«Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων∙» ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ ΗΧΟΣ ΠΛ. Α΄ ΧΟΡΟΣ ΑΡΧΟΝΤΟΣ ΠΡΩΤΟΨΑΛΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΚΑΡΑΜΑΝΗ

Δόξα… Ἦχος πλ. α’

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων∙ χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τῶν Διδασκάλων ἡμῶν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑπερμεγέθεις, τρεῖς καλλιρρόους ἀειζώους τοῦ Πνεύματος∙ ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος, τρισσοὺς Ἱερομύστας, συνελθόντες εὐφημήσωμεν∙ οἱ φιλόσοφοι τοὺς σοφούς, οἱ Ἱερεῖς τοὺς ποιμένας, οἱ ἁμαρτωλοὶ τοὺς προστάτας, οἱ πένητες τοὺς πλουτιστάς, οἱ ἐν θλίψεσι τοὺς παραμυθοῦντας, τοὺς συνοδίτας οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τοὺς κυβερνήτας, οἱ πάντες τοὺς πανταχοῦ θερμῶς προφθάνοντας, θείους Ἀρχιεράρχας, ἐγκωμιάζοντες οὕτως εἴπωμεν∙ Πανάγιοι Διδάσκαλοι, σπεύσατε ἐξελεῖν τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦσαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς.

«ΤΟΥΣ ΤΡΕΙΣ ΜΕΓΙΣΤΟΥΣ ΦΩΣΤΗΡΑΣ» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ ΗΧΟΣ Α΄ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον Ἦχος α’

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσορρήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

Εορτάζοντες την 30ην του μηνός Ιανουαρίου

https://i0.wp.com/www.pigizois.net/sinaxaristis/01/30.jpg


  https://i0.wp.com/www.pigizois.net/sinaxaristis/01/30b.jpg

  • ΟΙ ΑΓΙΟΙ ΤΡΕΙΣ ΙΕΡΑΡΧΕΣ

  • ΟΙ ΑΓΙΟΙ ΙΠΠΟΛΥΤΟΣ πάπας Ρώμης, ΚΕΝΣΟΥΡΙΝΟΣ, ΣΑΒΙΝΟΣ (ή Σαβαΐνος), ΧΡΥΣΗ ( ή Αύρα), ΦΗΛΙΞ, ΜΑΞΙΜΟΣ, ΕΡΚΟΥΛΙΟΣ (ή Έρκουλίνος), ΒΕΝΕΡΙΟΣ, ΣΤΥΡΑΚΙΟΣ, ΜΗΝΑΣ, ΚΟΜΟΔΟΣ, ΕΡΜΗΣ, ΜΑΥΡΟΣ, ΕΥΣΕΒΙΟΣ, ΡΟΥΣΤΙΚΟΣ, ΜΟΝΑΓΡΙΟΣ, ΑΜΑΝΔΙΝΟΣ, ΟΛΥΜΠΙΝΟΣ (ή Ολύμπιος), ΚΥΠΡΟΣ, ΘΕΟΔΩΡΟΣ τριβούνιος, ΜΑΞΙΜΟΣ πρεσβύτερος, ΑΡΧΕΛΑΟΣ διάκονος, ΚΥΡΙΑΚΟΣ (ή Κυρίνος) επίσκοπος, ΜΑΞΙΜΟΣ άλλος πρεσβύτερος.

  • Η ΑΓΙΑ ΧΡΥΣΗ

  • Ο ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ο Νέος

  • Ο ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ ο εκ Μυτιλήνης

  • Της Παναγίας Θεοτόκου, πέραν της Γωργίας.

  • Ανάμνησις ευρέσεως εν Τήνω της ιεράς εικόνος της Ευαγγελιστρίας το 1823.

 

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 30ην του μηνός Ιανουαρίου