ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ 2014

25 ΙΑΝΟΥΑΡΙΟΥ 2014

+Το ν γοις Πατρς μν Γρηγορου
ρχιεπισκπου Κωνσταντινουπλεως το Θεολγου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

χος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

πολυτκιον  χος α’

ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας, ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί…

ποιμενικὸς αὐλὸς…

ὁ α’ χορός

Κα νν… Θεοτοκον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, δι το τκου σου.

 Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

Μετ τν αΣτιχολογαν

αχορὸς

Κθισμα  χος γ

Θεας πστεως

Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας, ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

βχορὸς

Δξα Πατρὶ

Θείαν ἔλλαμψιν κεκληρωμένος…….

αχορὸς

Κα ννΘεοτοκον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετ τν βΣτιχολογαν

ὁ α’ χορὸς

Κθισμα  χος πλ. α’

Τν συνναρχον Λγον

Γρηγορήσας τῷ λόγῳ τῆς ἀληθείας Χριστοῦ, τῆς Τριάδος τὸ κράτος ἐθεολόγησας, τὴν Ἀρείου δυσσεβῆ καὶ παράνομον, κακοδοξίαν καθελών, ὡς εὐσεβείας ἀριστεύς, καὶ πρόμαχος Ἱεράρχα, ἐφώτισας τοὺς ἐν σκότει, τῆς ἀγνωσίας καθεύδοντας.

ὁ β’ χορὸς

Δξα Πατρὶ…

Γρηγορήσας τῷ λόγῳ τῆς ἀληθείας………

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Τῆς ψυχῆς μου τὰ πάθη τὰ  πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον Πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχάς προσφέρειν καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.

Μετ τν Πολυλεον

ὁ α’ χορὸς

Κθισμα  χος πλ. δ’

Τν Σοφαν κα Λόγον

Στηλιτεύων τὴν πλάνην τῶν δυσσεβῶν, τὰς Γραφὰς διανοίγων θεοπρεπῶς, ἐξέπεμψας δόγματα, ὑπὲρ μέλι ἡδύνοντα, τῶν πιστῶν τὰς καρδίας, σαφῶς ἀξιάγαστε, τῇ Τριάδι λατρεύειν, ἐν Μονάδι θεότητος, ὅθεν τοῦ Σωτῆρος, τὴν μορφὴν ἐν εἰκόνι προέστησας ἀσπάζεσθαι, σχετικῶς τὸ ἀνθρώπινον. Θεολόγε Γρηγόριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Δξα Πατρὶ…

Στηλιτεύων τὴν πλάνην………

 

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Δεῦτε πάντα τὰ Ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες. Χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος, χαῖρε μόνη Κυρία, τοῦ κόσμου πανάχραντε, χαῖρε τὸ δοχεῖον, τῆς ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήπατον, Μαριὰμ Ἀειπάρθενε, Θεότοκε πανύμνητε, χαῖρε πάνσεμνε Νύμφη ἡλιοστόλιστε, χαῖρε πάντων χαρὰ τῶν ὑμνούντων σε.

Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός 

Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ β’ χορός

Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ α’ χορός 

Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τς καρδίας μου σύνεσιν.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον.

Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

χος β’

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς:

Κύριε, ἐλέησον (γ’). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

 Εὐαγγέλιον

 (᾽Ιω. ι´ 1-9)

ὁ Ἱερεὺς: Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους΄ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·  ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.  Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά.  Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ·  Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.  Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.  Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.  Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.  Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, κα νομν ερσει. 

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

 Ἦχος πλ.β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Κα τ διμελον 

σιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Θεολόγε Γρηγόριε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τ μγα λεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

 Τῆς Θεοτόκου.

ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.  

 Το γου  οὗ ἡ ἀκροστιχίς

Τν θεορμονα Γρηγριον τν οδιμον δω.

Ποίημα Θεοφάνους. 

ᾠδὴ α’  Ἦχος α’

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Χριστς γεννται

Τὸν θεολόγον τὸν δεύτερον, τὸν στῦλον τοῦ φωτὸς τὸν οὐράνιον, σοφίας Θεοῦ τὴν σάλπιγγα, δεῦτε τῶν τούτου λόγων οἱ ἐρασταί, πόθῳ συνελθόντες, εὐφημήσωμεν αὐτὸν ὡς θεοκήρυκα.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λόγος Πάτερ ὁ ἄναρχος, ὁ πάντων ὡς Θεὸς προμηθούμενος, προνοητικῇ δυνάμει σε, μάκαρ τῇ Ἐκκλησίᾳ, οἵα Μητρί, λόγῳ καὶ σοφίᾳ, χαριτώσας σου τὸν νοῦν, δῶρον χαρίζεται.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Νοῦν ἡγεμόνα ποιούμενος, παθῶν τῶν τῆς σαρκὸς κετεκράτησας, καὶ χωρητικὸς γενόμενος, θείων ἀπαυγασμάτων, ἕνα Θεόν, ἐν τρισὶ προσώποις, κατεφώτισας ἡμᾶς, σέβειν Γρηγόριε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Θεοῦ Σοφία πανάμωμε, τὸν οἶκον ἑαυτῆς ᾠκοδόμησεν, ἐν τῇ σῇ γαστρὶ σκηνώσασα, τῇ κεχαριτωμένῃ, καὶ ὑπὲρ νοῦν, τούτω ἑνωθεῖσα, καθ’ ὑπόστασιν Ἁγνή, ὤφθη ὡς ἄνθρωπος.

τερος Κανν, ποιηθες παρ το γου Κοσμ.

δ α’  χος ατς

ὁ α’ χορὸς

Ερμς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἔπαινον θεπτης

ύσιον ἀρχεγόνου, ἡμετέρων τε παθῶν αἷμα θεόῤῥυτον, ἵστασο προσπένδων, καὶ νῦν τῶν πιστῶν, Γρηγόριε πάνσοφε, Θεὸν διδοὺς ἡμῖν εὐδιάλλακτον.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ύσιον ἀρχεγόνου,… 

ὁ α’ χορὸς

Δξα Πατρὶ… 

Πλάκας θεοχαράκτους, ὑπὸ γνόφον Μωϋσῆς εἶλεν εἰσδύνας ποτέ, σὺ δὲ ταῖς φρεσὶν ἐνστησάμενος, θεοδόχον τράπεζαν, ὁλοσχερῶς Θεοῦ ἀντεβόλησας.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Θέλων δι’ εὐσπλαγχνίαν, ἐκ θανάτου καὶ φθορᾶς, ἀνακαλέσασθαι, φύσιν τῶν βροτῶν ὁ Ὑπέρθεος, Παρθένε πανάμωμε, τὴν καθαρὰν νηδύν σου κατῴκησεν.

Τῆς Θεοτόκου.

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

 

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

δ γ’

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τ πρ τν αἰώνων

χων τῆς σοφίας, τὴν πηγὴν ἀενάως βλυστάνουσαν, τῶν θεοσόφων διδαγμάτων, τὴν Χριστοῦ Ἐκκλησίαν, Παμμάκαρ ἐπλήρωσας, τῷ ἐπὶ πάντων βοῶσαν Θεῷ, Ἅγιος εἶ Κύριε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

τῆς εὐσεβείας, μεγαλόφωνος κῆρυξ καὶ εὔσημος, θεολογίας θεολόγος, θησαυρὸν θεωρίας, ἀφθόνως προβάλλεται, καὶ διανέμει πλουσίως ἡμῖν, πλοῦτον ἀναφαίρετον.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ήτωρ ὁ πυρίπνους, ἡ θεόφθογγος λύρα τῆς χάριτος, τῇ θεολόγῳ ἐπιπνοίᾳ, καὶ φθογγῇ θεοπνεύστῳ, ἠχήσας λαμπρότατα, τρισυποστάτου οὐσίας ἡμῖν, μέλος ἐμελώδησεν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Θεογεννήτωρ, ἡ Βασίλισσα πάσης τῆς κτίσεως, τὸν Βασιλέα τῶν ἁπάντων, δυσωποῦσα μὴ παύσῃ, Χριστόν, ὃν ἡμῖν ἐγέννησας, εἰς σωτηρίαν τῶν ἐπὶ γῆς, σῶσαι τούς ὑμνοῦντάς σε.

τερος Κανν

Ερμς

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

τν πρ συλλψεως

δι’ ὀλισθήσεως προδήλου γαστρός, τῇ τεκούσῃ προφανεῖς Ὅσιε Πάτερ, ἐπωνυμίαν φέρων, τὴν ἐπαξίαν ὄρχαμε σοφῶν, ἐνδιαθέτως, Χαίροις Πάτερ σοι κραυγάζομεν.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

δι’ ὀλισθήσεως προδήλου γαστρός…

ὁ α’ χορὸς

Δξα Πατρὶ…

πρὸ τοῦ ἐλέσθαι πονηρὰ συζυγῆ, καὶ συνέριθον λαβὼν φάσμασι θείοις, θεοειδῆ ἁγνείαν, καὶ σωφροσύνην πρόμαχε πιστῶν, ἀγαλλιῶντες, χαίροις Πάτερ σοι κραυγάζομεν. 

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Εὔας τῆς προμήτορος ἀνώρθωσας, τὸ ὀλίσθημα τὸ πρὶν ὑποδεξαμένη, τὸν τοὺς κατεῤῥαγμένους ἐπανορθοῦντα, Λόγον τοῦ Πατρός, τῇ ἀηττήτῳ, δυναστεᾳ Μητροπρθενε.

 Συναπτ μικρ κα  κφνησις

 τι σ ε Θες μν,… 

ὁ β΄ χορὸς

Κθισμα  χος πλ. δ

Τν Σοφαν κα Λγον 

ξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κῆρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας, τῶν Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς Πίστεως πρόμαχος, ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεολόγε Γρηγόριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

αχορὸς

Δξα ΠατρΚα ννΘεοτοκον

ταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με σύνταξον δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου σκότους, καὶ πάσης κολάσεως, τὸν σὸν ἀχρεῖον δοῦλον, ἐξάρπασον Ἄχραντε, ἵνα εὐχαρίστως, μεγαλύνω τὸν πλοῦτον, τῆς σῆς ἀγαθότητος, Θεοτόκε πανύμνητε, καὶ βοῶ σοι γηθόμενος. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Τῆς Θεοτόκου.

δ δ

βχορὸς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

αχορὸς

Εἰσακήκοα, Κύριε, … 

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. 

 δ δ  

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥάβδος κ τς ῥίζης εσσα

Μύστης τῆς Τριάδος γεγονώς, τῇ ταύτης κατελάμπρυνας, τὴν οἰκουμένην ἐπιγνώσει σοφέ, δογμάτων μαρμαρυγάς, ἐξαστράπτων Ὅσιε, τῆς σῆς ἀκριβοῦς διδασκαλίας, ἣν μελετῶντες ἀεί, πάντες εὐσεβῶς ἀνυμνοῦμέν σε.

αχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ρθρος εὐσεβείας φαεινός, ἀκτῖνα τὴν τρισήλιον, εἰσδεδεγμένος ἐξανέτειλας, καὶ νύκτα τὴν ζοφεράν, δυσσεβῶν αἱρέσεων, αἴγλῃ τῶν σοφῶν σου διδαγμάτων, ἐδίωξας καὶ ψυχάς, Πάτερ τῶν πιστῶν κατεφαίδρυνας.

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοῦν τὸν ὑπερούσιον πηγήν, τοῦ Λόγου καὶ τοῦ Πνεύματος, ἐξ ἀϊδίου θεολόγῳ βροντῇ, Παμμάκαρ θεολογῶν, εὐσεβῶς ἐδίδαξας, τοῦτο παρ’ αὐτῆς μεμυημένος, τῆς ὄντως θεαρχικῆς, καὶ τῆς ἀρχιφώτου θεότητος.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Γνώμῃ πρὶν πεσόντα τὸν Ἀδάμ, ἀνέστησας Πανάμωμε, τὴν ἐνυπόστατον τεκοῦσα ζωήν, ἐκ μήτρας παρθενικῆς, ἁγνισθείσης Πνεύματι, καὶ πρὸς ἀπαθῆ καὶ θειοτέραν ἀκήρατόν τε φυγήν, τοῦτον ἐπανήγαγες Δέσποινα.

τερος Κανν

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ερμς

Σν τ θαυμασῳ στς

Τὰς πλησιφαεῖς καὶ πέλας Θεοῦ ταξιαρχίας ἐκμιμούμενος Πάνσοφε, τὰ ὑπὲρ ταύτας ταῖς φρεσὶ περιπολεύων, πρὸς τὸν βυθὸν κατείληφας, τὴν ὑπέρτατον στάσιν, ἐντεῦθεν πλοῦτον φέρων, ἀνθρώποις ἀναφαίρετον.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Τὰς πλησιφαεῖς καὶ πέλας Θεοῦ… 

ὁ β’ χορὸς

Δξα Πατρὶ… 

τὸν οὐ ληπτὸν εἰσδύνας γνόφον, καὶ ὡς ἐκ πέτρας ἐπαθρήσας ὀπίσθια, συγκεκραμένην ὑλικῇ ἄϋλον φύσιν, καὶ ἀσυγχύτου μίξεως, χρηματίσας σημάντωρ, Χριστοῦ θεράπον, τοῦτον τοῖς δούλοις φέροις ἵλεων.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

ρος ἀνεδείχθης σὺ νοητόν, ὅθεν ἐτμήθη ἀποῤῥήτως ὁ ἔντιμος λίθος, λεπτύνων ζοφερᾶς πλάνης εἰκόνα, καὶ φωτισμῷ τῆς χάριτος, καταυγάζων τοὺς πίστει, ἀναβοῶντας, Κύριε,…

ὁ β’ χορὸς

δόξα τῇ δυνάμει σου.

Τῆς Θεοτόκου.

δ ε’

ὁ α’ χορὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

ὁ β’ χορὸς

Φώτισον ἡμᾶς,… 

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

 δ ε’

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Θες ν ερνης

ημάτων ὁ φθόγγος, ὁ θεῖος τῶν σῶν, καὶ δογμάτων, ἡ χάρις ἡ ἔνθεος, ὡς τάχος ἀστραπῆς, πᾶσαν ἐπέδραμε τὴν γῆν, Τριάδα ἐν Μονάδι, Μονάδα ἐν Τριάδι, προσκυνεῖν Θεολόγε, θεολογῶν καὶ ἐκδιδάσκων ἡμᾶς.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ράσθης τῆς ὄντως, σοφίας Θεοῦ, καὶ τῶν λόγων τὸ κάλλος ἠγάπησας, καὶ πάντων προτετίμηκας, τερπνῶν τῶν ἐπὶ γῆς, διὸ σε τῷ στεφάνῳ, Παμμάκαρ τῶν χαρίτων, εὐπρεπῶς ἐκόσμησε, καὶ θεολόγον ἀπειργάσατο.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γνωστῶς σὺ τὸν Ὄντα, ὡς πάλαι Μωσῆς, καθορᾶν θεοῤῥῆμον ἐπόθησας, καὶ τούτου τὰ ὀπίσθια, τῇ πέτρᾳ σκεπασθείς, ἰδεῖν κατηξιώθης, καὶ πέλαγος τῆς θείας, ἐμυήθης οὐσίας, ἀκαταλήπτως φανερούμενον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

πάλαι τὴν Εὔαν, μητέρα τὴν σήν, διαπλάσας ἐκ σοῦ σεσωμάτωται, ἐκείνης τὸ κατάκριμα, καὶ τὴν παρακοήν, προδήλως θεραπεύων, καὶ λύων ὡς οἰκτίρμον, καὶ Δεσπότης τῶν ὅλων, Θεογεννῆτορ Μητροπάρθενε.

τερος Κανν

Ερμς

ὁ α’ χορὸς

Ἄνθρακα πυρς τν σαΐου

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

λῳ τῷ πυρὶ τῆς θεοπτίας, Παμμακάριστε Γρηγόριε, προσερπύσας καθαρότητι νοῦ καὶ ψυχῆς, ἀπλήστως αὐτοχερσί, τὸ τριλαμπὲς ἐξήντλησας φῶς ἰσοθέατον.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

λῳ τῷ πυρὶ τῆς θεοπτίας…

ὁ α’ χορὸς

Δξα Πατρὶ…

Ταῖς μαρμαρυγαῖς περιπαρεῖς, τοῦ τρισηλίου ἀμαρύγματος, ἐκ τῆς αἴγλης πυρωθεὶς δέ, καὶ θείαις βολαῖς τὸν νοῦν ἐλλαμπόμενος, ἀντανακλώσας ἀκτῖνας, πᾶσιν ἐξέλαμψας.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Φῶς τὸ ἐκ φωτὸς τὸν τοῦ Πατρός, μονογενῆ Λόγον τὸν ἄναρχον, δεξαμένη Μητροπάρθενε, πύλη φωτός, σαφῶς ἐχρημάτισας, δικαιοσύνης Ἥλιον,…

ὁ α’ χορὸς

πᾶσιν ἀστράψασα.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ς’

ὁ β’ χορὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

ὁ α’ χορὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, …

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

δ ς’

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Σπλγχνων ωνν

είθροις τῶν σοφῶν, δογμάτων σου πάνσοφε, Ἀρείου τὸν νοῦν τὸν θολερώτατον κατεξήρανας, ἐν γαλήνῃ φυλάττων τὴν ποίμνην σου, ἀπερίκλυστον, καθάπερ λογικὴν κιβωτόν, ᾗπερ εὐσεβείας σπέρματα, ἐναπέθου τὸ κάλλος τῶν λόγων σου.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

να τῆς σεπτῆς, Τριάδος τὴν ἔλλαμψιν, πλουτήσῃς τὸν νοῦν, Πάτερ ἐστίλβωσας ἀκηλίδωτον, ὡς καινὸν καὶ νεόσμηκτον ἔσοπτρον, δι’ ἀσκήσεως ἀρίστης ἐργασάμενος, ἔνθεν καὶ θεοειδέστατος, ἀνεδείχθης ταῖς θείαις ἐμφάσεσιν.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

λος συγκραθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, ἐγένου φωστήρ, Πάτερ ὁλόφωτος, τῇ λαμπρότητι, τῶν σῶν λόγων φωτίζων τὰ πέρατα, καὶ τῇ τῆς θεολογίας καθαρότητι, τέρπων τὴν τερπνὴν ὁμήγυριν, τῶν πιστῶν Θεολόγε Γρηγόριε.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον  

Τόμος καθαρὸς τὸν Λόγον δεχόμενος, γραφόμενον νῦν, τὸν ἀπερίγραπτον, τῇ θεότητι, ἐγνωρίσθης Προφήταις καὶ πρότερον, Μητροπάρθενε Μαρία Θεονύμφευτε, σὺ γάρ, τὸν ἀπεριόριστον, ἐν γαστρί σου ἀφράστως ἐχώρησας.

τερος Κανν

Ερμς

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

διαπντιον, πομείνας συμφορν

ὑποβρύχιος, ταῖς φρεσὶν οὐ γεγονώς, κευθμῶνας, θείου ἐρευνήσας βυθοῦ, ἐκ δὲ τούτων, μαργαρίτην ἀρυσάμενος, σὺ τῷ Δεσπότη, καὶ σιγὴν ὥσπερ λόγον, Γρηγόριε τέθεικας πανάριστε.  

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

ὑποβρύχιος, ταῖς φρεσὶν οὐ γεγονώς,..

ὁ β’ χορὸς

Δξα Πατρὶ… 

δι’ ἐντεύξεως, καθαρὰς ἀγριουμένην κατευνάσας, ἄλλα καὶ τῶν ξένων ἀποπτύσας λόγων ἅλμην, σὺ τῷ Δεσπότῃ ὡς οὐράνιος σταγών, λαὸν πιστὸν ἥρμοσας Γρηγόριε.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

περινόητον, ἀνθρωπίνοις λογισμοῖς, τὸ μυστήριον Μήτηρ Θεοῦ, τῆς ἀῤῥήτου καὶ φρικτῆς λοχείας τῆς σῆς, σὺ γὰρ Παρθένε τὸν τῶν ὅλων Ποιητήν, τεκοσα Παρθνος διετλεσας.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

 Κοντκιον  χος γ’ – Παρθνος σμερον

Θεολόγῳ γλώττῃ σου, τὰς συμπλοκὰς τῶν ῥητόρων, διαλύσας ἔνδοξε, ὀρθοδοξίας χιτῶνα, ἄνωθεν ἐξυφανθέντα τὴν Ἐκκλησίαν, ἐστόλισας, ὃν καὶ φοροῦσα, σὺν ἡμῖν κράζει, τοῖς σοῖς τέκνοις. Χαίροις Πάτερ, θεολογας νος κρτατος.

Οκος

κ τῆς θεολογικῆς, καὶ ὑψηλῆς σοφίας σου ἔμπλησόν μου τὸν νοῦν, τὸν πτωχὸν καὶ ταλαίπωρον, ὅπως ἀνυμνήσω τὸν βίον σου Πάτερ, οὐ γὰρ ἰσχύσω λόγον προσάξαι σοι, εἰμὴ σὺ παράσχῃς μοι λόγον καὶ γνῶσιν, ἰσχὺν καὶ σύνεσιν, ὅπως ἐκ τῶν σῶν τὰ σὰ προσφέρω σοι, καὶ ἐκ τοῦ πλούτου τῶν ἀρετῶν σου, ἐκεῖθεν ἔχω ἀφορμάς, καὶ στεφανώσω τὴν σεπτὴν καὶ ἁγίαν κορυφήν σου, σὺν τοῖς πιστοῖς ἀνακράζων. Χαίροις Πάτερ, θεολογίας νος κρτατος.

Συναξριον

Τ ΚΕ’ το ατο μηνς, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου.

Στίχοι

  • ·       Θεοῦ γινώσκειν ὀρθοδόξως οὐσίαν,
  • ·       Χριστιανοῖς λεγάτον ἐκ Γρηγορίου.
  • ·       Εἰκάδι Γρηγόριος θεοῤῥήμων ἔκθανε πέμπτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πουπλίου.

Στίχοι

  • ·       Ζωὴν ἔνυλον Πούπλιος καταστρέφει
  • ·       Καὶ τὴν ἄϋλον καὶ νοητὴν λαμβάνει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρη.

Στίχοι

  • ·       Πάσης ἀποστὰς ἀγάπης κόσμου Μάρης
  • ·       Εἰ θεῖον ὕψος ἧκε θείας ἀγάπης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Μεδούλη, σὺν τῇ συνοδίᾳ αὐτῆς, πυρὶ τελειοῦται.

Στίχοι

  • ·       Σεπτὴ Μεδούλη, τοῦ Θεοῦ Λόγου δούλη,
  • ·       Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δημητρίου τοῦ σκευοφύλακος.

Στίχοι

  • Τῶν γηΐνων οὐκ ᾖν τι τῷ Δημητρίῳ,
  • Ἤδη βλέποντι πρός μόνην ἀϋλίαν.

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀπολλὼς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • ·       Χρηστὸν βιώσας μέχρι καὶ τέλους βίον,
  • ·       Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θράσος.

 

Ἄγιος Νεομάρτυς Αὐξέντιος, ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει ἐν ἔτει ᾳψκ΄(1720), ξίφει τελειοῦται.

Στίχοι

 

  • Αὐξεντίῳ στέφανος ηὐξήθη μέγας,
  • Εἰς οὐράνια διά τοῦ μαρτυρίου.

 

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’ χος γ’

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

ᾠδὴ γ’

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω,…

ὁ α’ χορός

τῷ τιμίῳ σου αἵματι.

ὁ β’ χορός

ᾠδὴ δ’

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ α’ χορός

ᾠδὴ ε’

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

ὁ α’ χορός

ᾠδὴ ζ’  

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τν Κριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν… 

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Στίχ Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

ν νόμου, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλνομεν.

Συναπτ μικρ κα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

α’ χορός

Τος Μαθητας

Μονάδα τρισυπόστατον, καὶ Τριάδα τελείαν, ἐν μιᾷ τῇ θεότητι, πάνσοφε Θεολόγε, ἐδίδαξας προσκυνεῖσθαι, φῶς εἰπὼν τὸν Πατέρα, καὶ τὸν Υἱὸν φῶς αὖθις τε, φῶς τὸ Ἅγιον Πνεῦμα, ἀλλὰ ἓν φῶς, ἀμερὲς ἀσύγχυτον, εἷς Θεὸς γάρ, τρανῶν τὸ ὁμοούσιον, ὢ Γρηγόριε μάκαρ.

β’ χορός

Θεοτοκον  μοιον

Μετὰ τῆς Θεομήτορος, καὶ Παρθένου Μαρίας, καὶ Βασιλείου πάνσοφε, παρεστὼς τοῦ Μεγάλου, τῇ ἀπροσίτῳ Τριάδι, τὴν εἰρήνην τῷ κόσμῳ, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ ἡμῖν σωτηρίαν, πρέσβευε, νῦν τοῖς ἀνευφημοῦσί σε Θεολόγε, Ἀρχιερεῦ Γρηγόριε, ρτορ τς κκλησας.    

 

ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

ὁ α’ χορός

Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

ὁ β’ χορός

στησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

ὁ α’ χορός

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

ὁ α’ χορός

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

ὁ β’ χορός

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

ὁ α’ χορός

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

ὁ β’ χορός

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

ὁ α’ χορός

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

ὁ β’ χορός

ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

ὁ α’ χορός

μνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

 

ΨΑΛΜΟΣ ΡΜΘ‘ (149)

ὁ β’ χορός

σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

ὁ α’ χορός

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

ὁ β’ χορός

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

ὁ α’ χορός

τι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

ὁ β’ χορός

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

ὁ α’ χορός

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

ὁ β’ χορός

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

 

ὁ α’ χορός

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ὁ β’ χορός

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

ξ ψστου κληθες

Διατεμὼν τὸν τοῦ γράμματος σὺ γνόφον, εἰσέδυς τῷ πνεύματι πρὸς φῶς ὑπέρτερον, καὶ τὴν ἐκεῖθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας ἐπλούτισας, Γρηγόριε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ, ταῖς ἀστραπαῖς δὲ τῶν λόγων σου, σκοτώδη νέφη, τὰ τῶν αἱρέσεων ἀπεμείωσας, ὅθεν αὐλίζῃ ἔνθα ἦχος, ἑορταζόντων Ἀγγέλοις συνόμιλος, ἱκετεύων ἀπαύστως τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Θεολόγος ὁ δεύτερος καὶ μύστης, τῆς θείας ἐλλάμψεως, ὁ τῆς Τριάδος φαιδρός, ὑπογραφεὺς ὁ τὴν ἄῤῥητον, καὶ θείαν φύσιν, ὑπερφυῶς διδάσκων Γρηγόριε, καὶ νῦν τηλαυγέστερον, ἐπαπολαύων Θεοῦ, τῶν σὲ τιμώντων μνημόνευε, καὶ ὑπερμάχει, τῆς Ἐκκλησίας, ἣν συνεκρότησας, σοῦ γὰρ ὁ φθόγγος ἐπὶ πάντα, τῆς οἰκουμένης διῆλθε τὰ πέρατα, ἐκδιδάσκων δοξάζειν, τὴν Τριάδα ὁμοούσιον.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Γεωπονήσας τῇ γλώσσῃ Θεηγόρε, καρδίας ταῖς αὔλαξι σπόρον τὸν ἔνθεον, θεολογίας ἐπλούτισας, τῆς ἀνωτάτω, τῆς Ἐκκλησίας ἅπαν τὸ πλήρωμα, ἐντεῦθεν ζιζάνια πυρὶ τοῦ Πνεύματος, τὰ τῶν αἱρέσεων ἔφλεξας, φιλοσοφίας, τῆς θεϊκῆς τρεφόμενος ἔρωτι, πάτερ πατέρων, καὶ ποιμὴν ποιμένων καὶ δόξα πιστῶν, ἱερέων φωστήρ, οἰκουμένης τὸ κλέος, παμμακάριστε Γρηγόριε.

  βχορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  

Τῷ τῆς σοφίας κρατῆρι προσπελάσας, τὸ τίμιον στόμα σου, Πάτερ Γρηγόριε, θεολογίας ἐξήντλησας, τὸ θεῖον νᾶμα, καὶ τοῖς πιστοῖς ἀφθόνως μετέδωκας, αἱρέσεων ἔφραξας, ῥοῦν τὸν ψυχόλεθρον, τὸν βλασφημίας ἀνάμεστον, ὡς κυβερνήτην, εὗρε καὶ γάρ σε Πνεῦμα τὸ Ἅγιον, ἀποσοβοῦντα καὶ ἐλαύνοντα, ὡς ἀνέμων πνοάς, δυσσεβῶν τὰς ὁρμάς, ἐν Μονάδι οὐσίας, τὴν Τριάδα καταγγέλλοντα.   

ὁ α’ χορός

Δξα Πατρὶ… χος α’ νατολου

Τὴν λύραν τοῦ Πνεύματος, τὸ τῶν αἱρέσεων θέριστρον, καὶ ὀρθοδόξων ἥδυσμα, τὸν δεύτερον ἐπιστήθιον, τὸν τοῦ Λόγου αὐτόπτην, τοῖς δόγμασι γενόμενον, τὸν σοφόν Ἀρχιποίμενα, τῆς Ἐκκλησίας τὰ θρέμματα, θεολογικοῖς ὕμνοις προσείπωμεν. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς σεαυτὸν Γρηγόριε, ὡς ὁ Διδάσκαλος Χριστός, ὑπὲρ ἡμῶν, καὶ σὺν Παύλῳ χορεύεις, κα πρεσβεεις πρ τν ψυχν μν.

  β’ χορός

Κα νν… Θεοτοκον,χος ατς

μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθναι μς Παναγα Παρθνε.

Δοξολογία Μεγάλη

εἰς ἦχον α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

β’ χορός

πολυτκιον  χος α’

ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας, ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθναι τς ψυχς μν. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γΘαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

ὁ α’ χορός

Στίχ. Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

πολυτκιον  χος α’

ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας, ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

Στχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

ποιμενικὸς αὐλὸς…

Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

     ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
βχορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

    ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

 πολυτκιον  χος α’

ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας, ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

βχορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  

χος α’

μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, μνος φιλνθρωπος.

Τρισάγιον.

  Ἀπόστολος

Τοῦ Ἱεράρχου΄ (῾Εβρ. ζ´ 26-28, η´ 1-2).

Προκείμενον ἦχος α’

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

       Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη. 

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

δελφοί, τοιοῦτος ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οκ ἄνθρωπος.

λληλούϊα (γ’)     Ἦχος β΄

Προσέχετε λαός μου τῷ νόμῳ μου.

Στίχ. νοίξω ἐν παραβολαῖς τὸ στόμα μου.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην. (᾽Ιω. ι´ 9-16)

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει- καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, ες ποιμήν.

  αχορς

 Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.  

αχορός 

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 

βχορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

 25 ΙΑΝ14 ΕΟΡΤΗ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

 

 

 

Advertisement

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s