«Πάτερ ἀγαθέ» ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ +ΜΑΝΩΛΗΣ ΧΑΤΖΗΜΑΡΚΟΣ

Δόξα… Ἦχος πλ. β’

Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι’ ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος.

«Δαπανήσας ἀσώτως» ΣΤΙΧΗΡΟ ΙΔΙΟΜΕΛΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ ΗΧΟΣ ΠΛ. Δ΄ ΒΑΣΙΛΕΙΟΣ ΕΜΜΑΝΟΥΗΛΙΔΗΣ

Ἦχος πλ. δ’

Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.

«Τὴν τοῦ Ἀσώτου φωνὴν» ΗΧΟΣ Β΄ «Ὡς ὁ Ἄσωτος Υἱὸς» ΗΧΟΣ Δ΄ ΣΤΙΧΗΡΑ ΙΔΙΟΜΕΛΑ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ

Ἦχος β’

Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε. Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου, ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με.

Ἦχος δ’

Ὡς ὁ Ἄσωτος Υἱὸς ἦλθον κᾀγὼ οἰκτίρμον, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ, ἐσκόρπισα τὸν πλοῦτον, ὃν δέδωκάς μοι Πάτερ, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.

«Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον» ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Δόξα… Ἰδιόμελον Ἦχος πλ. β’

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ’ ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.

«Ἐπιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν» ΙΔΙΟΜΕΛΟ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ ΗΧΟΣ Α΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἦχος α’

Ἐπιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα, Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω ἐπιτελεῖ ευφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ ἐνδόξῳ θύματι, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν

«Εἰς ἀναμάρτητον χώραν» ΙΔΙΟΜΕΛΟΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ ΗΧΟΣ Α΄ +ΜΑΝΩΛΗΣ ΧΑΤΖΗΜΑΡΚΟΣ

Ἦχος α’

Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ’ αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην καὶ σῶσόν με.

«Ὢ πόσων ἀγαθῶν» ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΗΧΟΣ Β΄ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΠΡΙΓΓΟΣ

Δόξα… Ἦχος β’

Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τῷ πυρὶ τῷ αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ. Ὡς τὸν Ἄσωτον δέξαι με υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με.

Εορτάζοντες την 16ην του μηνός Φεβρουαρίου 2014

 

 

 

Κυριακή του Ασώτου 

  

ΟΙ ΑΓΙΟΙ ΠΑΜΦΙΛΟΣ, ΟΥΑΛΗΣ, ΠΑΥΛΟΣ, ΣΕΛΕΥΚΟΣ, ΠΟΡΦΥΡΙΟΣ, ΙΟΥΛΙΑΝΟΣ, ΘΕΟΔΟΥΛΟΣ, ΗΛΙΑΣ, άλλος ΗΛΙΑΣ, ΙΕΡΕΜΙΑΣ, ΗΣΑΪΑΣ, ΣΑΜΟΥΗΛ ΚΑΙ ΔΑΝΙΗΛ

 

Ο ΟΣΙΟΣ ΜΑΡΟΥΘΑΣ ο επίσκοπος και οι ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ που μαρτύρησαν στην Περσία και τα λείψανα τους μεταφέρθηκαν στην Μαρτυρούπολη

 

Ο ΑΓΙΟΣ ΦΛΑΒΙΑΝΟΣ Πατριάρχης Κων/πολης

 

Ο ΟΣΙΟΣ ΦΛΑΒΙΑΝΟΣ

 

Ο ΑΓΙΟΣ ΡΩΜΑΝΟΣ ο νέος οσιομάρτυρας

 

 

Αναλυτικά

  Συνέχεια ανάγνωσης Εορτάζοντες την 16ην του μηνός Φεβρουαρίου 2014