεροσόλυμα ὁἸησοῦς. καὶεὗρενἐντῷἱερῷτοὺςπωλοῦνταςβόαςκαὶπρόβατακαὶπεριστερὰςκαὶτοὺςκερματιστὰςκαθημένους,  καὶποιήσαςφραγέλλιονἐκσχοινίωνπάνταςἐξέβαλενἐκτοῦἱεροῦ, τάτεπρόβατακαὶτοὺςβόας, καὶτῶνκολλυβιστῶνἐξέχεεντὸκέρμακαὶτὰςτραπέζαςἀνέτρεψε,  καὶτοῖςτὰςπεριστερὰςπωλοῦσινεἶπεν·Ἄρατεταῦταἐντεῦθεν·μὴποιεῖτετὸνοἶκοντοῦπατρόςμουοἶκονἐμπορίου.  Ἐμνήσθησανδὲοἱμαθηταὶαὐτοῦὅτιγεγραμμένονἐστίν, Ὁζῆλοςτοῦοἴκουσουκαταφάγεταίμε.  ἀπεκρίθησανοὖνοἱἸουδαῖοικαὶ εἶποναὐτῷ·Τίσημεῖονδεικνύειςἡμῖν, ὅτιταῦταποιεῖς;  ἀπεκρίθηἸησοῦςκαὶεἶπεναὐτοῖς·Λύσατετὸνναὸντοῦτον, καὶἐντρισὶνἡμέραιςἐγερῶαὐτόν.  εἶπονοὖνοἱἸουδαῖοι·Τεσσαράκοντακαὶἓξἔτεσινᾠκοδομήθηὁναὸςοὗτος, καὶσὺἐντρισὶνἡμέραιςἐγερεῖςαὐτόν;  ἐκεῖνοςδὲἔλεγεπερὶτοῦναοῦτοῦσώματοςαὐτοῦ.  ὅτεοὖνἠγέρθηἐκνεκρῶν, ἐμνήσθησανοἱμαθηταὶαὐτοῦὅτιτοῦτοἔλεγε, καὶἐπίστευσαντῇγραφῇκαὶτῷλόγῳὃνεἶπενὁἸησοῦς.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Εἰς τὸ Ἐξαιρέτως

ὁ α’χορὸς

Ἦχος α’

Στίχ. Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲἀνέτειλε, Χόρευε νῦν, καὶἀγάλλου Σιών, σὺ δὲἁγνή, τέρπου Θεοτόκε, ἐν τῇἐγέρσει τοῦ τόκου σου. 

Κοινωνικὸν

ὁ β’ χορός

Ἦχος β’

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.

 

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…» καὶ τοῦ «Εἴη τὸὄνομα Κυρίου εὐλογημένον…» λέγεται τό, Χριστὸς ἀνέστη.

 

᾽Απόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν…».
 ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».
῾Ο Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη…» (ὅλον), καί
῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».

25 ΑΠΡ14 ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s