«ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ» «ΣΗΛΥΒΡΙΑΣ ΤΟΝ ΓΟΝΟΝ’ ΗΧΟΣ Α΄ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον Ἦχος α’

 

Τῆς ἐρήμου πολίτης

Σηλυβρίας τον γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.

«ΣΗΜΕΡΟΝ ΦΑΙΔΡΩΣ ΕΞΕΛΑΜΨΕΝ» ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΗΧΟΣ ΠΛ. Β΄

 

Δόξα… Ἦχος πλ. β’

Σήμερον φαιδρῶς ἐξέλαμψεν, ὡς ἀστὴρ νεοφανής, ἡ νέα πανήγυρις τοῦ Ἱεράρχου Νεκταρίου, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἐν φωνῇ ἀγαλλιάσεως, τούτῳ ἐκβοήσωμεν· χαίροις ὁ τῶν πάλαι Ὁσίων, χαρακτηρίσας τὴν ζωήν, ἐν ἡμέραις πονηραῖς, ἐν αἷς ἡ τῶν πολλῶν ἀγάπη ἐψύγη, ὡς ἔφη ὁ Σωτήρ, χαίροις ὁ τῇ παιδείᾳ τὴν ἀρετὴν συνάψας, καὶ τῷ λόγῳ τῆς σοφίας σου, τῶν πιστῶν τὰς ψυχὰς φαιδρύνας, χαίροις Ἀρχιερέων καλλονή, τῆς Αἰγίνης προστάτης, καὶ τῆς οἰκείας Μονῆς, ἀντιλήπτωρ θερμότατος. Διὸ παμμάκαρ Νεκτάριε, τῷ τῆς θείας μεγαλωσύνης θρόνῳ παριστάμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Εορτάζοντες την 9ην του μηνός Νοεμβρίου

https://i0.wp.com/pigizois.net/sinaxaristis/11/09.jpg


  • ΟΙ ΑΓΙΟΙ ΟΝΗΣΙΦΟΡΟΣ & ΠΟΡΦΥΡΙΟΣ

  • Η ΟΣΙΑ ΜΑΤΡΩΝΑ

  • Η ΟΣΙΑ ΘΕΟΚΤΙΣΤΗ, η Λεσβία

  • ΟΙ ΟΣΙΕΣ ΕΥΣΤΟΛΙΑ & ΣΩΠΑΤΡΑ

  • Ο ΟΣΙΟΣ ΣΥΜΕΩΝ, ο Μεταφραστής

  • Ο ΑΓΙΟΣ ΑΝΤΩΝΙΟΣ

  • ΟΙ ΑΓΙΟΙ ΧΡΙΣΤΟΦΟΡΟΣ και ΜΑΥΡΑ

  • ΟΙ ΑΓΙΟΙ ΝΑΡΣΗΣ & ΑΡΤΕΜΟΝΑΣ

  • Ο ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ, ο Βραχύσωμος ή Κολοβός

  • Ο ΟΣΙΟΣ ΕΛΛΑΔΙΟΣ

  • ΟΙ ΟΣΙΟΙ ΕΥΘΥΜΙΟΣ & ΝΕΟΦΥΤΟΣ κτήτορες της Μονής Δοχειαρίου Αγίου Όρους.

  • Ο ΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣ Μητροπολίτης Πενταπόλεως Αιγύπτου

  • Ο ΟΣΙΟΣ ΝΙΚΗΦΟΡΟΣ «ο εν τω Σπηλαίω» (Ρώσος)

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 9ην του μηνός Νοεμβρίου