ΠΡΟΣΟΜΟΙΑ ΕΣΠΕΡΙΑ ΚΑΙ ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΑ

Ἦχος δ’ Ὁ ἐξ ὑψίστου κληθεὶς

Ὁ τῷ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι’ εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτῳ προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτῃ, μαρμαρυγῇ αὐτοῦ τῆς Θεότητος· ὅθεν καὶ κήρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοῖς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτῳ Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὡς ἀπαρχὴν αὐτῷ καθιέρωσας· ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῷσυγγόνῳ τῷσῷτὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα… Ἦχος δ’Ἀνατολίου

Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπὼν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμῳ τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα, Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.

«Τὸν κήρυκα τῆς πίστεως» ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΑ ΗΧΟΣ ΠΛ. Δ΄ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δόξα… Ἦχος πλ. δ’

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ τοὺς ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου τὸν σταυρόν, ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Εορτάζοντες την 30ην του μηνός Νοεμβρίου

https://i0.wp.com/pigizois.net/sinaxaristis/11/30.jpg


  • Ο ΑΓΙΟΣ ΑΝΔΡΕΑΣ ο Απόστολος, ο Πρωτόκλητος

  • Ο ΑΓΙΟΣ ΦΡΟΥΜΕΝΤΙΟΣ, αρχιεπίσκοπος Αβησσυνίας (Αιθιοπίας)

  • Ο ΑΓΙΟΣ ΑΛΕΞΑΝΔΡΟΣ ΜΗΘΥΜΝΗΣ

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 30ην του μηνός Νοεμβρίου

Εορτάζοντες την 29ην του μηνός Νοεμβρίου

https://i0.wp.com/www.pigizois.net/sinaxaristis/11/29.jpg


  • Ο ΑΓΙΟΣ ΠΑΡΑΜΟΝΟΣ & ΟΙ 370 ΜΑΡΤΥΡΕΣ που μαρτύρησαν μαζί μ’ αυτόν

  • Ο ΑΓΙΟΣ ΦΙΛΟΥΜΕΝΟΣ

  • Ο ΟΣΙΟΣ ΝΙΚΟΛΑΟΣ, Αρχιεπίσκοπος Θεσσαλονίκης

  • Ο ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ο Ιερομάρτυρας, «ο εν Περσίδι»

  • ΟΙ ΑΓΙΟΙ ΕΞΙ ΜΑΡΤΥΡΕΣ

  • Ο ΑΓΙΟΣ ΟΥΡΒΑΝΟΣ, επίσκοπος Μακεδονίας

  • Ο ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ, επίσκοπος Κορίνθου

  • Ο ΟΣΙΟΣ ΠΑΓΚΟΣΜΙΟΣ

  • Ο ΟΣΙΟΣ ΠΙΤΥΡΟΥΝ

  • Ο ΑΓΙΟΣ ΟΥΑΛΕΡΙΝΟΣ (ή Ούαλεριανός)

  • Ο ΑΓΙΟΣ ΦΑΙΔΡΟΣ

  • Ο ΟΣΙΟΣ ΜΑΡΚΟΣ

  • Ο ΟΣΙΟΣ ΝΕΚΤΑΡΙΟΣ «επίσκοπος εν τω Σπηλαίω» (Ρώσος)

  • Ο ΑΓΙΟΣ ΦΙΛΟΥΜΕΝΟΣ ο Νεο-ιερομάρτυρας

  • Ο ΑΓΙΟΣ BRENDAN (Ιρλανδός)

  • ΑΝΑΜΝΗΣΙΣ ΕΓΚΑΙΝΙΩΝ ΙΕΡΟΥ ΝΑΟΥ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΣΕΡΓΙΟΥ ΚΑΙ ΒΑΚΧΟΥ

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 29ην του μηνός Νοεμβρίου