ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Ε΄ΛΟΥΚΑ ΚΑΙ ΕΟΡΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ

3 ΝΟΕΜΒΡΙΟΥ 2013

† ΚΥΡΙΑΚΗ ΙΘ΄ (Ε΄ ΛΟΥΚΑ).

᾿Ακεψιμ, ᾿Ιωσφ, ᾿Αειθαλ μαρτρων (δ΄ α.)· νακομιδ τν λειψνων Γεωργου το τροπαιοφρου. Γεωργου νου ερομρτυρος το Νεαπολτου (†1797).

῏Ηχος β΄, ἑωθινὸν η΄.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος β’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ. β’.Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’.Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον.Ἦχος β´.

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Ἀπολυτίκιοντῶν Μαρτύρων

Ἦχος δ’ Ταχὺ προκατάλαβε

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ὁ α’ χορὸς

Δόξα Πατρί…Καὶ τοῦ Ἁγίου Γεωργίου ὁ αὐτὸς.

ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίονὁ αὐτὸς.

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

          Συναπτὴμικράκαὶἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος… 

Τ Ψαλτριον καὶὁἄμωμος.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος β

εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Μετὰ τὴν βΣτιχολογίαν, ἕτερα

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Καὶ νῦν… Σταυροθεοτοκίον

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρὶ… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι ηὐλόγηταί σου…

Ἡ Ὑπακοὴ  Ἦχος β

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α

ὁ α’ χορός

ν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

ὁ β’ χορός

λέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β

ὁ β’ χορός

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τὶς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

ὁ α’ χορός

Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ’ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι’ Υἱοῦ δέ.

Ἀντίφωνον Γ

ὁ α’ χορός

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

ὁ β’ χορός

ν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες, οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες,…

ὁ β’ χορός

καὶ Προφῆται ὁρῶσι.

Προκείμενον

ὁ α’ χορός

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ β’ χορός

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ α’ χορός

Στίχ.Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…

ὁ β’ χορός

καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς:Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β.

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς:Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς:Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ὁ Διάκονος:Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ Η’  ( Ἰωάν. 20,11-18)

ὁ Ἱερεὺς:Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω, ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ Σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τὶ κλαίεις; λέγει αὐτοῖς, Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἅπτου,  οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • · λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
  • · πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
  • · τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
  • ·   Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
  • ·    δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
  • ·   δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
  • ·   αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
  • ·   κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
  • ·    πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
  • ·    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
  • ·    Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
  • ·    πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
  • ·    Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
  • ·    ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
  • ·    Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
  • ·    τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
  • ·    Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
  • ·    γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
  • ·    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Στίχ.Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

Ὠδὴ α’.  Ἦχος β’. Ὁ Εἱρμὸς

ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται, προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας, τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

περτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως, τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου,ᾧ  σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.

Ἄνθη τὰ τερπνὰ Μαρτύρων ἐπαινέσω. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος α’

Σοῦ ἡ τροπαιοῦχος δεξιά,

 ὁ α’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αἴγλῃ τρισηλίου ἀστραπῆς, φωτιστικῶς αὐγαζόμενοι Μάρτυρες, ταύτην τὴν πανίερον μνήμην ὑμῶν, τοὺς εὐσεβῶς γεραίροντας, σκότους ἁμαρτίας, καὶ παθημάτων λυτρώσασθε.

 ὁ β’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νόμοις τοῦ Δεσπότου καὶ Θεοῦ, συμπεφραγμένοι τὸν νοῦν ἱερώτατοι, νόμους τοὺς κελεύοντας παρανομεῖν, ἀνδρείως ἐξεκλίνατε· ὅθεν ἐναθλοῦντες, νομίμως δόξης ἐτύχετε.

 ὁ α’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θύματα προσήχθητε Χριστῷ, τῇ ἑκουσίῳ σφαγῇ καθαρώτατα, Μάρτυρες πανόλβιοι, ἱερουργοί, καὶ θύται χρηματίσαντες, τοῦ ἐθελουσίῳ σφαγῇ τὸν κόσμον ζωώσαντος.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσονἡμᾶς.Θεοτοκίον

τὸν ἀπερίληπτον Θεόν, περιγραφόμενον σώματι τέξασα, σάρκα χρηματίσαντα, ὑπερβολῇ Παρθένε ἀγαθότητος, τοῦτον ἐκδυσώπει, κινδύνων σῶσαι τοὺς δούλους σου.

Ὁ Κανων τοῦ Ἁγίου Γεωργίου, οὗ ἡ Ἀκροστιχίς.

Τὸν σεπτὸν ἐν Μάρτυσιν ὑμνῶ προφρόνως.

ᾨδὴ α’Ἦχος δ’

Τῷ ὁδηγήσαντι πάλαι

ὁ α’ χορός

Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸ δυσχερὲς τοῦ νοός μου, καὶ ἀδρανὲς Ἅγιε, τῷ διαπύρῳ τῆς σεπτῆς, σοῦ προσευχῆς μεταποίησον, εὐρυσθενῆ ἐργαζόμενος, ὅπως σου τὴν παναγίαν, ἑορτὴν ἐγκωμιάσαιμι.

   βχορός

Στίχ.γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ἐν ἀμφοῖν ὑψιβάμων, καὶ τῶν πολλῶν ὕπερθεν, ἔργῳ καὶ λόγῳ πεφηνώς, σοῦ οὐκ ἰσχύει Γεώργιε, ἀνευφημεῖν τὰ τεράστια· πέλεις γὰρ παγκρατιάρχης ἀκραιφνής, καὶ αἰχμητὴς κραταιός.

  ὁ α’ χορός

Δόξα Πατρί…

Νόμοις ἐπαίνων οὐδόλως, ἡ σὴ σεπτὴ ἄθλησις, ὑποπεσεῖται Ἀθλητά· ἰλιγγιῶ γὰρ καὶ δέδοικα, καὶ ἀπορῶ καὶ ἐξίσταμαι, ψαῦσαί σου κἂν γοῦν ποσῶς, Ἀθλοφόρε τοῖς προτερήμασι.

ὁ βχορός

Καὶ νῦν…Θεοτοκίον

Σωτῆρα πάντων τεκοῦσα, τὴν τῆς ζωῆς ἔκπτωσιν, ἐπηνωρθώσω Ἀγαθή· τὴν γὰρ ζωὴν ἀπεκύησας, πᾶσιν ἡμῖν πρυτανεύουσαν, ἄφεσιν ἁμαρτιῶν ταῖς πρεσβείαις σου.

ᾨδὴ γ

Ἦχος β. Ὁ Εἱρμὸς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησίᾳ τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

 ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ’ ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

κ χοὸς κατ’ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι’ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.

 ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου, διὸ σε Θεοτόκε, πίστει σέβομεν.

.

 

Τῶν Μαρτυρων 

ᾨδὴ γ

μόνος εἰδὼς

  αχορός

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὰ πάθη ἀσκήσεως πυρί, τεφρώσας ἱερώτατε, Ἀκεψιμᾶ πρὸς πείρας ἀθλήσεως, κριὸς καθάπερ ἐπισημότατος, ὑπ’ ἀνόμων τέθυσαι, ταῖς ῥοαῖς τοῦ αἵματος, ἁγιάσας πιστῶν τὰ πληρώματα.

   βχορός

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

δίκως στρεβλούμενος Σοφέ, καὶ ῥάβδοις συντριβόμενος, καὶ ἀπηνῶς βασάνοις ξεόμενος, οὐκ ἐξηρνήσω τὸ θεῖον ὄνομα, οὐ πυρὶ ἐπέθυσας, Ἰωσὴφ πανάριστε, πυρακτούμενος ζήλῳ τῆς πίστεως.

   αχορός

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὸν νῶτον καὶ τὰ στέρνα ἀφειδῶς, τυπτόμενος ὑπέφερες, Ἀειθαλᾶ ἑτέρου ὡς πάσχοντος· νοῒ γὰρ Μάρτυς, τελείως ἔνδοξε, πρὸς Θεὸν ἠτένιζες, σῴζειν τὸν δυνάμενον, τοὺς αὐτῷ ὁλοψύχως πιστεύοντας.

 ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

κ σοῦ ἀνατέταλκεν ἡμῖν, ὁ Ἥλιος ὁ ἄδυτος, φωτιστικαῖς πανάμωμε λάμψεσι, φωτίζων κόσμον σκότει κρατούμενον, καὶ προσαπολλύμενον, πλάνῃ τοῦ ἀλάστορος, Παναγία Παρθένε Θεόνυμφε.

Τοῦ Ἁγίου Γεωργίου

στερεῶν βροντὴν

αχορός

Στίχ.γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πιπαφλάζον πῦρ τὸ τῆς ἀπάτης, οὐ φέρων βλέπειν Ἅγιε, ὡς ὁ πυρίπνους καὶ ζηλωτής, ἀνομοῦντας διελέγχων· Οὐκ ἔστιν ἄλλος ἔλεγες, Θεὸς ὡς ὁ Κύριος.

  βχορός

Στίχ.γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πῦρ τὸ τοῦ Λόγου ὅπερ ἦλθε Μάκαρ, βαλεῖν εἰς κόσμον ἅπαντα, σοῦ καθαψάμενος τῆς ψυχῆς, στέγειν ὅλως οὐκ εἴα, ἀλλὰ θερμῶς ἀνέκραζες· Χριστὸς μοι στερέωμα.

 ὁ α’ χορός

Δόξα Πατρί…

Τὰ τῶν βασάνων εἴδη σου δεικνύων, ὥσπερ φοβεῖν ὁ τύραννος, τὴν ἀκατάπληκτον σου ψυχήν, ὑπετόπασε θεόφρων· σὺ δὲ στερρῶς ἀνέκραζες, Χριστὸς μοι στερέωμα.

ὁ βχορός

Καὶ νῦνΘεοτοκίον

ρος σε μέγα βλέπων ὁ Προφήτης, ὑπερκειμένην ἔχον, τὴν κορυφὴν ἁπάντων τῶν βουνῶν, τῶν ἀγγελικῶν ταγμάτων, ὑπὲρ αἰτίαν ἔλεγε· Παρθένος γεννήσεται.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

ὁ α’ χορός

Κάθισμα Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

ωσὴφ ὁ γενναῖος ἀγωνιστής, Ἀκεψιμᾶς ὁ τῆς πλάνης ὀλοθρευτής, Ἀειθαλᾶς ὁ Ἔνδοξος, ἀθλητὴς καὶ ἀήττητος, οἱ φαιδροὶ ἀστέρες, τῆς πίστεως ᾄσμασιν, ἐπαξίως ὄντως ὑμνείσθωσαν σήμερον· οὗτοι γὰρ τὴν δόξαν, τῶν Περσῶν ἀμαυροῦντες, ἡλίῳ οὐκ ἔθυσαν, οὐ τὸ πῦρ ἐσεβάσθησαν. Οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ὁ β’ χορός

Δόξα… Τοῦ Ἁγίου Γεωργίου

Τοῦ Σταυροῦ τῷ σημείῳ καθοπλισθείς, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως κατέβαλες, ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων διήλεγξας, καὶ τοὺς πιστοὺς θεόφρον, τῇ πίστει ἐστήριξας· ὅθεν ἐπαξίως, τοὺς τῆς νίκης στεφάνους, ἀθλήσας ἀπέλαβες ἐκ χειρὸς τοῦ Κυρίου σου, Ἀθλοφόρε Γεώργιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι· πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

 

ᾠδὴ δ’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

λήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον, διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτός, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.

ὁ β’ χορός

Στίχ.Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα, σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

Τῶν Μαρτύρων 

ᾨδὴ δ’

Ὄρος σε τῇ χάριτι,

   βχορός

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ήμασι Σοφὲ Ἀκεψιμᾶ, θείας γνώσεως, τοὺς ἀγνωσίας σκοτασμῷ, κεκρατημένους δυσμενεῖς, στερρῶς κατεπάλαισας, τὰς ὑπ’ αὐτῶν μὴ πτήξας στρέβλας Μακάριε, προσαγομένας τῷ θείῳ σου σώματι.

  αχορός

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πυρὶ σε πυρὸς οἱ λατρευταὶ κατηνάγκαζον, σέβας προσάξαι δολερῶς· ἀλλὰ τὸν νοῦν τῇ τοῦ Θεοῦ, ἀγάπῃ πυρούμενος, πυρσολατρεῖν ἀπεῖπας ὅλως δεχόμενος, ἀναψυχήν Ἰωσὴφ δυναμοῦσάν σε.

  βχορός

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ναμάτων τῶν θείων πεπλησμένος τοῦ Πνεύματος, Ἀειθαλᾶ τὰ θολερά, τῆς ἀπιστίας καὶ πικρὰ ἐξέφυγες ὕδατα, καὶ ταῖς ῥοαῖς τῶν ἐκχυθέντων αἱμάτων σου, τοὺς ἀοράτους ἐχθροὺς κατεπόντισας.

αχορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

γίων Μαρτύρων ἱερὸν ἐγκαλλώπισμα, ὤφθης Παρθένε ἀληθῶς, καὶ τῶν πιστῶν καταφυγή, τεῖχός τε καὶ στήριγμα, καὶ παντελὴς ἀπολύτρωσις, μεγαλοφώνως· διὸ σε δοξάζομεν.

 

Τοῦ Ἁγίου Γεωργίου

Εἰσακήκοα Θεὸς

  βχορός

Στίχ.γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νέμοις πᾶσι τοῖς ὑμνηταῖς, τὴν εὐκλεῆ τε καὶ σεβασμίαν, ἀρωγήν σου καὶ ἀντίληψιν, παμμάκαρ Γεώργιε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.

   αχορός

Στίχ.γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

χων ἄμαχον τὴν ἰσχύν, δεδωρημένην σοι ἐξ Ἁγίου, τῶν Ἁγίων ἀκροθίνιον, τὴν βαρβάρων ἔφοδον, σαῖς προσευχαῖς ταχέως κατάλυσον.

ὁ βχορός

Δόξα Πατρί

Νὺξ με πάντοθεν πειρασμῶν, ἐπιπολάζει καὶ ἀνενδότως, συνωθεῖ με πρὸς τὴν χάρυβδιν, τῶν παθῶν Γεώργιε, ἀλλὰ προφθάσας διάσωσον.

αχορός

Καὶ νῦνΘεοτοκίον

Μόνη ἔσχες ἐν τῇ γαστρί, τὸν συνοχέα παντὸς τοῦ κόσμου· μόνη τοῦτον ἀπεκύησας, Θεοτόκε Πάναγνε,………..

 

  βχορός

……..τὸν ἀκαταληψίᾳ νοούμενον.

ᾠδὴ ε’

 ὁ α’ χορός

Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ’ οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

 

Τῶν Μαρτύρων 

ᾨδὴ ε

φωτίσας τῇ ἐλλάμψει,

αχορὸς

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μακάριοι ἀπεφάνθητε, Λόγον μακάριον, κηρύξαντες ἐν σταδίῳ, ἀνδρείως ἀοίδιμοι, τὸν ὑμᾶς συνάψαντα, τῶν μακαρίων ταῖς χορείαις, πανευκλεῶς ἀριστεύσαντας.

  βχορὸς

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πόρθητοι ἀνεδείχθητε, πύργοι τῆς πίστεως, ἐλεπόλεις τοῦ ἐχθροῦ, παντελῶς ἀφανίσαντες, Ἰωσὴφ θεσπέσιε, Ἀκεψιμᾶ ἱερομύστα, Ἀειθαλᾶ ἱερώτατε.

  αχορὸς

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ηγνύμενα ταῖς πληγαῖς, τῶν Μαρτύρων τὰ σώματα, διέρρηξαν ἀθεΐας, ἀνίσχυρον δύναμιν, καὶ ἐδήλουν ἄριστα, τὴν ἀρραγῆ ψυχῆς ἀγάπην, πρὸς τὸν Δεσπότην, καὶ Κύριον.

βχορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Τηρήσας σε ὡς πρὸ τόκου, παρθένον ἀκήρατον, Πανάμωμε ὁ οἰκήσας, ἀσπόρως ἐν μήτρᾳ σου, διπλοῦς προελήλυθε, Θεὸς καὶ ἄνθρωπος θεώσας, τὸ προσληφθὲν ἀγαθότητι.

Τοῦ Ἁγίου Γεωργίου 

Ἀνάτειλόν μοι Κύριε

αχορός

Στίχ.γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

τίθασον παράταξιν, δαιμόνων τροπωσάμενος, καὶ Σταυροῦ τῷ ὅπλῳ χρησάμενος, ὡς θείῳ ἀκοντίῳ, τούτῳ ἐξεκέντησας, καὶ εἰς γῆν κατέρραξας, φαλαγγάρχας ζοφερούς.

  βχορός

Στίχ.γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ώμῃ τοῦ Παντοκράτορος, ῥωννύμενος Γεώργιε, καὶ τῇ προνοία ποδηγούμενος, τῇ πάντα κυβερνώσῃ, τὸ σκάφος διέσωσας, τῆς ψυχῆς ἀκύμαντον, πρὸς λιμένα τῆς ζωῆς.

 ὁ αχορός

Δόξα Πατρί

Τὶ με θωπείαις ἔλεγες, τῷ κακεργάτῃ Ἅγιε, τῆς τοῦ Χριστοῦ μου ἀγαπήσεως, ἐλπίζεις μεταστῆσαι; λίθον ἕψειν ἔοικας, γράφειν τε εἰς θάλασσαν, καὶ τοξεύειν οὐρανόν.

βχορός

Καὶ νῦνΘεοτοκίον

ψαύχενας κατάβαλε, αἱρετικοὺς Πανάμωμε, τοὺς ἀφειδῶς κατεπεμβαίνοντας, λαῷ τῷ ὀρθοδόξῳ· ἔχεις γὰρ τὸ δύνασθαι, τῇ θελήσει σύνδρομον, …….

αχορός

……… οἷα μήτηρτοῦΘεοῦ.

ᾠδὴ ς’

 ὁ β’ χορός

  Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι’ ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι’ ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

πειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

 

Τῶν Μαρτύρων 

ᾨδὴ ς

Ἐκύκλωσεν ἡμᾶς

βχορὸς

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ψούμενα σφοδρῶς βασάνων, κύματα, ὑμῶν οὐ κατεκάλυψε, τὴν ἀνδρείαν καὶ τὸ εὔτονον Σοφοί· θείᾳ κυβερνήσει γὰρ ἐφθάσατε, τὸν γαληνὸν τῆς σωτηρίας ὅρμον γηθόμενοι.

  αχορὸς

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ανίσιν ἱερῶν αἱμάτων Ἅγιοι, φοινίξαντες Μακάριοι, περιβόλαιον τὸ θεῖον ἑαυτῶν, τοῦτο τε ὁσίως ἐνδυσάμενοι, τῷ Βασιλεῖ τῷ ἀθανάτῳ συμβασιλεύετε.

  βχορὸς

Στίχ.γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ραῖοι καλλοναῖς ἄθλων γεγόνατε, νυμφῶνος ἔνδον Ἅγιοι, ἐχωρήσατε θεούμενοι φαιδρῶς, θέσει καὶ υἱοὶ ἀποδεικνύμενοι, πανευκλεῶς Πατρὸς τῶν φώτων ἀξιοθαύμαστοι.

αχορός

Στίχ. περαγία  Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου, Παρθένε τόκῳ ἄχραντε, καὶ ἐζώωται Ἀδὰμ παρακοῇ, πάλαι νεκρωθεὶς καρποῦ γευσάμενος· ὅθεν ὑμνεῖ καὶ μακαρίζει σε Παναμώμητε.

 

Τοῦ Ἁγίου Γεωργίου 

Ζάλη με λογισμῶν

ὁ β’ χορός

Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σῶμά σου παραδοὺς ταῖς τιμωρίαις, τὴν ψυχὴν ἐτήρησας, ἀπήμαντον θεομάκαρ· τὴν ἄνωθεν γὰρ ἔσχες ἀρωγήν, φρουρὰν προμηθεστάτην, ἐν τοῖς πολέμοις Γεώργιε.

 ὁ α’ χορός

Στίχ.Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

λεων τὸν Δεσπότην, ταῖς εὐχαῖς σου, ἀπεργάζου πάντοτε, τὴν μνήμην σου τοῖς ἐκ πόθου ἐκτελοῦσι, καὶ ζάλης ὁρατῶν, ἐχθρῶν καὶ ἀοράτων, ἀπήμονας διαφύλαττε.

 ὁ βχορός

Δόξα Πατρί

Νόεςσουκατεπλάγησανὁρῶντες, τὴνἀνδρείανἄνωθεν, πῶςἀγχεμάχοιςὅπλοιςκατεπάλαισας, ἄσαρκονἐχθρόν, τὸνπάλαιτοὺςγενάρχας, ἐνΠαραδείσῳπτερνίσαντα.

  αχορός

Καὶ νῦνΘεοτοκίον

φανας ἱστουργίᾳ τῇ ἀρρήτῳ ἁλουργίδα Πάναγνε, Πατρὸς καὶ Πνεύματος θείου, εὐδοκίᾳ τῷ πάντων Βασιλεῖ, ἀτρέπτως καὶ ἀφύρτως, σάρκα τὴν σὴν ἀμφιάσασα.

 

Συναπτὴ μικρά καὶ Ἐκφώνησις

Σὺ γὰρ εἶ Βασιλεύς… 

Κοντάκιον

Ἦχος β. Τὰ ἄνω ζητῶν

νέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Οἶκος

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

 

 

Συναξάριον

Τῇ Γ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ.

Στίχοι

  • Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων.
  • Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.
  • Τύψαν Ἀκεψιμᾶν τριτάτῃ, λεῦσαν δὲ συνάθλους.

Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τοῦ ἁγίου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ.

Στίχοι

  • Ναοῦ τὰ ἐγκαίνια, Μάρτυς καὶ θέσιν,
  • Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκεψιμᾶ.

Στίχοι

  • Τήξας ἑαυτὸν ἐγκρατείᾳ καὶ πόνοις,
  • Ἀκεψιμᾶς μετῆλθε, ἔνθα μὴ πόνοι.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, Ἐπισκόπου Ἀγκύρας, καὶ τῶν Ἁγίων Μαρτύρων, Δασίου, Σεβήρου, Ἀνδρωνᾶ, Θεοδότου καὶ Θεοδότης, ξίφει τελειωθέντων.

Στίχοι

  • Σύμμαρτυς ἔστω καὶ γυνὴ τοῖς ἀνδράσι,
  • Τετμημένοις τέσσαρσι συντετμημένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἠλίας ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Τῶν ἀρετῶν εἰς ἅρμα προβὰς Ἠλίας,
  • Πόλῳ προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας.

 Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἐννέα Μάρτυρες ξίφει τελειοῦνται.

Στίχοι

  • Ψυχαῖς ἀτρέπτοις χερσὶ τμηθέντες πλάνων,
  • Πλάνην περιτρέπουσιν ἄνδρες ἐννέα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι κη’ Μάρτυρες πυρὶ τελειοῦνται.

Στίχοι

  • Φλέγουσιν ἄνδρας πέντε δὶς καὶ δὶς δύο,
  • Οἷς συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀχεμενίδου τοῦ Ὁμολογητοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,Χριστέ  ὁ Θεὸς ἐλέησον καί σῶσον  ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾠδὴ α

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ(Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴθ.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Η

Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε, Μή μου ἄπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

ὁ β’ χορός

Τοῖς Μαθηταῖς συνέλθωμεν

κεψιμᾶς ὁ ἔνδοξος, Ἰωσὴφ ὁ γενναῖος, Ἀειθαλᾶς ὁ πάνσοφος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ, ἐνήθλησαν καὶ τὴν πλάνην, τῶν Περσῶν καθελόντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῇ Ἁγία Τριάδι, οὓς εὐσεβῶς, ὡς ἱερομάρτυρας εὐφημοῦντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν τούτων μνήμην.

Τοῦ Ἁγίου Γεωργίου

ὁ α’ χορός

Ἐν πνεύματι τῷ Ἱερῷ

Τοῖς ῥείθροις τῶν αἱμάτων σου, τῆς ἀπάτης τὴν φλόγα, ἀπέσβεσας Μακάριε, καὶ τυράννων τὰ θράση, εἰς τέλος ἐξηφάνισας, καὶ Χριστὸν ἐδόξασας, Γεώργιε Ἀθλοφόρε· ὅθεν στέφος ἐδέξω, ἀφθαρσίας καὶ ζωῆς, ἐκ δεξιᾶς τοῦ Ὑψίστου.

ὁ β’ χορός

Θεοτοκίον

Οὐκ ἔστιν ὅλως ἐν ἐμοί, σωτηρία Παρθένε, ὅτι κακῶς εἰσπέπτωκα, βάθος ἁμαρτημάτων, καὶ προσδοκῶ τὴν ἀπειλήν, τῆς φρικτῆς κολάσεως, καὶ τῶν ἐρίφων τῆς μοίρας, οἴκτειρόν με πρὸ δίκης, ὡς ὑπάρχουσα θερμή, ἀντίληψις Θεοτόκε.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

ὁ α’ χορός

Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

ὁ β’ χορός

στησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

ὁ α’ χορός

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

ὁ α’ χορός

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

ὁ β’ χορός

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

ὁ α’ χορός

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

ὁ α’ χορός

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

ὁ β’ χορός

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

ὁ α’ χορός

ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

ὁ β’ χορός

μνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ὁ α’ χορός

σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

ὁ β’ χορός

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

ὁ α’ χορός

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

ὁ β’ χορός

τι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

ὁ α’ χορός

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

ὁ β’ χορός

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

ὁ α’ χορός

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

ὁ β’ χορός

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Προσόμοια τοῦ Ἁγίου Γεωργίου 

Ἦχος δ’

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὡς γενναῖον

Τοῦ Χριστοῦ τὸ γεώργιον, τὸν γενναῖον ἐν Μάρτυσι, τὸν σοφὸν Γεώργιον εὐφημήσωμεν, τῆς ἀληθείας τὸν κήρυκα, κλῆμα τὸ ἀείζωον, τῆς ἀμπέλου τῆς ζωῆς, τὸν καρπόν ἐξανθήσαντα, καὶ πηγάσαντα, εὐσεβείας τὸ γλεῦκος καὶ τοὺς πίστει, ἐκτελοῦντας ἐτησίως, τούτου τὴν μνήμην εὐφραίνοντα.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοῦ Χριστοῦ τὸ γεώργιον,……..

ὁ α’ χορός

Στίχ.Θαυμαστὸς ὁ Θεὸς ἐντοῖς ἁγίοις αὐτοῦ.

ς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι σὲ γινώσκομεν, ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε.

ὁ β’ χορός

Στίχ.Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦἐθαυμάστωσεν ὁ Κύριος»

ν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.

ΕΩΘΙΝΟΝ Η’

ὁ α’ χορός

Δόξα Πατρί….. Ἦχος πλ. δ’

Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· ἀλλ’ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ’ ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ’ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.

ὁ β’ χορός

Καὶ νῦν…ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος πλ.δ

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

αχορός

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

αχορός

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

βχορός

Στίχ. δ ΄ Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

βχορός

Δόξα Πατρὶ

αχορός

 Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

βχορός

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

αχορός

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

βχορός

Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

 

αχορός

Στίχ.  δ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

 

αχορός

Δόξα Πατρί

βχορός

Καὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ

αχορός

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον.Ἦχος β.

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

 

 

βχορός

Στίχ.β´.Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

τε κατῆλθες πρὸς τὸν θάνατον,…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

αχορός 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ὁ β’ χορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

ὁ βχορός

ὁ β’ χορός

Ἀπολυτίκιοντῶν Μαρτύρων

Ἦχος δ’ Ταχὺ προκατάλαβε

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ὁ α’ χορὸς

Καὶ τοῦ Ἁγίου Γεωργίου ὁ αὐτὸς.

ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

βχορός

Τοῦ Ναοῦ

αχορός

Κοντάκιον Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τρισάγιον

᾽Απόστολος

Προκείμενον. Ἦχος β’

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.

Στίχ.  Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (11:31-33; 12:1-9)

δελφοί, ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ᾽Ιησοῦ Χριστοῦ οἶδεν, ὁὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷὁἐθνάρχης ῾Αρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με, καὶ διὰ θυρίδος ἐν σαργάνῃἐχαλάσθην διὰ τοῦ τείχους καὶἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δεῖ· οὐ συμφέρει μοι· ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇἀπ᾽ἐμοῦ· καὶ εἴρηκέν μοι· ᾽Αρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἥδιστα οὖν μᾶλλον καυχήσομαι ν τας σθενεαις μου, να πισκηνσῃἐπ᾽ἐμὲἡ δναμις το Χριστο.

Ἀλληλούϊα   (γ΄)  Ἦχος β’

Ἐπακούσαι  σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.

Στίχ.Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾷν 

(ιστ΄ 19 – 31)

Εἶπεν ὁ Κύριος· Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς.  Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.  ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.  καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.  καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.  εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·  καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.  εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου·  ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.  λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.  ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν.  Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

 ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

ἦχος β’ ( Ἀρχαία Τάξις)

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

ἦχος β’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

Ἀπόλυσις  «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»

3 ΝΟΕ13 ΚΥΡΙΑΚΗ Ε΄ΛΟΥΚΑ

2 σκέψεις σχετικά με το “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Ε΄ΛΟΥΚΑ ΚΑΙ ΕΟΡΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ”

  1. Να ανεβασεις πανηγυρικο εσπερινο εορτης ανακομιδης και θεια λειτουργια οταν τελειτε ημερα κυριακη οπως σου ζητησα και ανοιξανταρια και λιτη

    1. ΚΑΛΗΜΕΡΑ
      ΕΧΩ ΑΝΕΒΑΣΕΙ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΘΩΣ ΚΑΙ ΤΑ ΑΝΟΙΞΑΝΤΑΡΙΑ.
      ΝΟΜΙΖΩ Σ’ ΕΧΩ ΚΑΛΥΨΕΙ. ΑΝ ΟΧΙ ΜΠΟΡΕΙΣ ΝΑ ΠΑΣ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ http://www.biblionet.gr/book/132467 ΚΑΘΩΣ ΚΑΙ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ http://voutsinasilias.blogspot.gr/2009/10/3.html..ΓΙΑ ΠΙΟ ΠΟΛΛΑ ΣΤΟΙΧΕΙΑ ΣΕ ΟΤΙ ΖΗΤΑΣ.
      ΕΥΧΑΡΙΣΤΩ ΠΟΛΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s