Δ΄ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗ Γ΄ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ 2014

ΕΣΠΕΡΙΝΟΣ

23 MAPTIOY 2014

Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς ὑπεραγίας Θεοτόκου.

ΚΥΡΙΑΚΗ Γ’ ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ

Λαμβάνουσιν καιρὸν παρὰ τοῦ Ἀρχιερέως -ἐὰν χοροστατεῖ- (ἱσταμένου εἰς τὸ Παραθρόνιον μετὰ χαζρανίου ἄνευ μανδύου καὶ φέροντος μόνον ἐπιστήθιον Σταυρὸν) μόνον εἷς ἱερεὺς μετὰ διακόνου.

ὁ Ἱερεύς:

Ελογητς Θες μν, πντοτε, νν, κα ε, κα ες τος αἰῶνας τν αἰώνων.

 ὁ Ἀναγνώστης: Ἀμήν.

 ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης:

  • ·      Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·      Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·      Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

Ψαλμὸς ργ’ (103)

  • ·       Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • ·       Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • ·       Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
  • ·       Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • ·       Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • ·       Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • ·       Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • ·       Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • ·       Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • ·       Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • ·       Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      
  • ·       Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • ·       Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • ·       Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • ·       Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • ·       Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • ·       Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • ·       Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • ·       Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • ·       Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • ·       Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ·      Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • ·       Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • ·       Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • ·       Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • ·       Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • ·       Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • ·       Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • ·      Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • ·       Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • ·       Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • ·       Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • ·       Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ·       ᾊσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • ·       Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • ·       Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • ·       Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

 ὁ Διάκονος:

  • ·Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  •        ὁ α’ χορός: Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
  • ·Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       β’ χορός: Κύριε ἐλέησον.
  • Ὑπέρ της εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      α’ χορός: Κύριε ἐλέησον.
  •  Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      β’ χορός: Κύριε ἐλέησον.
  • Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      α’ χορός: Κύριε ἐλέησον.
  • Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      β’ χορός: Κύριε ἐλέησον.
  •  Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      α’ χορός: Κύριε ἐλέησον.
  •  Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       β’ χορός: Κύριε ἐλέησον.
  • Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·      α’ χορός: Κύριε ἐλέησον.
  •  Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       β’ χορός: Κύριε ἐλέησον.
  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • ·      α’ χορός: Κύριε ἐλέησον.
  •  Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • ὁ α’ χορός: Σοὶ Κύριε.

ὁ Ἱερεύς:

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἦχος πλ.β’  Ψαλμὸς ρμ’ (140) (Μέλος Εἱρμολογικόν)

  • Ἀμήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

   ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

       ὁ α’ χορός

  Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

     Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

 Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν  κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

 ὁ β’ χορός

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα΄ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

  ὁ β’ χορός

 Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στιχηρὰ Κατανυκτικὰ

Ἦχος πλ.β’

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Μετάνοιαν οὐ κέκτημαι, ἀλλ’ οὐδὲ πάλιν δάκρυα΄ διὰ τοῦτο ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοι κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς, τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἰατρός, ὁ, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.

 ὁ β’ χορός

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός, καὶ ἐλέησόν με.

ὁ α’ χορός

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δ’

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, ὁ ἐπὶ Σταυροῦ ἑκουσίως, ὑφαπλώσας τὰς παλάμας σου, τοῦτον κατανύξει καρδίας, προσκυνεῖν ἡμᾶς ἀξίωσον, λελαμπρυσμένους καλῶς, νηστείαις καὶ δεήσεσι, καὶ ἐγκρατείᾳ, καὶ εὐποιΐᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κύριε, τῶν ἁμαρτιῶν μου τὰ πλήθη, κατὰ τὸ πλῆθος ἐξάλειψον, τῶν σῶν οἰκτιρμῶν Πανοικτίρμον, καὶ τὸν Σταυρόν σου ἀξίωσον, ἐν καθαρᾷ τῇ ψυχῇ, καὶ βλέπειν καὶ προσπτύσσεσθαι, ἐν τῇ παρούσῃ τῆς ἐγκρατείας, Ἑβδομάδι ὡς φιλάνθρωπος.

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου

Ἦχος γ’  Μέγιστον θαῦμα

Μέγιστον θαῦμα! τὸ Ξύλον ὁρᾶται, ἐν ᾧ Χριστὸς σαρκὶ ἐσταυρώθη, προσκυνεῖ ὁ Κόσμος καὶ φωτιζόμενος ἀνακράζει΄ Ὢ τοῦ Σταυροῦ τῇ δυνάμει! καὶ θεωρούμενος δαίμονας καίει, καὶ ἐκτυπούμενος, τούτους φλέγων δείκνυται. Μακαρίζω σε τὸ ἄχραντον Ξύλον, τιμῶ καὶ προσκυνῶ ἐν φόβῳ, καὶ Θεὸν δοξάζω, τὸν διὰ σοῦ μοι χαριζόμενον, ζωὴν τὴν ἀτελεύτητον.

Καὶ τοῦ Μηναίου, προεόρτια προσόμοια γ’

 Ἦχος δ’

ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι· Παναγία τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι. 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Φωτοφόρον Παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄφθορος τῆς Θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρώην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.

 ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται καὶ βοήσει σοι· Χαῖρε κατάρας λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε, τοῦ Ἡλίου νεφέλη ὑποδέχου, τὸν ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.

 

ὁ α’ χορός

Ἦχος β’

Δόξα Πατρὶ… Καὶ νῦν…

Εὐαγγελίζεται ὁ Γαβριήλ, τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς· Ἀρχάγγελός εἰμι· ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.

 

Εἴσοδος ( Εἰσοδεύει μόνον εἷς ἱερεὺς μετὰ διακόνου).

Διάκονος: Σοφία Ὀρθοί !

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ( χῦμα δὲν ψάλλεται )

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Μέγα Προκείμενον 

Ἦχος πλ. δ’

ὁ α’ χορός

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

ὁ β’ χορός

Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

ὁ α’ χορός

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.   

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Εἴπωμεν πάντες….κλπ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…

Ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης

Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑσπερινὴν…κλπ …Εἴη τὸ κράτος τῆς βασιλείας…

Εἰς δὲ τὰ Ἀπόστιχα, τὸ παρὸν Ἰδιόμελον.

ὁ α’ χορός 

Ἦχος πλ.δ’

Ἀτενίσαι τὸ ὄμμα εἰς οὐρανόν, οὐ τολμῶ ὁ τάλας ἐγώ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀλλ’ ὡς ὁ Τελώνης στενάξας κραυγάζω σοι. Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ φαρισαϊκῆς ὑποκρίσεως ῥῦσαί με, ὡς μόνος εὔσπλαγχνος.

ὁ β’ χορός

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ἀτενίσαι τὸ ὄμμα εἰς οὐρανόν,…

ὁ α’ χορός 

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νὺν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

 

ὁ β’ χορός

Ἦχος δ’

Δόξα Πατρὶ… Καὶ νῦν…

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν. Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν.

ὁ α’ χορός 

Ἀπολυτίκιον Προεόρτιον

Ἦχος δ’

Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

 

 

ὁ β’ χορός 

Ἦχος πλ. α’

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.  

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

ὁ Ἀναγνώστης (πρᾳείᾳ  τῇ φωνῇ) :  

Κύριε ἐλέησον, μ'(40).  

Δόξα Πατρὶ…  Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

Ὁ Ἀρχιερεύς: Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν… 

Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον΄ καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μὴ μοι δῶς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Καὶ λέγει ὁ Προεστώς, τό,

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

καὶ Ἀπόλυσις

ὁ β’ χορός

ψάλλει εἰς ἀργὸν εἱρμολογικὸν μέλος

Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν΄ ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

23 MAP14 Δ΄ ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s