14 ΝΟΕΜΒΡΙΟΥ 2013
† Φιλίππου τοῦ ἀποστόλου ἐκ τῶν ιβ΄ (α΄ αἰ.). Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ (†1340), Κωνσταντίνου νεομάρτυρος τοῦ ῾Υδραίου (†1800).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος γ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Ἀπολυτίκιον Ἦχος γ’
ὁ α’ χορὸς
Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορός
Δόξα Πατρί…
Ἀπόστολε Ἅγιε Φίλιππε…
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Καθίσματα Ἀποστολικὰ
ὁ α’ χορός
Ἦχος γ’ Τὴν ὡραιότητα
Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου τῷ λαῷ σου.
ὁ β’ χορός
Δόξα…Θείας πίστεως
Πᾶσαν ἤρδευσαν, τὴν γῆν τοῖς ῥείθροις, οἱ Ἀπόστολοι, τοῦ Θεοῦ Λόγου, καὶ ἀνεβλάστησεν ὁ στάχυς τῆς πίστεως, καὶ ἐπληρώθη τοῦ κόσμου τὰ πέρατα· τὰ γὰρ ζιζάνια πάντα ἐξέκοψαν· ὅθεν ἅπαντας Χριστῷ τῷ Θεῷ προσήγαγον, βαπτίζοντες αὐτούς, εἰς Τριάδα τὴν ἄκτιστον.
ὁ α’ χορός
Καὶ νῦν … Θεοτοκίον
Τὴν ὡραιότητα
Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι, Παρθένε Θεοτόκε βοῶ σοι· Σῶσόν με, σῶσον τὸν ἀνάξιον.
Μετὰ τὴν β’ Στιχολογίαν ἕτερα
ὁ α’ χορός
Θείας πίστεως
Δεῦτε ἅπαντες, τοὺς Ἀποστόλους, εὐφημήσωμεν, ᾄσμασι θείοις· τῶν εἰδώλων γὰρ τὴν πλάνην βυθίσαντες, πρὸς θεῖον φῶς τοὺς βροτοὺς ἐπανήγαγον, καὶ τῇ Τριάδι πιστεύειν ἐδίδαξαν· ὅθεν σήμερον, αὐτοὺς εὐσεβῶς γεραίροντες, δοξάσωμεν Χριστὸν τὸν Θεὸν ἡμῶν.
ὁ β’ χορός
Δόξα…
Ἔργοις λάμψαντες, ὀρθοδοξίας, πλάνην ἔσβεσαν κακοδοξίας, οἱ εὐκλεεῖς καὶ θεόπται Ἀπόστολοι, καὶ εὐσεβείᾳ τὸν κόσμον πλουτίσαντες, τὰς Ἐκκλησίας φαιδρῶς κατεκόσμησαν, ἐξαιτούμενοι, Χριστῷ τῷ Θεῷ, δωρήσασθαι, εἰρήνην τοῖς πιστοῖς, καὶ μέγα ἔλεος.
ὁ α’ χορός
Καὶ νῦν … Θεοτοκίον ὅμοιον
Βυθιζόμενος, παθῶν θαλάσσῃ, εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου, καταφεύγω, Θεοτόκε βοήθει μοι, ἔκτεινον Πανάχραντε, δεξιάν μοι τῷ δούλῳ σου, σῶσον ὡς τόν Πέτρον πρίν, ὁ Υἱός σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλῳ πολλῶν παραπτώσεων.
Μετὰ τὴν γ’ Στιχολογίαν
ὁ α’ χορός
Καθίσματα Θείας πίστεως
Σὲ τὸν κήρυκα, τῆς ἀληθείας, καὶ ὑπέρλαμπρον, φωστῆρα κόσμου, εὐφημοῦντες ἀνυμνοῦμεν Νικόλαε, καὶ ἐκβοῶμεν ἐν πίστει δεόμενοι. Ὡς τοὺς ἀθώους θανάτου ἐξήρπασας, οὕτως Ἅγιε, κινδύνων ἡμᾶς καὶ θλίψεων, καὶ πάσης ἐξελοῦ δεινῆς κακώσεως.
ὁ β’ χορός
Δόξα…Μαρτυρικὸν Ἰδιόμελον
Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.
ὁ α’ χορός
Καὶ νῦν … Θεοτοκίον
Θείας πίστεως
Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)
ΚΑΝΟΝΕΣ
Κανὼν τῶν Ἁγίων Ἀποστόλων
ᾨδὴ α’ Ἦχος γ’
Ὁ Εἱρμὸς
ὁ α’ χορός
Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
ὁ β’ χορός
Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ………….
ὁ α’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐκκλησίας τοὺς πύργους, τῷ θεμελίῳ, τῆς Πίστεως εὐσεβῶς ἡδρασμένους, καὶ πιστοὺς ἅπαντας ἐπιστηρίζοντας, δεῦτε μακαρίσωμεν, τοὺς ἱεροὺς Ἀποστόλους, ὅπως ταῖς δεήσεσι, τούτων σωθείημεν.
ὁ β’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀπερίτρεπτοι στῦλοι, τῆς εὐσεβείας, τῇ πλάνῃ με τοῦ ἐχθροῦ σκελισθέντα, καὶ εἰς γῆν κείμενον, κινδυνεύοντα, καὶ ἐξαπορούμενον, ἐπανορθώσατε, ὅπως εὕροιμι τὴν ἄφεσιν, ὧν ἐπλημμέλησα.
ὁ α΄ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐμαυτὸν πρὸ τῆς δίκης, δικαιοκρῖτα, ὁ ἄσωτος δεδοικὼς κατακρίνω· πονηρὰ ἔργα γάρ, ἄμετρα κέκτημαι· ὅθεν ἱκετεύω σε, ἀπεγνωσμένον με σῶσον, θείαις παρακλήσεσι, τῶν Ἀποστόλων σου.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὺν ἁγίοις Προφήταις, σὺν Ἀποστόλοις, σὺν Μάρτυσι, τὸν ἐκ σοῦ σαρκωθέντα, ἐκτενῶς Κύριον, ἁγνὴ ἱκέτευε, ὅπως τῆς σαρκὸς ἡμῶν, πάντα τὰ πάθη νεκρώσῃ, καὶ ζωὴν αἰώνιον, ἡμῖν δωρήσηται.
Κανὼν τοῦ Ἁγίου Νικολάου φέρων ἀκροστιχίδα.
Τρίτην δέησιν προσφέρω Νικολάῳ ἐγὼ ὁ Ἰωσήφ.
Ὁ Εἱρμὸς
ᾌσωμεν τῷ Κυρίῳ ᾆσμα
ὁ α΄ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν φαεινὸν λαμπτῆρα, καὶ ἀκοίμητον, ἐπὶ γῆς ὑπάρχοντα πυρσόν, καὶ πρὸς λιμένας θείους ἐμβιβάζοντα, τοῖς κύμασι τοῦ βίου, ἀεὶ τοὺς θαλαττεύοντας, Νικόλαον τιμήσωμεν, καὶ πόθῳ μακαρίσωμεν.
ὁ β΄ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥώμῃ Θεοῦ παμμάκαρ, δυναμούμενος, ζῆλον κατ’ ἐπίγνωσιν, ἐκτήσω εὐσεβείας· ὅθεν θνῄσκειν μέλλοντας, ἀδίκως ἐλυτρώσω· διό σε ἱκετεύομεν, ἀδίκου πάσης ῥῦσαι ἡμᾶς, κακώσεως Νικόλαε.
ὁ α΄ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετηρίαν Πάτερ, ἀδιάλειπτον τῷ Κυρίῳ πρόσφερε, ὅπως ἁμαρτημάτων, καὶ φλογὸς κολάσεως, διαιωνιζούσης, καὶ πειρασμῶν καὶ θλίψεων, ἡμᾶς ἀπολυτρώσηται, ὡς μόνος ὑπεράγαθος.
ὁ β΄ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τὴν κιβωτὸν τὴν θείαν, τὴν χωρήσασαν τὸν τοῦ νόμου πάροχον, ἡμῶν τὰς ἀνομίας, πάσας ἀφαιρούμενον, δι’ εὐσπλαγχνίας θείας, ἀδιήγητον πέλαγος, Μαρίαν τήν Πανάχραντον, συμφώνως μακαρίσωμεν.
Καὶ τοῦ Ἀποστόλου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ προφρόνως. Θεοφάνους.
ᾠδὴ α’ Ἦχος πλ. β’
ὁ α’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εἱρμὸς
Ὡς ἐν ἠπείρῳ
Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκῆρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον.
ὁ β’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ τοῦ Πατρός σοι τὴν δόξαν δι’ ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε.
ὁ α’ χορός
Δόξα Πατρί…
Νῦν οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, οὐδ’ ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Xριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἐκλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν.
ᾨδὴ γ’
Ὁ Εἱρμὸς
ὁ α’ χορός
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.
ὁ β’ χορός
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα……….
ὁ α’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ τὰ τοῦ κόσμου πληρώματα, διδαχῆς ἐνθέου πληρώσαντες, τὴν ψυχήν μου πληρώσατε, ἐναρέτων πράξεων, καὶ λογισμῶν ἀγαθῶν, Χριστοῦ αὐτόπται.
ὁ β’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀπὸ σκανδάλων μυρίων τοῦ πονηροῦ, ἀπὸ πάσης θλίψεως, ἀπὸ πάσης στενώσεως, ἀπὸ περιστάσεως, ὦ Μαθηταὶ Χριστοῦ, λυτρώσασθέ με.
ὁ α’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἴμοι ψυχή μου ἀθλία καὶ ταπεινή, συχνῶς ἁμαρτάνουσα, καὶ Θεὸν παροργίζουσα! πῶς αἰτεῖς συγχώρησιν, τὴν ἀποχὴν τῶν κακῶν, μὴ ποιουμένη;
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ θεία κλῖμαξ ἣν εἶδεν ὁ Ἰακώβ, δι’ ἧς καταβέβηκεν, ὁ Θεὸς ἀνυψῶν ἡμᾶς, ἐκτενῶς ἱκέτευε, σὺν Ἀποστόλοις, ἡμᾶς οἰκτειρηθῆναι.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
Στεῖρα ψυχὴ καὶ ἄγονε
ὁ α’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἠκονημένη μάχαιρα, Πνεύματος ὤφθης σοφέ, τὰ πονηρὰ ζιζάνια, διακόπτουσα αἱρετιζόντων, καὶ τρίβον σωτήριον, πιστοῖς ὁμαλίζουσα, Πάτερ Νικόλαε.
ὁ β’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὲ τὴν πηγὴν τὴν βρύουσαν, τῶν ἰαμάτων κρουνούς, ἐκδυσωποῦμεν Ἅγιε, τὰ βορβορώδη πάθη πάντων ἡμῶν, εὐχαῖς σου ἀπέλασον, κινδύνων καὶ θλίψεων, ἀπολυτρούμενος.
ὁ α’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχυροτάτοις πόνοις σου, καταβαλὼν τὸν ἐχθρόν, νῦν κατ΄αὐτοῦ ἐνίσχυσον, τοὺς ἀσθενοῦντας λογισμοὺς ἡμῶν, παθῶν ἐπικλύσεσιν, ἁγίαις πρεσβείαις σου, Πάτερ Νικόλαε.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Νοῦς ἐννοεῖν οὐ δύναται, τὸν ὑπὲρ νοῦν τοκετὸν θαυμαστῆς λοχείας σου, Θεογεννῆτορ Μητροπάρθενε· διὸ ἱκετεύω σε, τὸν νοῦν μου χαρίτωσον, τοῦ ἀεὶ δοξάζειν σε.
ᾠδὴ γ’
ὁ α’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἱρμὸς
Οὐκ ἔστιν ἅγιος ὡς σύ
Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ’ ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε.
ὁ β’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι’ αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι.
ὁ α’ χορός
Δόξα Πατρί…
Λυχνία γέγονας χρυσῆ, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ἐπὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ’ ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
ὁ α’ χορός
Κάθισμα Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον
Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορὸς
Δόξα Πατρί…Ὅμοιον
Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον Ὅμοιον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ’ ουδ’ ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα ἀνέθηκα Δέσποινα.
ᾨδὴ δ’
Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν Μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
Ἔθου πρὸς ἡμᾶς……..
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὥσπερ ἀστραπάς, ὡς ἀκτῖνας ἄδυτε Ἤλιε, σοῦ τοὺς Ἀποστόλους ἐφαπλῶν, εἰς τὰ τοῦ κόσμου Λόγε πληρώματα, πάντας κατεφώτισας, καὶ ἀγνωσίας ζόφον ἀπεδίωξας.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θάλασσα δεινῆς, ἁμαρτίας Λόγε χειμάζει με, κύματα ἀτάκτων λογισμῶν, τὴν ταπεινὴν ψυχήν μου ταράττουσι. Κυβερνῆτα Κύριε, τῶν Μαθητῶν σου, σῶσόν με δεήσεσιν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Φρίττω ἐννοῶν, τὴν φρικτήν σου Δέσποτα ἔλευσιν· ἔχω γὰρ πρὸ δίκης τὴν ἐμήν, κατηγοροῦσαν ἔνδον συνείδησιν, καὶ προβασανίζουσαν, πρὸ τῆς βασάνου, τὴν ἀναισθησίαν μου.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Λόγε τοῦ Θεοῦ, ὁ τεχθεὶς ἐκ Κόρης θεόπαιδος, ταύτης μεσιτείαις ἱεραῖς, καὶ τῶν σοφῶν Σωτὴρ Ἀποστόλων σου, πάσης περιστάσεως, πάσης ἀνάγκης, λύτρωσαι τούς δούλους σου.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
Τὸ κατάσκιον ὄρος,
ὁ β’ χορὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πρὸς Θεόν σε μεσίτην, ἅπας πιστὸς καθ’ ἑκάστην, Νικόλαε προβάλλεται· διό σε ἱκετεύομεν, ἐκ περιστάσεως χαλεπῆς, καὶ συμπτώσεως πταισμάτων, ἡμᾶς λύτρωσαι Πάτερ.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥεῖθρον ζῶν ἐν καρδίᾳ, Κυρίου ἔχων τὴν χάριν, δροσίζεις ἀενάως σοφέ, τοὺς καύσωνι τῶν θλίψεων, καὶ τῷ αὐχμῷ τῶν ἁμαρτιῶν, κινδυνεύοντας ἀθλίως, ἀπολέσθαι παμμάκαρ.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ ῥυσάμενος πάλαι, ἀπαγομένους θανάτου, ἀδίκου παμμακάριστε, καὶ νῦν ἡμᾶς περίσῳζε, ἀπὸ ἀνθρώπων φθοροποιῶν, ἐνοχλήσεως καὶ πάσης, τῶν δαιμόνων ἀπάτης.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σαρκωθέντα τὸν Λόγον, ὑπερβολῇ εὐσπλαγχνίας, ἀρρήτως ἀπεκύησας. Αὐτὸν δυσώπει Ἄχραντε, τῶν σαρκικῶν πάντας μολυσμῶν, ἐκλυτρώσασθαι, καὶ πάντων, δυσχερῶν τῶν τοῦ βίου.
ᾠδὴ δ‘
ὁ β’ χορός
Εἱρμὸς
Χριστός μου δύναμις
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡλίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος.
ὁ α’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Φθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε.
ὁ β’ χορός
Δόξα Πατρί…
Ἰσχὺϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια.
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον
Λιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς…
ὁ β’ χορός
…Θεοτόκον καταγγέλλουσιν.
ᾨδὴ ε’
Ὁ Εἱρμὸς
ὁ α’ χορός
Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκών, συνανεστράφης ὁ ἀκατάληπτος· διὸ πρὸς σὲ ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.
ὁ β’ χορός
Ἐπὶ τῆς γῆς…………
ὁ α’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐπὶ τῆς γῆς σαρκωθείς, ἀπειργάσω τοὺς Μαθητάς, οὐρανοὺς φθεγγομένους, Χριστὲ τὴν δόξαν σου· δι’ αὐτῶν οὖν Κύριε, τὰς ψυχὰς ἡμῶν ἐλέησον.
ὁ β’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀπὸ παθῶν, ἀπὸ πάσης ἀνάγκης, ἀπὸ δεινῆς περιστάσεως Λόγε, ῥῦσαι τοὺς δούλους σου, ταῖς τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις παρακλήσεσιν.
ὁ α’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἴμοι ψυχὴ παναθλία! πῶς μέλλεις, τῷ φοβερῷ δικαστῇ παραστῆναι, ἄκαρπος μένουσα; σπεῦσον μετανόησον, ἀρετῶν καρποὺς βλαστάνουσα.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐπὶ τῆς γῆς, τὸν ὀφθέντα, ἀφράστως, μετὰ σαρκὸς ἐξ ἁγνῶν σου αἱμάτων, ἁγνὴ ἱκέτευε, ὡς Υἱόν σου πάντοτε, ἱλασμὸν ἡμῖν δωρήσασθαι.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ
ὁ α’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φωτὶ τῷ καθαρῷ παρεστηκώς, καὶ ταῖς ἐκεῖθεν ἀεὶ ἐκδιδομέναις, αὐγαῖς πυρσευόμενος, πᾶσιν αἴτησαι τὸν φωτισμόν, Πάτερ καὶ εἰρήνην.
ὁ β’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐμὲ τὸν ὑπὲρ πάντας τοὺς βροτούς, σὲ παροργίσαντα, φρενὶ ἀγνώμονι, ὑπεράγαθε κατοικτείρησον, ταῖς Νικολάου θερμαῖς πρεσβείαις.
ὁ α’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥαθύμως δαπανῶν μου τὴν ζωήν, καθικετεύω σε, Πάτερ Νικόλαε, διέγειρόν μου πρὸς μετάνοιαν, τὸν λογισμὸν κατεσπιλωμένον.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡς μόνη τῶν Ἀγγέλων χαρμονή, χαρᾶς μου πλήρωσον, θεοχαρίτωτε, τὴν διάνοιαν σκυθρωπάζουσαν, καὶ ἀμελείᾳ βεβυθισμένην.
ᾠδὴ ε’
ὁ α’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἱρμὸς
Τῷ θείῳ φέγγει σου Ἀγαθέ
Ἰὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεοῤῥῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναῤῥυόμενος.
ὁ β’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεΐας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας.
ὁ α’ χορός
Δόξα Πατρί…
Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ Κτίστῃ σου.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ὁ λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως…
ὁ α’ χορός
…Πάναγνε γίνεται.
ᾨδὴ ς’
Ὁ Εἱρμὸς
ὁ β’ χορός
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ’ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.
ὁ α’ χορός
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν………….
ὁ β’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄβυσσον σοφίας πνευματικῆς, ἀναπηγάσας, Ἀποστόλων ὁ σύλλογος, κοσμικῆς ἐξήρανε, σοφίας πάντα ῥεύματα, καὶ κατήρδευσεν, εὐσεβῶν τὰ συστήματα.
ὁ α’ χορός
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στέναξον καὶ δάκρυσον ταπεινή, ψυχή μου καὶ βόησον, καὶ πρὸς Κύριον λέγουσα· Ἥμαρτόν σοι Δέσποτα· Ἱλάσθητί μοι εὔσπλαγχνε, ταῖς δεήσεσι, τῶν σοφῶν Ἀποστόλων σου.
ὁ β’ χορός
. Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ῥεύσαντες οἱ χείμαρροι τῶν παθῶν, κατέπτωσάν μου, τῆς καρδίας τὸ οἴκημα, ποταμοὶ τοῦ Πνεύματος, πεφυκότες Ἀπόστολοι, συντριβέντα με, πρὸς ζωὴν ἀναπλάσατε.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς Θεοτοκίον
Δῆμός σε τῶν Ἀποστόλων, Χριστέ, καθικετεύει, μετὰ τῆς κυησάσης σε, ἱλασμὸν κατάπεμψον, καὶ εἰρήνην τοῖς δούλοις σου, ὡς φιλάνθρωπος, καὶ Θεὸς εὐδιάλλακτος.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
Βυθός μοι τῶν παθῶν
ὁ β’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκρώσας ἐγκρατείᾳ τὰ μέλη, ἐκτήσω τὴν ζωὴν τὴν ἀγήρω, ἧς καὶ ἡμᾶς κοινωνούς, σοῦ ταῖς εὐχαῖς ἐργάζου σοφέ, ἐκφεύξει τῆς πονηρᾶς ἐργασίας.
ὁ α’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱστίῳ ἱερῶν πρεσβειῶν σου, πελάγους πειρασμῶν πολυτρόπων, καὶ ἁμαρτίας βυθοῦ ῥῦσαι ἡμᾶς, πρὸς τὸν ὅρμον τῆς ζωῆς, διαβιβάζων σοφὲ Ἱεράρχα.
ὁ β’ χορός
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κοσμήσας τὴν τῶν Μύρων καθέδραν, ἐδείχθης κόσμος Ἀρχιερέων, ἀλλὰ πρεσβείαις ταῖς σαῖς, τῶν κοσμικῶν ἡμᾶς πειρασμῶν, διάσῳζε ἀβλαβεῖς Ἱεράρχα.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Οἰκήσας ὁ Λόγος ἐν γαστρί σου, τὴν πάλαι ἐν ἀνθρώποις οἰκοῦσαν, τῇ παραβάσει φθοράν, Μήτηρ ἁγνὴ ὡς μόνος Θεός, ἐξῴκισε διὰ σπλάγχνα ἐλέους.
ᾠδὴ ς’
ὁ β’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη
Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος.
ὁ α’ χορός
Στίχ. Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπερτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε.
ὁ β’ χορός
Δόξα Πατρί…
Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάῤῥουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Νεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε.
ὁ β’ χορός
Ὁ Εἱρμός
Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Ὁ Οἶκος
Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.
Στίχοι
- · Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
- · Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει.
- · Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ.
Tῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ’ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὁ Εἱρμός τῆς η’ ᾠδῆς.
ὁ β’ χορός
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.β’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
ᾠδὴ θ’
Ὁ Εἱρμός
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάρια
ὁ α’ χορὸς
Ἦχος γ’
Ἐν Πνεύματι τῷ Ἱερῷ
Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.
.
ὁ β’ χορὸς
Θεοτοκίον
Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων κακῶν περίσῳζε πάντας.
ΑΙΝΟΙ
Ἦχος α’
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων
Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι’ ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα…
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ’ ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος β’
Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν· πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς· ἣν καὶ νῦν δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον ὁμόηχον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
- · Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
- · Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
- · Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
- · Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
- · Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
- · Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
- · Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
- · Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
- · Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- · Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
- · Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
- · Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
- · Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ Ἀπολυτίκιον Ἦχος γ’
Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α‘. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β‘
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ‘, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ‘
ὁ α’ χορός
Στίχ. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ.
Ἀπολυτίκιον Ἦχος γ’
Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα.
Ἀπόστολε Ἅγιε Φίλιππε…
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος γ’
Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορός
Τοῦ Ναοῦ
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος δ’
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Τρισάγιον.
Ἀπόστολος
(Α´ Κορ. δ´ 9-16)
Προκείμενον ἦχος πλ.δ’
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ἀλληλούϊα (γ’) Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην (᾽Ιω. α´ 44-52).
Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῾Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικὸν
ὁ β’ χορός
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
ἦχος πλ. α΄
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»
Δι’εὐχῶν…
Ἀμήν.