22 ΜΑΡΤΙΟΥ 2014
Σάββατον τῆς Γ’ Ἑβδομάδος τῶν Νηστειῶν
Βασιλείου ἱερομάρτυρος πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Καὶ ψάλλομεν τετράκις εἰς ἦχον β’ τό,
ὁ α’ χορὸς
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀπολυτίκιον ἦχος β’
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… ἦχος πλ. δ’
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν Α’ Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. α’
ὁ α’ χορὸς
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι, αὐτῶν ταῖς παρακλήσεσιν, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος Ἀγαθὸς καὶ φιλάνθρωπος.
ὁ α’ χορὸς
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Διωγμοὺς καὶ κινδύνους ὑπεριδόντες, καὶ τυράννων τὰ θράση μὴ πτοηθέντες, παῤῥησίᾳ τὸν Χριστὸν ἀνεκήρυττον καὶ βασάνων αἰκισμοὺς ὑπομείναντες στεῤῥῶς, εἰδώλων πλάνην καθεῖλον, καὶ κράτος τοῦ Διαβόλου, οἱ Ἀθλοφόροι σαφῶς νικήσαντες.
ὁ β’ χορὸς
Δόξα Πατρί… Νεκρώσιμον
Γινώσκεις ὁ Θεὸς ἡμῶν, ὅτι ἐν ἁμαρτίαις γεγεννήμεθα΄ δι’ ὃ σε ἱκετεύομεν΄τοὺς μεταστάντας
ἐξ ἡμῶν ἀνάπαυσον, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα, ἃ ὡς ἄνθρωποι καὶ θνητοὶ ἐν
βίῳ ἔπραξαν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
τὰ Εὐλογητάρια.
Ἦχος πλ. α’
ὁ β’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
ὁ α’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
ὁ β’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.
ὁ α’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
ὁ β’ χορὸς
Δόξα Πατρί… Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
ὁ α’ χορὸς
Καὶ νῦν…
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
ὁ β’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Καί ἀναύπασον τοὺς δούλους Σου.
ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.
ὁ β’ Χορός: Παράσχου, Κύριε.
ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.
ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)
Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:
τήν εὐχήν
῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).
ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καθίσματα Ἦχος πλ. α’
ὁ β’ χορὸς
Ἀμὴν. Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα
Ὁ κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Σοῦ τοὺς μεγίστους, Μάρτυς, εὐφημῶ πόνους. Ἰωσήφ.
ᾨδὴ α’
Ἦχος πλ. β’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σοῦ τὴν βασίλειον δόξαν Παμβασιλεῦ, ὁ κλεινὸς Βασίλειος, ἀγαπήσας σταθερῶς, ἐπὶ γῆς ἐνήθλησε, δι’ οὗ, Βασιλείας οὐρανῶν ἡμᾶς ἀξίωσον.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ ἀξιέπαινος βίος, ἡ καθαρά, πολιτεία Ἔνδοξε, τῶν ἀγώνων ἡ τριβή, κληρονόμον ἔδειξε Θεοῦ, καὶ πολίτην οὐρανῶν σε ἀπειργάσατο.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑποταγεὶς τῷ Κυρίῳ δι’ ἀγαθῆς, πολιτείας πάνσοφε, καθυπέταξας ἐχθρὸν καὶ ποσὶ συνέτριψας λαμπρῶς, ἀριστεύσας κατ’ αὐτοῦ Μάρτυς Βασίλειε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Τῇ τῶν αἱμάτων πλημμύρᾳ τὸν νοητόν, Φαραὼ ἐβύθισας, πανστρατὶ ὡς ἀληθῶς, καὶ πρὸς γῆν ἀνέδραμες σοφέ, ἔνθα νέφος ἀθλητῶν ἀεὶ εὐφραίνεται.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὁ τῷ Πατρὶ συνυπάρχων μονογενής, βουληθεὶς κατῴκησε, σοῦ τὴν ἄχραντον νηδύν, καὶ βροτὸς ἐγένετο Ἁγνή, σῶσαι θέλων τοὺς βροτοὺς δι’ ἀγαθότητα.
ᾨδὴ γ’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψώθης οἷά περ ἀμνός, ἐπὶ ξύλου Τρισμάκαρ, τοὺς ξεσμοὺς ὑποφέρων, διανοίᾳ καθαρᾷ, καὶ καταράσσων ἐχθροῦ, τὰς ἐπάρσεις, σθένει θείου Πνεύματος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στιγμάτων Μάρτυς καλλοναῖς, ὡραιότατος ὤφθης, τὴν ψυχὴν καὶ τὸ σῶμα, διανοίᾳ καθαρᾷ, χαριστηρίους φωνάς, ἀναμέλπων τῷ ἀγωνοθέτῃ σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγίστην εὔκλειαν ζητῶν, μεγαλόφρονι γνώμῃ, τοὺς μεγίστους ἀγῶνας, ἐκαρτέρησας σοφέ, καὶ τὸν μεγάλως ἀεί, ἐπηρμένον, Μάρτυς ἐταπείνωσας.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἐνθέων φύλαξ πεφυκώς, προσταγμάτων θεόφρον, φυλακαῖς κατεκλείσθης, ὑπανοίγων τοῖς πιστοῖς, διδασκαλίας ὁδόν, τὴν εἰς πλάτος γνώσεως εἰσάγουσαν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Γνωρίσας πόρρωθεν τὴν σήν, σύλληψιν Ἡσαΐας, διὰ Πνεύματος Κόρη, διετράνωσεν αὐτήν, βοῶν· Ἰδοὺ ἐν γαστρί, ἡ Παρθένος, τὸν Θεὸν συλλήψεται.
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κάθισμα Ἦχος δ’
ὁ β’ χορὸς
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς Βασίλειος, τὴν Βασιλείαν Θεοῦ, ποθήσας ὑπήνεγκε, τὴν τῶν βασάνων πυράν, καὶ θάνατον ἄδικον· ὅθεν ἀθανασίας, ἀληθοῦς ἠξιώθη. Τοῦτον οὖν συνελθόντες, μακαρίσωμεν πίστει, πρεσβεύοντα τῷ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
ὁ α’ χορὸς
Δόξα Πατρί… Καὶ νῦν…Θεοτοκίον ὅμοιον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
ᾨδὴ δ’
Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα· Ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰδὼν ἀστράπτον σου, τὸ θεῖον πρόσωπον, τῇ τοῦ Πνεύματος αἴγλῃ ὁ δυσσεβής, Μάρτυς κατεπλήττετο, καὶ ὡς τοῦ σκότους ὑπουργός, ἀναισθήτως ἐμωραίνετο.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σοφίᾳ κρείττονι, καλλωπιζόμενος, τοὺς σοφοὺς τῶν Ἑλλήνων θεαρχικῷ, σθένει ἀπεμώρανας, καὶ ἐναθλήσας καρτερῶς, νίκης στέφανον ἀπείληφας.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταθέντα πάντοθεν, καὶ ἐξαρθρούμενον, ἐκραταίου σε Λόγος ὁ ἐν Σταυρῷ, τανυσθεὶς Βασίλειε, καὶ διὰ πάθους τοῖς πιστοῖς, δωρησάμενος ἀπάθειαν.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Οὐ θύω δαίμοσιν, οὐ φρίττω θάνατον, οὐ κολάσεων εἴδη ὁ ἱερός, ἔκραζε Βασίλειος, ἕνα Θεὸν ὁμολογῶ, ἐν Τριάδι γνωριζόμενον.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὑμνῶ σε Δέσποινα, τὴν πολύΰμνητον, εὐλογῶ σε Παρθένε, δι’ ἧς βροτοί, πάντες εὐλογήθημεν, καὶ τῆς κατάρας ἀληθῶς, ……
ὁ β’ χορὸς
……….τῆς ἀρχαίας ἐλυτρώθημεν.
ᾨδὴ ε’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενος.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σιδήρου βάρει κατακαμφθείς, ὡς τὸν ἐλαφρότατον ζυγόν, Κυρίου φέρειν ἑλόμενος, τὸν κατὰ τοῦ Κτίστου τραχηλιάσαντα, ἐχθρὸν τὸν ἀλαζόνα Μάρτυς κατέκαμψας.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μέτ’ εὐφροσύνης τὰ σιδηρᾶ, Μάρτυς περικείμενος δεσμά, τόπους ἐκ τόπων διέδραμες, τούτοις ὡς ὁρμίσκοις ὡραϊζόμενος, Βασίλειε, καὶ τέρπων τὸν Ἀθλοθέτην σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Αἱμάτων ῥεύμασι σεαυτῷ, Μάρτυς ἐπιχρώσας ἀληθῶς, βασιλικὴν στολὴν ἔνδοξε, νίκης τε διάδημα περιθέμενος, Χριστῷ συμβασιλεύεις χαίρων Βασίλειε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ῥωσθεὶς τῇ χάριτι τοῦ Σταυροῦ, ἤνυσας μακρὰν καὶ χαλεπήν, ὁδὸν δεινῶς ἐλαυνόμενος, μέλπων· Ἐν τῇ τρίβῳ τῶν μαρτυρίων σου, τερπόμενος καὶ χαίρων Λόγε πορεύσομαι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τὴν ἀνωτέραν τῶν Χερουβίμ, τὴν ὑψηλοτέραν οὐρανῶν, τὴν ὑπερτέραν τῆς κτίσεως, τῶν σοφῶν Μαρτύρων τὸ περιτείχισμα, τὴν μόνην Θεοτόκον, ………………
ὁ α’ χορὸς
…………ὕμνοις τιμήσωμεν.
ᾨδὴ ς’
Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
ὁ α’ χορὸς
Τοῦ βίου ταὴν θάλασσαν,……………..
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψώθης τοῖς ἄθλοις σου, καὶ κατέρραξας ἐχθρόν, Μεγαλομάρτυς ἔνδοξε, καὶ πρὸς Θεὸν μετέβης νικητικῷ, στεφθεὶς διαδὴματι, ἐπὶ τέλει τῶν ἄθλων ἀξιάγαστε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σταυρῷ τὸν τανύσαντα, τὰς παλάμας διὰ σέ, Μάρτυς σοφὲ μιμούμενος, ἀνηρτήθης ἐν ξύλῳ καρτερικῶς, ξεσμοὺς ἐκαρτέρησας, τραυματίζων τὴν πλάνην σοῦ τοῖς τραύμασιν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐδέσμεις δεσμούμενος, τοὺς ἀσάρκους δυσμενεῖς, ὑπὲρ Χριστοῦ Βασίλειε, ἀπολυθεὶς δὲ ἔνδοξε τῆς σαρκός, εἰς τὸ τέλος διέλυσας, τὰς αὐτῶν κακουργίας θείᾳ χάριτι.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑμνῶ σε Πανύμνητε, ἣν ὑμνοῦσι στρατιαί, ἐπουρανίων τάξεων, καὶ δυσωπῶ σε, πάθη μου τῆς ψυχῆς, ἰάτρευσον Ἄχραντε, καὶ πυρὸς αἰωνίου ἐλευθέρωσον.
Τετραώδιον
ᾠδὴ ς’ Ἦχος δ’
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἦλθον εἰς τὰ βάθη
Αἱμάτων ἠρδεύσατε σταγόσι, τῶν εὐσεβῶν καρδίας δυσσεβούντων δὲ τὰς παρατάξεις, περιφανῶς ἐν αὐταῖς ἐπνίξατε, Ἀθλοφόροι ἀξιάγαστοι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δοξάσαντες μέλεσιν οἰκείοις, τὸν τοῦ παντὸς Δεσπότην, νῦν δοξάζεσθε ἀδιαλείπτως, δόξα πιστῶν, Ἀθληταὶ ὑπάρχοντες καὶ μεγάλοι ἀντιλήπτορες.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε. Νεκρώσιμον
Ἐν λάκκῳ ἐτέθης κατωτάτω, τοὶς οὖν πιστῶς θανοῦσι τὴν ἀνάπαυσιν Λόγε, παράσχου, τῶν ἱερῶν Ἀθλητῶν δεήσεσι, καὶ πταισμάτων ἀπολύτρωσιν.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἵνα σε φωναῖς διαπρυσίοις, ἀνευφημῶμεν Κόρη, τὰς φωνὰς ἡμῶν ταύτας προσδέχου, καὶ ἱλασμὸν ὀφλημάτων λήψεσθαι, τὸν Υἱόν σου καθικέτευε.
Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. δ’
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συνεχόμενον δέξαι με
Νῦν Μαρτύρων πανήγυρις, συνδράμωμεν καὶ τὰ ἆθλα αὐτῶν, τὰ πανσέβαστα μακαριοῦντες, Χριστὸν τὸν τούτους στέψαντα ὑμνήσωμεν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐν τῇ θείᾳ πυρούμενοι ἀγάπῃ Χριστοῦ, ἐπ’ ἀνθράκων πυρὸς διαβαίνετε, ὡς ἐπὶ δρόσου, αὐτὸν ὑμνοῦντες Μάρτυρες μακάριοι.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Σὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἱεσσαὶ προπάτορ ἀνασκίρτησον, ὁ σῴζων Κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.
ὁ β’ χορὸς
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Πῦρ καὶ ξίφος καὶ θάνατον οὐ πτήξαντες, τὴν ὁμολογίαν διεσώσατε τῆς σωτηρίας, ὑπὸ Χριστοῦ νευρούμενοι μακάριοι.
ὁ α’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἐν νεκροῖς ὁ ἐλεύθερος, ὡς ὢν ἀρχηγός, ζωῆς καὶ θανάτου, σὺ ἀνάπαυσον, οὓς προσελάβου, καὶ ἐν αὐλαῖς σου, σκήνωσον Φιλάνθρωπε.
Καταβασία
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον – Ἦχος πλ. δ’
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ὁ Οἶκος
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον, οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι΄ Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΒ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλείου, Πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας.
Στίχοι
- Σώαν Προφήτης εἶπεν ἀλγεῖν κοιλίαν.
- Τετρημένην δὲ Μάρτυς ἀλγεῖν οὐκ ἔφη.
- Εἰκάδι δευτερίῃ Βασίλειος ἐτρήθη σούβλαις.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Καλλινίκη καὶ Βασίλισσα, ξίφει τελειοῦνται.
Καὶ μνήμη τῆς Ἁγίας Δροσίδος, θυγατρὸς τοῦ Βασιλέως Τραϊανοῦ, καὶ τῶν σὺν αὐτῇ πέντε Κανονικῶν μοναζουσῶν.
Στίχοι
- Καλλινίκην τέμνουσι σὺν Βασιλίσσῃ,
- Τὰς Καλλινίκους καὶ πόλου Βασιλίδας.
- Δροσὶς ἀπῆλθεν ἐκ δρόσου τῆς τοῦ μύρου,
- Ὡς ἐκ Λιβάνου Κανονικὴ πρὸς πόλον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Καταβασία
ὁ β’ χορὸς
ᾠδὴ η’ Ὁ Εἱρμὸς
ἦχος πλ.δ’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Οἱ θεοῤῥήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον. Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’
Ὁ Εἱρμὸς
Ἦχος πλ.δ ’
Μεγαλύνομέν σε, τὴν Μητέρα τοῦ φωτός, καὶ δοξάζομέν σε, Θεοτόκε Παρθένε, ὡς τεκοῦσαν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΦΩΤΑΓΩΓΙΚΑ
Ἦχος πλ. α’
ὁ α’ χορός
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις, Κύριε,τῶν ἁγίων σου, καὶ σῶσόν με.
ὁ β’ χορός
Ἦχος πλ. α’
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις, Κύριε,τῆς Θεοτόκου, καὶ σῶσόν με
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.
ὁ β’ χορός
Θεοτοκίον Ἦχος β’
Τῶν μαθητῶν ὁρώντων
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεόν σε ἔχομεν προστασίαν΄ ἔκτεινον τὴν χεῖρα σου τὴν ἁγίαν, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν΄σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ.α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ Μαρτυρικὰ
Εὐλογημένος ὁ στρατός, τοῦ βασιλέως τῶν οὐρανῶν, εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν ἀσωμάτων ἀξιωθέντες τιμῆς. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνὴ’ Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων΄ Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετ’ Ἀγγέλων διαγωγή. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Δόξα Πατρὶ… Νεκρώσιμον – ἦχος πλ.α’
Σὺ ἔπλασάς με Κύριε, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου καὶ ἐνετείλω μοι καὶ εἶπας΄ Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ σῶσόν με δέομαι φιλάνθρωπε.
Καὶ νῦν… Θεοτοκίον – ἦχος ὁ αὐτὸς
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, ὅτι ἐκ σοῦ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ ἔχων τὸ μέγα ἔλεος.
Ὁ προεστὼς
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…
Εἰς τὰ Ἀπόστιχα
Στιχηρὰ Νεκρώσιμα Προσόμοια
Ἐκ τῶν τοῦ Θεοφάνους
ὁ α’χορὸς
Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν
Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας ὡς οἰκτίρμων κατάταξον, σκηνώσας εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀναπαύσεως, ἐν κόλποις ἀνέσεως, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρὸν ἀναφαίνεται, καὶ προχέονται, αἱ πηγαὶ τῆς χρηστότητος΄ ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμεναι, αἱ τῶν δικαίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα, μεθ’ ὧν κατατάξας, τοὺς ἱκέτας σου παράσχου, τὸ μέγα ἔλεος.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ψάλλει παναρμονίῳ φωνῇ, δοξολογοῦντας τὸ σὸν κράτος εὐδόκησον, Οἰκτίρμον, τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητος, τοῦ σοῦ κάλλους ἐκλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων χορεῖαι, χαρμονικῶς περιέπουσι΄ μεθ’ ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπ’ αἰῶνος, δικαιωθέντες τῷ σῷ, σωτηρίῳ πάθει καὶ τῷ αἵματι, δι’ οὗ ἐξηγόρασας τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν ὅσα ἥμαρτον΄ μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, Ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος΄ Διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Ὅμοιον
Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας Πάναγνε, ἐν μήτρᾳ τὸν Νομοδότην, καὶ Βασιλέα Θεόν, συλλαβοῦσα μόνη Μητροπάρθενε, δι’ οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, κατατάξαι ἐν βίβλῳ ζωῆς, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχωμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.
ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον
ἦχος β’
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρί… ἦχος πλ. δ’
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς
Ἀντίφωνον γ’
ὁ α’ χορὸς
Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἦχος β’
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’χορὸς
Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…
ΕΙΣΟΔΟΣ
ὁ α’ χορὸς
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
ὁ β’χορὸς
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀπολυτίκιον
ἦχος β’
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἐκ τοῦ Βήματος
Ἦχος πλ. δ’
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ β’ χορὸς
Τοῦ Ναοῦ
ὁ α’ χορὸς
Κοντάκιον Ἦχος πλ. δ’
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
ὁ β’ χορὸς
Κοντάκιον Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε.
Τρισάγιον
᾽Απόστολος
Προκείμενον Ἦχος πλ. β’
Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.
Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Ι’, 32-38)
Ἀδελφοί, ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες΄ καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσητε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Ἀλληλούϊα ἐκ τρίτου Ἦχος πλ. β’
Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον. (Β’ 14-17).
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδε Λευΐν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον͵ καὶ λέγει αὐτῷ΄ Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ͵ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς Μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. Καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων͵ καὶ ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ΄Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει; Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς΄ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ΄ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
ἦχος β’( Ἀρχαία Τάξις)
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικόν
ὁ β’ χορός
Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν, Τρισάγιον
καὶ ψάλλονται τά Τροπάρια·
«Μετά πνευμάτων δικαίων…» κτλ., καί τελεῖται τό μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς:
ὁ Διάκονος: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ Διάκονος: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.
ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ Διάκονος: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τάς ψυχάς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.
ὁ α’ Χορός: Παράσχου, Κύριε.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’ Χορός: Κύριε, ἐλέησον ἅπαξ. Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:
τήν εὐχήν
῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).
ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
οἱ Χοροί ἐναλλάξ: Αἰωνία ἡ μνήμη. ἐκ τρίτου.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν… Εὐλογία Κυρίου καί ἔλεος…
Εἶτα·
Ἀπόλυσις ἡ νεκρώσιμος