10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014
Χαραλάμπους ἱερομ. τοῦ θαυματουργοῦ (†202). ᾿
Αναστασίου ᾿Ιεροσολύμων,
Ζήνωνος ὁσίου τοῦ ταχυδρόμου (δ΄ αἰ.).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰἔθνη ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶἐστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον –Ἦχος δ’ – Ταχὺ προκατάλαβε
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Ὡς στῦλος ἀκλόνητος…
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον ὁ αὐτὸς
Τὸἀπ’ αἰῶνος ἀπόκρυφον, καὶἈγγέλοις ὁἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα Ἦχος γ’ – Θείας πίστεως
ὁ α’ χορός
Ἔργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας Παρθενομῆτορ, τὸν ἐν δρακὶ αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα ἦχος δ’ – Ἐπεφάνης σήμερον
ὁ α’ χορός
Ὡς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας, καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς, Ἱερομάρτυς Χαράλαμπες, ὅθεν τιμῶμεν τὰ θεῖα σου λείψανα.
ὁ β’ χορὸς
Δόξα Πατρί… Ὅμοιον
Ἱερὸν τὸ Πνεῦμά σε Ἱερομάρτυς, ἱερῶς ἀνέδειξε, τὸ ἱερὸν θῦμα σοφέ, προσενεχθὲν Ἱερώτατε, τῷ θείῳ λόγῳ, ᾧ θείως δεδόξασαι.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Μωϋσῆς ἑώρακε πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος γ’ – Τὴν ὡραιότητα
ὁ β’ χορὸς
Τὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.
ὁ α’ χορός
Θεοτοκίον
Τὴν ἀπειρόγαμον θεογεννήτριαν, τὴν τὸν ἀχώρητον γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέα τοῦ παντός, τῷ γάλακτι θρεψαμένην, μόνην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέσποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες…
ὁ β’ χορός
…Χαῖρε ἡ Κεχαριτωμένη.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
· Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
· Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
· Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
· Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
ὁ α’ χορός
Προκείμενον Ἦχος δ’
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
ὁ β’ χορός
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
ὁ α’ χορός
Στίχ.Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦἡμῶν ἐξανθήσει.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…
ὁ α΄ χορὸς
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ’).
Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ΚΑ’ 12-16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχάς ὑμῶν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ. β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Φάλαγγα θεοστεφῆ, φωτοφανοῦς Μάρτυρος, ὑπὲρ Χριστοῦ τυθεῖσαν προθύμως, τὸν ἁγιόλεκτον συνασπισμόν, τοῦ Ἱερομάρτυρος Χαραλάμπους, φιλομάρτυρες δεῦτε τιμήσωμεν, καὶ τὴν πανίερον μνήμην αὐτοῦ πνευματικῶς τελέσαντες, πρὸς αὐτὸν βοήσωμεν. Τῆς λοιμικῆς ἀπειλῆς, τὸν εὐσεβόφρονα λαόν σου ἐλευθέρωσον, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης περιστάσεως.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁἸσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷἡμῶν ἄσωμεν.
ὁ β’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴἀγαθοῦ τε λοχεύτρια.
Κανὼν α’ τοῦ Ἁγίου
ᾠδὴ α’ Ἦχος πλ. β’
ὁ α’ χορός
Ὡς ἐν ἠπείρῳ πεζεύσας
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χοροβατῶν εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέρῳ ῥῦσαί με παθῶν, ταῖς πρεσβείαις σου Σοφέ, ὅπως ὑμνήσω σε.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστράπτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐτῷ τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀληθῶς, Μάρτυς ἐπώνυμε.
ὁ α’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς τῶν αἱμάτων ῥανῖσι τὴν ἁλμυράν, ἀπιστίας θάλασσαν, κατακλύσας ποταμός, εὐσεβείας γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί.
ὁ β’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἁμαρτιῶν καταιγῖδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ’ ἐμὲ διήλθοσαν, τῇ σῇ, Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶσόν με.
Κανὼν δεύτερος
ᾠδὴ α’ Ἦχος δ’
ὁ α’ χορός
Ἀνοίξω τὸ στόμα μου
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν κάραν τὴν πάνσεπτον, καὶ τὰ παλαίσματα Κύριε, ὑμνεῖν ἐφιέμενος, τοῦ σοῦ θεράποντος, θείαν ἔλλαμψιν, ἐξ ὕψους ἐξαιτοῦμαι, δι’ ἧς ἀναμέλψασθαι, ταῦτα δυνήσομαι.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σεβῆρον τὸν ἄθεον, τὸν ὠρυόμενον λέοντα, καθεῖλες Χαράλαμπες, σὺν Κρίσπῳ ἄφρονι, τὴν δυσσέβειαν, τὴν τούτων ἀπελέγξας, ἀνθ’ ὧν ἐστεφάνωσαι, χειρὶ τοῦ Κτίστου σου.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Βασίλειον κόσμον σε, ἡ Ἐκκλησία ἐκτήσατο, δαιμόνων διώκτην τε, θεῖε Χαράλαμπες, νοσημάτων τε, παντοίων ἐλατῆρα, διὸ ἑορτάζει σου, τὴν μνήμην Ἅγιε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Μαρίαν τὴν ἄχραντον, καὶ Θεοτόκον ὑμνήσωμεν, τὸ ὄρος τὸ ἅγιον, στάμνον τὴν πάγχρυσον, τὴν βαστάσασαν, τὸ φύσει θεῖον μάννα, τὸ τρέφον ἑκάστοτε, πιστούς τῇ χάριτι.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Οὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ᾠδὴ γ’
ὁ α’ χορός
Οὐκ ἔστιν Ἅγιος
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐκ ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών, καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε, Μάρτυς ἀξιάγαστε.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δυνάμει θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θράσος, τῶν ἀνόμων καθεῖλες, στρατιώτης ὡς στεῤῥός, Χαράλαμπες ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως.
ὁ α’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Αἱμάτων ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώματος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν, κατέσβεσαν, τῆς τρυφῆς, τὸν χειμάῤῥουν, σοὶ δὲ προεξένησαν.
ὁ β’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἁγίων Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότητος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μόνος Χριστός, ἣν διῆλθε, σώζων τὸ ἀνθρώπινον.
Κανὼν δεύτερος
ὁ α’ χορός
Τοὺς σοὺς ὑμνολόγους
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, πιστῶς συνελθόντας ἐν ναῷ τὴν Κάραν προσκυνῆσαί σου, τὴν θείαν καὶ σεβάσμιον, φρούρει καὶ πολεμήτορος.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκρὸν νεανίαν ἀναστήσας, δαιμόνων ὀφθείς τε ἐλατήρ, πλήθη βροτῶν ἐξέστησας, καὶ τῷ Χριστῷ προσήγαγες, μαρτυρικῷ ἐν αἵματι, χειρῶν ἁρπάσας τοῦ δράκοντος.
ὁ α’ χορός
Δόξα Πατρί…
Δεῦτε ἡ πληθὺς τῶν Χριστωνύμων, Κυρίου τὸν Μάρτυρα πιστῶς, αἰνέσωμεν καὶ στέψωμεν, αὐτοῦ τὴν Κάραν ᾄσμασι, πνευματικοῖς τὴν πάνσεπτον, πταισμάτων λύσιν ὡς εὕρωμεν.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Υἱὸν τοῦ Θεοῦ τὸν Θεὸν Λόγον, τὸν κόσμῳ ἀχώρητον παντί, ἐν τῇ γαστρὶ χωρήσασα, ἀγκάλαις σου ἐβάστασας, Παρθενομῆτορ ἄχραντε, Χριστιανῶν καταφύγιον.
Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις
Ὅτι σὺ εἶὁ Θεὸς ἡμῶν,…
ὁβ’ χορός
Κάθισμα Ἦχος γ’ – Θείας πίστεως
Στῦλος ἄσειστος τῆς Ἐκκλησίας, λύχνος ἄσβεστος τῆς οἰκουμένης, Ἀθλοφόρε ἀνεδείχθης Χαράλαμπες, καὶ ἀναλάμψας ἡλίου φαιδρότερον, τὴν τῶν εἰδώλων ἐλαύνεις σκοτόμαιναν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν θεάνθρωπον.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία,…
ὁ α’ χορός
…καὶ σῴζεις τοὺς δούλους σου.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰἔργα σου, καὶἐδόξασά σου τὴν θεότητα.
ὁ α’ χορὸς
Εἰσακήκοα, Κύριε, …
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾠδὴ δ’
ὁ β’ χορός
Χριστός μου δύναμις
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡραῖος γέγονας, χρισθεὶς ἐν αἵματι, τῆς σεπτῆς μαρτυρίας καὶ καλλοναῖς, ταύτης κατηγλάϊσαι, Χαράλαμπες τῶν ἀθλητῶν, ἐγκαλλώπισμα καὶ στήριγμα.
ὁ α’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δαιμόνων ξόανα, τῇ σῇ συνέτριψας, Ἀθλοφόρε, ἀνδρείᾳ, ναὸν σαὐτόν, τοῦ Ἁγίου Πνεύματος, καὶ καρτερίας ἀψευδοῦς, στήλην δείξας καὶ ὑπόδειγμα.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς ὕψος αἴροντες, τὰς χεῖρας Ἔνδοξε, οἱ τοῦ σκότους προστάται σοῦ τὰς πλευράς, ἔξεον τοῖς ὄνυξι, τὴν δι’ αἰῶνος ἀληθῆ, προξενοῦντές σοι ἀπόλαυσιν.
ὁ α’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἰσχὺς καὶ ὕμνησις, Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας ὑπερβολῇ, Πάναγνε χρηστότητος, καὶ λυτρωσάμενος ἡμᾶς, τῆς ἀρχαίας παραβάσεως.
Κανὼν δεύτερος
ὁ β’ χορός
Ὁ καθήμενος ἐν δόξῃ
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἀνεδέξατό σε, ὥσπερ χρυσοπτέρυγα πέλειαν, εἰς οὐρανίους σκηνώσεις ἀνιπτάμενον, ὡς ἀήττητον, ἀγωνιστὴν καὶ περίδοξον.
ὁ α’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ Μάρτυς ἔνδοξε, πρὸ βημάτων ἔστης, τῶν παρανομούντων ἀδείμαντος, καὶ τὸν Χριστὸν ἐλευθέρως ἀνεκήρυξας, Θεὸν τέλειον, φύσιν βροτῶν ἐνδυσάμενον.
ὁ β’ χορός
Δόξα Πατρί…
Μέγας ὄντως ἀνεδείχθη, θησαυρὸς καὶ πολύολβος, ἡ τιμία Κάρα, σοῦ τοῦ ἀηττήτου Χαράλαμπες, πολυποικίλους τὰς νόσους, τὴν πανώλην τε, ἀπελαύνουσα, νόσον δυνάμει τοῦ Πνεύματος.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τὴν πανάχραντον Μαρίαν, Θεοτόκον ὑμνήσωμεν, τὴν γεννησαμένην, τῆς δικαιοσύνης τὸν Ἥλιον, τὴν ἐπουράνιον πύλην τὴν εἰσάγουσαν, τοὺς δοξάζοντας,…
ὁ β’ χορός
…ταύτην Θεοῦ εἰς βασίλεια.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
ὁ β’ χορὸς
Φώτισον ἡμᾶς,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾠδὴ ε’
ὁ α’ χορός
Τῷ θείῳ φέγγει σου ἀγαθέ
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸ θεῖον πάθος τοῦ δι’ ἡμᾶς, πάθη ὑπομείναντος στεῤῥῶς, Μάρτυς Χριστοῦ μιμησάμενος, φέρεις τὰς ἐν ὅλῳ σώματι ἔνδοξε, τῶν ἥλων προσηλώσεις καρτερικώτατα.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ἀλογίαν τῶν διωκτῶν, Λόγος ὁ συνάναρχος Πατρί, ἐπανορθούμενος Πάνσοφε, λόγον τοῖς ἀλόγοις σαφῶς ἐντίθησι, λυθῆναι τῶν δεσμῶν σὲ διαγορεύουσι.
ὁ α’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοῖς ὀβελίσκοις περονηθείς, ἔτρωσας καρδίαν τοῦ δεινοῦ, τῶν γηγενῶν πολεμήτορος, λόγχῃ τῆς ἀνδρείας καὶ καρτερίας σου, θεόφρον Ἀθλοφόρε ἀξιοθαύμαστε.
ὁ β’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τῷ θείῳ φέγγει σου Ἀγαθή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς, φωταγώγησον, καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν σωτῆρα Χριστὸν κυήσασα.
Κανὼν δεύτερος
ὁ α’ χορός
Ἐξέστη τὰ σύμπαντα
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐξίστανται σύμπαντες, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σοῦ γὰρ πανσεβάσμιος ἡ Κάρα, νόσους ἐλαύνει, διώκει δαίμονας, καὶ πᾶσι προστρέχουσι πιστοῖς, ἴασιν χαρίζεται, καὶ κακῶν ἀπολύτρωσιν.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σωμάτων νοσήματα, καὶ τῶν ψυχῶν Χαράλαμπες, παύονται τῆς θείας κεφαλῆς σου, προσκυνουμένης, καὶ τιμωμένης σεπτῶς. Χριστὸς γὰρ δεδώρηται ἡμῖν, ταύτην ἰατήριον, καὶ δεινῶν ἀμυντήριον.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἐξέστησαν δαίμονες, καὶ Ἕλληνες οἱ ἄθεοι, βλέποντες τὰς χεῖρας κεκομμένας, καὶ κρεμαμένας τοῦ σώματός σου δεινῶς, Δουκὸς τοῦ παντόλμου ὑβριστοῦ, σὺ δ’ ὡς χριστομίμητος, τοῦτον αὖθις ὑγίανας.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ὁ Λόγος Πανάμωμε, Θεοῦ ὁ ἐνυπόστατος, ὥσπερ ὑετὸς ἐπὶ τὸν πόκον, ἐν τῇ γαστρί σου κατῆλθεν ἄχραντε, καὶ πᾶσαν τὴν φύσιν τῶν βροτῶν, ἔσωσε τῷ καύσωνι,…
ὁ α’ χορός
…ξηρανθεῖσαν τοῦ πτώματος.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς μεἀνάγαγε.
ὁ α’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, …
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας μεῥύσασθαι.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ᾠδὴ ς’
ὁ β’ χορός
Τοῦ βίου τὴν θάλασσαν
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπτὴρ ἐχρημάτισας, τῷ τῶν ἄθλων σου φωτί, φωταγωγῶν τὰ πέρατα, ὁμολογῶν τὸ ὄνομα τοῦ Χριστοῦ, τυράννων ἐνώπιον, Ἀθλοφόρε Κυρίου ἀξιάγαστε.
ὁ α’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐνθέου πυρούμενος, ἀγαπήσεως πυρί, τῷ δροσισμῷ τῆς πίστεως, τῶν δυσσεβούντων ἔσβεσας τὴν πυράν, Χριστοῦ τὰ θαυμάσια, τοῖς ἀπίστοις δεικνύων Ἀξιάγαστε.
ὁ β’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ζωῆς ἐφιέμενος, ἀθανάτου τῆς σαρκός, Χαράλαμπες ἐνέκρωσας, τὰς ἐμπαθεῖς κινήσεις καὶ προσευχῇ, νεκροὺς ἐξανέστησας, ἀνυμνῶν τὸν ἐν πᾶσί σε δοξάσαντα.
ὁ α’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Παθῶν με κλονούμενον, ἐναντίαις προσβολαῖς Μῆτερ Θεοῦ στερέωσον, ὡς ἀπαθείας τέξασα τὴν πηγήν, πρὸς σὲ γὰρ κατέφυγον, τῶν ἀνθρώπων τὸ μέγα καταφύγιον.
Κανὼν β’
ὁ β’ χορός
Τὴν θείαν ταύτην καὶ πάντιμον
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τοῦ Παμμάκαρος, δεῦτε τὴν πάντιμον, κάραν αὐτοῦ ἀσπασώμεθα, καὶ τῶν δεινῶν τὴν λύτρωσιν κομισώμεθα.
ὁ α’ χορός
Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πηγὴν ἰάσεων ἔχοντες, τὴν κάραν τὴν σεπτήν σου Χαράλαμπες, θερμῶς προστρέχομεν, ταύτῃ προσκύνησιν νέμοντες, καὶ τὸν Θεὸν ὑμνοῦντες τὸν σὲ δοξάσαντα.
ὁ β’ χορός
Δόξα Πατρί…
Μεγίστην χάριν ἀπείληφας, θεόθεν ἀθλητὰ γενναιότατε, Μάρτυς Χαράλαμπες, κάραν τὴν σὴν γὰρ ὁ Κύριος, τῶν ἰαμάτων κρήνην σαφῶς εἰργάσατο.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τὸ πῦρ ἐν σοὶ τῆς θεότητος, ἐσκήνωσεν ἁγνὴ θεονύμφευτε, καὶ οὐ κατέφλεξε, τὴν σὴν νηδὺν παμμακάριστε, ἐδρόσισε δὲ μᾶλλον καὶ κατεφώτισε.
Συναπτὴ μικράκαὶἡ Ἐκφώνησις
Σὺ γὰρ εἶὁ Βασιλεύς…
Κοντάκιον Ἦχος δ’
Ἐπεφάνης σήμερον
Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες, διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.
Ὁ Οἶκος
Τὸν στεῤῥὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν, ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος, διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.
Συναξάριον
Τῇ Ι’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους.
Στίχοι
· · Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους,
· · Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.
· · Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται.
Στίχοι
· · Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους,
· · Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται.
Στίχοι
· · Τὰς τρεῖς γυναῖκας ἀῤῥενωποὺς μηνύει,
· · Ἄῤῥην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξῖφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου.
Στίχοι
· · Εἰς ἀῤῥαβῶνα παρθένοις κόραις δύο,
· · Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα.
· · Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,
· · Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
· · Ἀναστάσιος, τὸν δρόμον τείνων πρόσω,
· · Γῆς ἐξαναστὰς πρὸς τὸνὝψιστον τρέχει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.
Στίχοι
· · Ζήνων τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα,
· · Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾨδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦὙψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ.Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ.Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴθ’.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάρια
ὁ α’ χορὸς
Γυναῖκες ἀκουτίσθητε
Ἐνθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὢ Χαράλαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.
ὁ β’ χορός
Θεοτοκίον
Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους, κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσεως, ταῖς σαῖς πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου.
ΑΙΝΟΙ
Ἦχοςα’
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁα’ χορός
Αἰνεῖτεαὐτόν, ἥλιοςκαὶσελήνη, αἰνεῖτεαὐτόν, πάντατὰἄστρακαὶτὸφῶς.
ὁβ’ χορός
Αἰνεῖτεαὐτόν, οἱοὐρανοὶτῶνοὐρανῶν, καὶτὸὕδωρτὸὑπεράνωτῶνοὐρανῶν.αἰνεσάτωσαντὸὄνομαΚυρίου.
ὁα’ χορός
Ὃτιαὐτὸςεἶπε, καὶἐγενήθησαν, αὐτὸςἐνετείλατο, καὶἐκτίσθησαν.
ὁβ’ χορός
Ἔστησεναὐτὰεἰςτὸναἰῶνα, καὶεἰςτὸναἰῶνατοῦαἰῶνος, πρόσταγμαἔθετο, καὶοὐπαρελεύσεται.
ὁα’ χορός
ΑἰνεῖτετὸνΚύριονἐκτῆςγῆς, δράκοντεςκαὶπᾶσαιἄβυσσοι.
ὁβ’ χορός
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμακαταιγίδος, τὰποιοῦντατὸνλόγοναὐτοῦ.
ὁα’ χορός
Τὰὄρηκαὶπάντεςοἱβουνοί, ξύλακαρποφόρα, καὶπᾶσαικέδροι.
ὁβ’ χορός
Τὰθηρίακαὶπάντατὰκτήνη, ἑρπετὰκαὶπετεινὰπτερωτά.
ὁα’ χορός
Βασιλεῖςτῆςγῆςκαὶπάντεςλαοί, ἄρχοντεςκαὶπάντεςκριταὶτῆςγῆς.
ὁβ’ χορός
Νεανίσκοικαὶπαρθένοι, πρεσβύτεροιμετὰνεωτέρων, αἰνεσάτωσαντὸὄνομαΚυρίου, ὅτιὑψώθητὸὄνομααὐτοῦμόνου.
ὁα’ χορός
Ἡἐξομολόγησιςαὐτοῦἐπὶγῆςκαὶοὐρανοῦ, καὶὑψώσεικέραςλαοῦαὐτοῦ.
ὁβ’ χορός
Ὕμνοςπᾶσιτοῖςὁσίοιςαὐτοῦ, τοῖςυἱοὶςἸσραήλ, λαῷἐγγίζοντιαὐτῷ.
ΨΑΛΜΟΣΡΜΘ‘ (149)
ὁα’ χορός
ᾌσατετῷΚυρίῳᾆσμακαινόν, ἡαἴνεσιςαὐτοῦἐνἐκκλησίᾳὉσίων.
ὁβ’ χορός
ΕὐφρανθήτωἸσραὴλἐπὶτῷποιήσαντιαὐτόν, καὶυἱοὶΣιὼνἀγαλλιάσθωσανἐπὶτῷβασιλεῖαὐτῶν.
ὁα’ χορός
Αἰνεσάτωσαντὸὄνομααὐτοῦἐνχορῷ , ἐντυμπάνῳκαὶψαλτηρίῳψαλάτωσαναὐτῷ.
ὁβ’ χορός
ὍτιεὐδοκεῖΚύριοςἐντῷλαῷαὐτοῦ, καὶὑψώσειπραεῖςἐνσωτηρίᾳ.
ὁα’ χορός
Καυχἠσονταιὅσιοιἐνδόξῃ, καὶἀγαλλιάσονταιἐπὶτῶνκοιτῶναὐτῶν.
ὁβ’ χορός
ΑἱὑψώσειςτοῦΘεοῦἐντῷλάρυγγιαὐτῶν, καὶῥομφαῖαιδίστομοιἐνταῖςχερσὶναὐτῶν.
ὁα’ χορός
Τοῦποιῆσαιἐκδίκησινἐντοῖςἔθνεσιν, ἐλεγμοὺςἐντοῖςλαοῖς.
ὁβ’ χορός
Τοῦδῆσαιτοὺςβασιλεῖςαὐτῶνἐνπέδαις, καὶτοὺςἐνδόξουςαὐτῶνἐνχειροπέδαιςσιδηραῖς.
ὁα’ χορός
Τοῦποιῆσαιἐναὐτοῖςκρῖμαἔγγραπτον. Δόξααὕτηἔσταιπᾶσιτοῖςὁσίοιςαὐτοῦ.
ὁβ’ χορός
ΑἰνεῖτετὸνΘεὸνἐντοῖςἉγίοιςαὐτοῦ, αἰνεῖτεαὐτὸνἐνστερεώματιτῆςδυνάμεωςαὐτοῦ.
ὁα’ χορός
Στίχ.Αἰνεῖτεαὐτὸνἐπὶταῖςδυναστείαιςαὐτοῦ, αἰνεῖτεαὐτὸνκατὰτὸπλῆθοςτῆςμεγαλωσύνηςαὐτοῦ.
‘ Τῶνοὐρανίωνταγμάτων
ΟἱτῆςἙλλάδοςνῦνπαῖδεςδεῦτεσυνδράμετε, καὶτὴντιμίανκάραν, κατασπάσασθεπάντες, τοῦθείουΧαραλάμπους, τὴντὸνΧριστὸνἐνσταδίῳκηρύξασαν, καὶἀπελέγξασανπλάνηντῶνδυσσεβῶν, καὶτὸνΚτίστηνμεγαλύνασαν.
ὁβ’ χορός
Στίχ. Αἰνεῖτεαὐτὸνἐνἤχῳσάλπιγγος, αἰνεῖτεαὐτὸνἐνψαλτηρίῳκαὶκιθάρᾳ.
ΟἱτῆςἙλλάδοςνῦνπαῖδες…
ὁα’ χορός
Στίχ. Αἰνεῖτεαὐτὸνἐντυμπάνῳκαὶχορῷ, αἰνεῖτεαὐτὸνἐνχορδαῖςκαὶὀργάνῳ.
ΤοῖςοὐρανίοιςἈγγέλοιςνῦνσυνηρίθμησαι, καὶπαρεστὼςΤριάδι, τῇἁγίᾳΤρισμάκαρ, αὐτὴνκαθικετεύειςὑπὲρἡμῶν, τῶνἐνπίστειτιμώντωνσου, τὴνπανσεβάσμιονκάραν, καὶτῶνδεινῶν, αἰτουμένωνἀπολύτρωσιν.
ὁβ’ χορός
Στίχ. Αἰνεῖτεαὐτὸνἐνκυμβάλοιςεὐήχοις, αἰνεῖτεαὐτὸνἐνκυμβάλοιςἀλαλαγμοῦ. ΠᾶσαπνοὴαἰνεσάτωτὸνΚύριον.
Λαμπροφανὴςκαὶπανένδοξοςἀνατέταλκεν, ἐντῇἙλλάδιπάσῃ, ἡπανέορτοςμνήμη, τοῦθείουΧαραλάμπους, διόπερλαμπρῶς, ἑορτάζεικατέχουσα, τὴνπανσεβάσμιονκάραν, τὴντὸνΧριστόν, ὡςθεάνθρωπονκηρύξασαν.
ὁ α’ χορός
Δόξα Πατρὶ… Ἦχος πλ. α’
Ὥσπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας, καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον Ἦχος ὁ αὐτὸς
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
· · Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
· · Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
· · Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶἍγιον Πνεῦμα,
ὁ β’ χορός
· · Κύριε ὁ Θεός, ὁἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
· · Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.
ὁ β’ χορός
· · Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
· · Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
· · Καταξίωσον, Κύριε, ἐν τῇἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
· · Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
· · Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
· · Κύριε, καταφυγὴἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
· · Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.
ὁ β’ χορός
· · Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
· · Παράτεινον τὸἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ Ἀπολυτίκιον Ἦχος δ’
Ταχὺ προκατάλαβε
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁα’ χορός
Ἦχοςβ´.
Στίχ. α‘. ἈγαθὸντὸἐξομολογεῖσθαιτῷΚυρίῳ, καὶψάλλειντῷὀνόματίσου, Ὕψιστε.
ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου, Σῶτερ, σῶσονἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ἈντίφωνονΒ‘
ὁβ’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁα’ χορός
Στίχ. β‘, Kαὶγὰρἐστερέωσετὴνοἰκουμένην, ἥτιςοὐσαλευθησεται.
Πρεσβείαιςτῶνἁγίωνσου, σῶσονἡμᾶς, Κύριε.
ὁβ’ χορός
Στίχ. γ‘, Θαυμαστοίοἱμετεωρισμοίτῆςθαλάσσης, θαυμαστόςἐνὑψηλοῖςὁΚύριος.
Πρεσβείαιςτῶνἁγίωνσου, σῶσονἡμᾶς, Κύριε.
ὁα’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁβ’ χορός
Δόξα Πατρί…
ὁα’ χορός
Καὶνῦν…
ὁβ’ χορός
ὉμονογενὴςΥἱὸςκαὶΛόγοςτοῦΘεοῦ, ἀθάνατοςὑπάρχων, καὶκαταδεξάμενος, διὰτὴνἡμετέρανσωτηρίαν, σαρκωθῆναιἐκτῆςἁγίαςΘεοτόκουκαὶἀειπαρθένουΜαρίας, ἀτρέπτωςἐνανθρωπήσας, σταυρωθείςτε, ΧριστὲὁΘεός, θανάτῳθάνατονπατήσας, ΕἷςὢντῆςἁγίαςΤριάδος, συνδοξαζόμενοςτῷΠατρὶκαὶτῷἁγίῳΠνεύματι, σῶσονἡμᾶς
ἈντίφωνονΓ‘
Στίχ. ΔίκαιοςὡςφοῖνιξἀνθήσεικαὶὡσεὶκέδροςἡἐντῷΛιβάνῳπληθυνθήσεται.
Ἀπολυτίκιον Ἦχοςδ‘
Ταχὺπροκατάλαβε
Ὡςστῦλοςἀκλόνητος, τῆςἘκκλησίαςΧριστοῦ, καὶλύχνοςἀείφωτοςτῆςοἰκουμένηςσοφέ, ἐδείχθηςΧαράλαμπες, ἔλαμψαςἐντῷκόσμῳ, διὰτοῦμαρτυρίου, ἔλυσαςτῶνεἰδώλων, τὴνσκοτόμαινανμάκαρ, διὸἐνπαῤῥησίᾳΧριστῷ, πρέσβευεσωθῆναιἡμᾶς.
Στίχ.Τοῖςἁγίοιςτοῖςἐντῇγῇαὐτοῦ, ἐθαυμάστωσενὁΚύριοςπάντατὰθελήματααὐτοῦἐναὐτοῖς.
Ὡςστῦλοςἀκλόνητος…
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικὸν
ὁα’ χορός
( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)
ΔεῦτεπροσκυνήσωμενκαὶπροσπέσωμενΧριστῷ, σῶσονἡμᾶςΥἱὲΘεοῦὁἐνἉγίοιςθαυμαστὸς…..
ὁβ’ χορὸς
…ψάλλοντάςσοι, Ἀλληλούϊα.
ὁα’ χορός
( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)
Ἀπολυτίκιον Ἦχοςδ‘
Ταχὺπροκατάλαβε
Ὡςστῦλοςἀκλόνητος, τῆςἘκκλησίαςΧριστοῦ, καὶλύχνοςἀείφωτοςτῆςοἰκουμένηςσοφέ, ἐδείχθηςΧαράλαμπες, ἔλαμψαςἐντῷκόσμῳ, διὰτοῦμαρτυρίου, ἔλυσαςτῶνεἰδώλων, τὴνσκοτόμαινανμάκαρ, διὸἐνπαῤῥησίᾳΧριστῷ, πρέσβευεσωθῆναιἡμᾶς.
ὁβ’ χορός
ΤοῦΝαοῦ
ὁα’ χορός
( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)
ΚοντάκιονἮχοςβ‘
ΠροστασίατῶνΧριστιανῶνἀκαταίσχυντε, μεσιτείαπρὸςτὸνΠοιητὴνἀμετάθετε, μὴπαρίδῃςἁμαρτωλῶνδεήσεωνφωνάς, ἀλλὰπρόφθασον, ὡςἀγαθή, εἰςτὴνβοήθειανἡμῶν, τῶνπιστῶςκραυγαζόντωνσοι. Τάχυνονεἰςπρεσβείαν, καὶσπεῦσονεἰςἱκεσίαν, ἡπροστατεύουσαἀεί, Θεοτόκε, τῶντιμώντωνσε.
Τρισάγιον.
ὉἈπόστολος
Ἀπόστολος (Β´ Τιμ. β´ 1-10).
Προκείμενον. Ἦχος βαρύς
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;
Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
ΤέκνονΤιμόθεε, ἐνδυναμοῦἐντῇχάριτιτῇἐνΧριστῷ᾽Ιησοῦ, καὶἃἤκουσαςπαρ᾽ἐμοῦδιὰπολλῶνμαρτύρων, ταῦταπαράθουπιστοῖςἀνθρώποις, οἵτινεςἱκανοὶἔσονταικαὶἑτέρουςδιδάξαι. ΣυγκακοπάθησονὡςκαλὸςστρατιώτηςΧριστοῦ᾽Ιησοῦ. Οὐδεὶςστρατευόμενοςἐμπλέκεταιταῖςτοῦβίουπραγματείαις, ἵνατῷστρατολογήσαντιἀρέσῃ·ἐὰνδὲκαὶἀθλῇτις, οὐστεφανοῦταιἐὰνμὴνομίμωςἀθλήσῃ. Τὸνκοπιῶνταγεωργὸνδεῖπρῶτοντῶνκαρπῶνμεταλαμβάνειν. Νόειὃλέγω·δώσειγάρσοιὁκύριοςσύνεσινἐνπᾶσιν. Μνημόνευε᾽ΙησοῦνΧριστὸνἐγηγερμένονἐκνεκρῶν, ἐκσπέρματοςΔαυίδ, κατὰτὸεὐαγγέλιόνμου·ἐνᾧκακοπαθῶμέχριδεσμῶνὡςκακοῦργος, ἀλλὰὁλόγοςτοῦθεοῦοὐδέδεται. Διὰτοῦτοπάνταὑπομένωδιὰτοὺςἐκλεκτούς, ἵνακαὶαὐτοὶσωτηρίαςτύχωσιντῆςἐνΧριστῷ᾽Ιησοῦ μετὰδόξηςαἰωνίου.
Ἀλληλούϊα(γ’)Ἦχος α΄
Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.
Εὐαγγέλιον
ἘκτοῦκατὰἸωάννην.(᾽Ιω. ιε´ 17 – ις´ 2).
ΕἶπενὁΚύριοςτοῖςἑαυτοῦμαθηταῖς·Ταῦταἐντέλλομαιὑμῖν, ἵναἀγαπᾶτεἀλλήλους. Εἰὁκόσμοςὑμᾶςμισεῖ, γινώσκετεὅτιἐμὲπρῶτονὑμῶνμεμίσηκεν. Εἰἐκτοῦκόσμουἦτε, ὁκόσμοςἂντὸἴδιονἐφίλει·ὅτιδὲἐκτοῦκόσμουοὐκἐστέ, ἀλλ᾿ἐγὼἐξελεξάμηνὑμᾶςἐκτοῦκόσμου, διὰτοῦτομισεῖὑμᾶςὁκόσμος. Μνημονεύετετοῦλόγουοὗἐγὼεἶπονὑμῖν·οὐκἔστιδοῦλοςμείζωντοῦκυρίουαὐτοῦ. εἰἐμὲἐδίωξαν, καὶὑμᾶςδιώξουσιν·εἰτὸνλόγονμουἐτήρησαν, καὶτὸνὑμέτεροντηρήσουσιν. Ἀλλὰταῦταπάνταποιήσουσινὑμῖνδιὰτὸὄνομάμου, ὅτιοὐκοἴδασιτὸνπέμψαντάμε. Εἰμὴἦλθονκαὶἐλάλησααὐτοῖς, ἁμαρτίανοὐκεἶχον·νῦνδὲπρόφασινοὐκἔχουσιπερὶτῆςἁμαρτίαςαὐτῶν. Ὁἐμὲμισῶνκαὶτὸνπατέραμουμισεῖ. Εἰτὰἔργαμὴἐποίησαἐναὐτοῖςἃοὐδείςἄλλοςπεποίηκεν, ἁμαρτίανοὐκεἶχον·νῦνδὲκαὶἑωράκασικαὶμεμισήκασικαὶἐμὲκαὶτὸνπατέραμου. Ἀλλ᾿ἵναπληρωθῇὁλόγοςὁγεγραμμένοςἐντῷνόμῳαὐτῶν, ὅτιἐμίσησάνμεδωρεάν. Ὅτανδὲἔλθῃὁπαράκλητοςὃνἐγὼπέμψωὑμῖνπαρὰτοῦπατρός, τὸΠνεῦματῆςἀληθείαςὃπαρὰτοῦπατρὸςἐκπορεύεται, ἐκεῖνοςμαρτυρήσειπερὶἐμοῦ·καὶὑμεῖςδὲμαρτυρεῖτε, ὅτιἀπ᾿ἀρχῆςμετ᾿ἐμοῦἐστε. Ταῦταλελάληκαὑμῖνἵναμὴσκανδαλισθῆτε. Ἀποσυναγώγουςποιήσουσινὑμᾶς·ἀλλ᾿ἔρχεταιὥραἵναπᾶςὁἀποκτείναςὑμᾶςδόξῃλατρείανπροσφέρειντῷΘεῷ.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
ΚαὶκαθεξῆςἡΘείαΛειτουργίατοῦἹεροῦΧρυσοστόμου
Εἰςτό, Ἐξαιρέτως
ὁα’ χορός
Ἄξιόνἐστινὡςἀληθῶς, μακαρίζεινσὲτὴνΘεοτόκον, τὴνἀειμακάριστονκαὶπαναμώμητονκαὶμητέρατοῦΘεοῦἡμῶν. ΤὴντιμιωτέραντῶνΧερουβεὶμκαὶἐνδοξοτέρανἀσυγκρίτωςτῶνΣεραφείμ, τὴνἀδιαφθόρωςΘεὸνΛόγοντεκοῦσαν, τὴνὄντωςΘεοτόκον, σὲμεγαλύνομεν.
ὁ β’ χορός
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀπόλυσις
10 ΦΕΒ14 ΕΟΡΤΗ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ