ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ ΔΥΝΑΜΕΩΝ

8 ΝΟΕΜΒΡΙΟΥ 2013

† Σύναξις τῶν ἀρχι­στρα­­τήγων Μιχαὴλ καὶ Γαβριὴλ καὶ τῶν λοιπῶν ἀσωμάτων δυνά­μεων

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

Ἀμήν.

χος δ’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορὸς

πολυτκιον  χος δ’

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας΄ Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

ὁ β’ χορός

Δόξα Πατρί…

πολυτκιον  χος δ’

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, ………

ὁ α’ χορός

Κα νν… Θεοτοκίον  ατς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 

Τῶν ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε, ὁ κατ’ ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον, τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι, τοῦ ἐχθροῦ τυραννίδος, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασιν.

ὁ β’ χορός

Δόξα…  τὸ αὐτὸ

Τῶν ἀσωμάτων……..

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορός

Κάθισμα   Ἦχος δ’

 

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 

Τὰ Χερουβὶμ καὶ Σεραφὶμ πολυόμματα, τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν Ἐξουσίαις Θρόνοι Κυριότητες, Ἄγγελοι Δυνάμεις τε, καὶ Ἀρχαὶ δυσωποῦσι, σὲ τὸν Ποιητὴν ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην· Μὴ ὑπερίδῃς δέησιν λαοῦ, ἡμαρτηκότος, Χριστὲ πολυέλεε.

ὁ α’ χορός

Δόξα… Τὸ αὐτὸ

Τὰ Χερουβὶμ………

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον αὐτόμελον

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ  Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Μετά τὸν Πολυέλεον

Τῶν Ἀρχιστρατήγων

ὁ α’ χορὸς

ψωθες ν τ Σταυρ

Τὰ Χερουβὶμ καὶ Σεραφὶμ πολυόμματα, τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν Ἐξουσίαις θρόνοι Κυριότητες, Ἄγγελοι Δυνάμεις τε, καὶ Ἀρχαὶ δυσωποῦσι, σὲ τὸν Ποιητὴν ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην. Μὴ ὑπερίδῃς δέησιν λαοῦ, ἡμαρτηκότος, Χριστὲ πολυέλεε.

ὁ β’ χορὸς

χος πλ. δ’  

Δξα Πατρί… Τ προσταχθέν

Τῶν οὐρανίων ἀρχηγοὶ καὶ πρωτοστάται, τῶν ὑψιθρόνων καὶ φρικτῶν τῆς θείας δόξης, Μιχαὴλ καὶ Γαβριὴλ Ἀρχιστράτηγοι, σὺν πᾶσι τοῖς ἀσωμάτοις ὢ Λειτουργοί, Δεσπότου ὑπὲρ τοῦ κόσμου διαπαντός, πρεσβεύοντες αἰτήσασθε τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, καὶ ἔλεος καὶ χάριν εὑρεῖν, ἐν ἡμέρᾳ τῆς κρίσεως.

ὁ α’ χορὸς  

Κα νν… Θεοτοκον ὅμοιον

Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν…

ὁ β’ χορὸς

πως εὕρωμεν ἔλεος.

 

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

  • ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  •         Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  •         Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

  • Προκείμενον Ἦχος δ’
  • ποιῶν τους Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • \
  • ὁ β’ χορός
  • ποιῶν τους Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • ὁ α’ χορός
  • ΣτίχΕὐλόγει ἡ ψυχή μου, τὸν Κύριον.
  • ποιῶν τους Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

 

Τάξις τοῦ  Εὐαγγελίου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

α΄ χορὸς

Ἦχος β

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

βχορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

αχορὸς

Κύριε, ἐλέησον (γ’).

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι.

βΧορὸς:

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: κ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Ἐκ τοῦ κατὰ Ματθαῖον

ιη΄ 10 – 20

Εἶπεν ὁ Κύριος· ῾Ορᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον;καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων. ᾽Εὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ᾽Αμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν οὐρανῷ. Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν..

ὁ α’ χορς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Ἀσωμάτων, Οἰκτίρμον, προστασίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος ὁ αὐτὸς

Τῷ ἀΰλῳ θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ  πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ᾨδὴ α’Ἦχος πλ. δ’ 

ὁ α’ χορός

 Ὁ Εἱρμὸς  

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορός

γρὰν διοδεύσας……..

 ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

 ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς ..

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

 

Κανὼν πρῶτος τῶν Ἀσωμάτων

 

Ποίημα Ἰωάννου Μοναχοῦ

 

ᾨδὴ α’   Ἦχος πλ. δ’ 

ᾌσμα ἀναπέμψωμεν λαοί

ὁ α’ χορὸς

Στίχ. ρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πάντες ἀνυμνήσωμεν πιστοί, τὴν πάσας διευθύνουσαν, τὰς ἀΰλους τῶν ἄνω, χορῶν ταξιαρχίας, Τριάδα τὴν ἄκτιστον, ἐκβοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.

ὁ α’ χορὸς

 Στίχ.ρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

θου τῶν κτισμάτων σου ἀρχήν, οὐσίαν τὴν ἀσώματον, Ποιητὰ τῶν Ἀγγέλων, τὸν ἄχραντόν σου θρόνον, κυκλοῦσαν κραυγάζειν σοι, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.

ὁ α’ χορὸς

 Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χαίροις Γαβριὴλ μυσταγωγέ, τῆς τοῦ Θεοῦ σαρκώσεως, Μιχαήλ τε ταγμάτων, ἀΰλων πρωτοστάτα, ἀπαύστως κραυγάζοντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Εὔα ἡ προμήτωρ τῇ ἀρᾷ, τὸ γένος καθυπέβαλε, τῇ παραβάσει ποτέ, τὸ τῶν ἀνθρώπων· σὺ δὲ Παρθένε Θεόνυμφε, ὅλον πρὸς εὐλογίαν, μετηγάγου τὸν Κτίστην τεκοῦσα.

 

Κανν δετερος, ο κροστιχς

Τος Ταξιρχαις τν σωμτων Νων

ν δ τος Θεοτοκοις

Κλμεντος

δ α’ χος ατς

ὁ α’ χορὸς

ρματηλτην Φαρα

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς νοεροὺς τῶν ἀσωμάτων τάξεων, χοροὺς ἐν ᾄσμασιν, ὡς Λειτουργοὺς θείους, δεῦτε εὐφημήσωμεν, χορείαν συγκροτήσαντες, τὴν ἡμῶν σωτηρίαν, ἀδιαλείπτως πρεσβεύοντας, καὶ τῇ μετανοίᾳ συγχαίροντας.

ὁ β’ χορὸς  

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ τῶν Ἀγγέλων ἀρχηγοὶ καὶ πρόκριτοι, καὶ ταξιάρχαι φαιδροί, τοὺς ἀσωμάτους Νόας, σήμερον ἐγείρουσι, πρὸς τελετὴν ἑόρτιον, τῆς αὐτῶν λαμπρᾶς μνήμης, μεθ’ ὧν συγχαίρουσιν ἄνθρωποι, ὕμνον τῇ Τριάδι προσάγοντες.

ὁ α’ χορὸς

Δξα Πατρί…

Συνευφρανθῶμεν τοῖς Ἀγγέλοις ἄνθρωποι, πνευματικῶς ἐν χαρᾷ΄ ὁ Γαβριὴλ αὖθις, νῦν εὐαγγελίζεται, Ἐκκλησιῶν τὴν ἕνωσιν, καὶ καθαίρεσιν πάσης, τῆς ἐναντίας αἱρέσεως, ἐν τῇ παρουσίᾳ τῆς μνήμης αὐτῶν.

ὁ β’ χορὸς 

Κα νν… Θεοτοκον

Κυοφορεῖς τὸν ὑπὲρ φύσιν ἄχραντε, ἐν σοὶ σκηνώσαντα, τοῦ Πατρὸς λόγον, ἐν Ἁγίῳ Πνεύματι δυσὶ μὲν ἐν ταῖς φύσεσι, καὶ θελήσεσιν ὄντα, ἐν ὑποστάσει δ’ ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζομεθα.

 

ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ᾨδὴ γ’ Ὁ Εἱρμὸς 

ὁ α’ χορὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορός

Οὐρανίας ἁψῖδος….

  ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

 ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

 

ΤΩΝ ΑΣΩΜΑΤΩΝ

ᾨδὴ γ’

Τὸν φόβον σου Κύριε

ὁ α’ χορός

 Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

σχὺϊ κατέστησας Ἀθάνατε, δυνατοὺς ἐξανύοντας, τὸ πανάγιόν σου θέλημα, τοὺς σοὶ ἐν τοῖς ὑψίστοις, ἀεὶ παρεστῶτας.

ὁ β’ χορός

 Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τοὺς μύστας τῆς σῆς ἐνανθρωπήσεως, τῆς σεπτῆς τε ἐγέρσεως, τῶν Ἀγγέλων τοὺς ἐξάρχους Χριστέ, ὑπὲρ ἡμῶν προσδέχου, ἐπικαλουμένους.

ὁ α’ χορός

 Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

γγέλους ἐπέστησας φύλακας, τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, διακόνους τε ἀνέδειξας Χριστέ, τῆς σωτηρίας τῶν σῶν θεραπόντων.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Θεοτοκίον

ρρήτως συνέλαβες τὸν Κύριον, Σωτῆρα Θεόνυμφε, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.

 

Κανν δετερος

ὁ α’ χορὸς

Σ ε τ στερωμα   

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τῶν Ἀγγέλων πρώτιστος, καὶ τῆς Τριάδος φῶς δεύτερον, ὤφθης ἡμῖν, Μιχαὴλ ὁ ἄρχων, τοῖς πιστῶς εὐφημοῦσί σε.

ὁ β’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Αἴγλῃ θείας χάριτος, ὁ Γαβριὴλ πιστῶς ἔπληξε, πᾶσαν τὴν γῆν, τοῦ Θεοῦ κηρύξας, τὴν ἐν σώματι κάθοδον.

ὁ α’ χορὸς

Δξα Πατρί…

Ξυνωρὶς ἀοίδιμε, καὶ φωταυγὴς δυὰς ἄϋλε, φῶτα Θεοῦ, τοὺς πιστῶς τελοῦντας, τὴν ὑμῶν μνήμην δείξατε.

ὁ β’ χορὸς 

Κα νν… Θεοτοκον 

σεν Ἡσαΐας, σοῦ τὴν ὑπὲρ νοῦν ἁγνὴ κύησιν, ᾄδω κἀγώ, ἵνα τῆς ἐκείνου, πιτχω καθρσεως.

 Συναπτ μικρ κα  κφνησις

 τι σ ε Θες μν,… 

βχορός

Κθισμα  χος πλ. δ’

Τ προσταχθν

Τῶν ἀσωμάτων τοὺς χοροὺς ἐφιέμενοι, ἀνευφημεῖν οἱ ἐπὶ γῆς μιμησώμεθα, ὡς ἐφικτὸν τούτων τὴν ἁγιότητα, νεκροῦντες πάντα τὰ μέλη τὰ τῆς σαρκός, αἰτοῦντες, ὡς ὑπερμάχους τε καὶ φρουρούς, πάσης πλάνης λυτρώσασθαι, τοῦ ἀοράτου ἐχθροῦ, ἡμᾶς τοὺς ἀνυμνοῦντας αὐτούς, ὅπως εὕρωμεν ἔλεος.

ὁ α’ χορὸς

Δξα Πατρί… Κα νν… Θεοτοκον

Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως΄ Σῶσον ἡμᾶς, Παρθένε Παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

ΤΗΣ ΘΕΟΤΟΚΟΥ\

ᾨδὴ δ’ 

βχορός

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

αχορός

 Εἰσακήκοα, Κύριε……

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

 ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ΤΩΝ ΑΣΩΜΑΤΩΝ

ᾨδὴ δ’ 

Ἐπέβης ἐφ’ ἵππους

ὁ β’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πέβης Ἀγγέλοις, ὥσπερ ἐφ’ ἵπποις Φιλάνθρωπε, καὶ ἐδέξω χερσί σου ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν ἡ ἱππασία σου, τοῖς ἀπαύστως βοῶσι· Δόξα τῇ δυνάμει σου Κύριε.

 ὁ α’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Καλύπτει Ἀγγέλους, ἡ ἀρετή σου Φιλάνθρωπε, καὶ τῆς γῆς ἐπληρώθη τὰ πέρατα, τῆς σῆς ἐνδόξου ἄναρχε θείας αἰνέσεως, σὺν αὐτοῖς σοι βοώσης· Δόξα τῇ δυνάμει σου Κύριε.

 ὁ β’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ξῆλθες οἰκτίρμον, εἰς σωτηρίαν λαοῦ σου Χριστέ· συγκαλεῖς δὲ τὰς φίλας Δυνάμεις σου, καὶ εὐφροσύνη γέγονεν ἡ παρουσία σου, τοῖς πιστῶς σοι βοῶσι·  Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Θεοτοκίον

Παρθένος καὶ Μήτηρ, ὑπερφυῶς ὤφθης Πάναγνε, ὡς Θεὸν τὸν αὐτόν τε καὶ ἄνθρωπον, Χριστὸν τεκοῦσα, ᾧ μετὰ δέους κραυγάζουσι, τῶν Ἀγγέλων αἱ τάξεις· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Κανν δετερος

Σ μου σχς, Κριε

ὁ β’ χορὸς 

Στίχ. ρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

εριχώ, ὤφθη δυνάμεως Ἀρχιστράτηγος, πολεμοῦντι, πάλαι Ἰησοῦ τῷ Ναυῇ, νικοποιῶν καὶ ὑπερμαχῶν, Μιχαὴλ ὁ μέγας, τῶν Ἀσωμάτων ὁ ἔξαρχος, ὑφ’ οὗ λαβὼν τὸ σθένος, ὁ θεράπων Κυρίου, δορυάλωτον εἷλε τὸ φρούριον.

ὁ α’ χορὸς

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ρχων ποτέ, τῶν ἀσωμάτων Δυνάμεων, ὤφθη φέρων, τέκνου εὐαγγέλια, τῷ Ζαχαρίᾳ τῷ ἱερεῖ, Γαβριὴλ ὁ μέγας, ὁ θεῖος ὄντως Ἀρχάγγελος, διὸ φωνὴ τοῦ Λόγου, γεννηθείς, Ἰωάννης, τῷ πατρὶ τὴν φωνὴν ἀποδίδωσιν.

ὁ β’ χορὸς 

Δξα Πατρί…

Χαίρει χαρᾷ πάντα τὰ πέρατα σήμερον, τὴν αἰσίαν, μνήμην ἑορτάζοντα, τῶν Ἀρχαγγέλων σου ὁ Θεός, Μιχαὴλ τοῦ θείου, καὶ Γαβριὴλ τοῦ θεόφρονος, συγχαίρει δὲ καὶ πᾶσα, τῶν Ἀγγέλων ἡ τάξις, ὅτι σώζεται κόσμος τῇ σκέπη αὐτῶν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μόνη ἁγνή, πέφυκας καὶ μετὰ γέννησιν, μόνη ὤφθης, ἄνανδρος θηλάζουσα, τὸν τοῦ Πατρὸς Λόγον ἀληθῆ, Πνεύματι Ἁγίῳ, λαβόντα δούλου μορφὴν καθ’ ἡμᾶς, Παρθένε Θεοτόκε΄ οὗ τὴν θέαν τιμῶντες…

ὁ β’ χορὸς  

τς μορφς τν μφρειαν σβομεν.

ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ᾨδὴ ε’

ὁ α’ χορὸς  

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

 ὁ β’ χορὸς  

Φώτισον ἡμᾶς………

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

 ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς..

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ΤΩΝ ΑΣΩΜΑΤΩΝ

ᾨδὴ ε’

Τὸν ἐκ νυκτὸς ἀγνωσίας

ὁ α’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

νεπιστρέπτῳ τῷ  πόθῳ, ἀεὶ πρὸς τὸ ἄναντες, πρὸς σὲ Χριστὲ φερόμεναι, τὸ ἀκρότατον ἁπάντων τῶν ἐφετῶν, Ἀγγέλων αἱ δυνάμεις, ἀκαταπαύστως σε δοξάζουσιν.

 ὁ β’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὺ νοεροὺς κατ’ οὐσίαν, ἀφθάρτους τῇ χάριτι, τῇ σῇ Χριστὲ κατέστησας, ὑμνῳδοὺς τῆς σῆς μεγαλειότητος, τοὺς Ἀγγέλους σου κατ’ εἰκόνα, ἐδημιούργησας ἀκατάληπτε.

ὁ α’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὺ ἀκλινεῖς πρὸς τὸ χεῖρον, τῇ πρὸς σὲ ἐγγύτητι Χριστέ, τοὺς σοὺς ἐφύλαξας λειτουργούς· πηγὴ γὰρ ἀγαθότητος, σὺ ὑπάρχων ἀγαθύνεις, τοὺς ἐπαξίως σοι λατρεύοντας.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Θεοτοκίον

μετὰ τόκον Παρθένος, μόνη ἀπειρόγαμε ἁγνή, Μαρία ἄχραντε, τῷ  λιμένι σου ἡμᾶς καθόρμισον, ἐκ κινδύνων ὁδηγοῦσα, πρὸς σωτηρίαν τὴν αἰώνιον.

Κανν δετερος

ὁ α’ χορὸς

Ἵνα τί με πσω

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πειθοῦντι τὸ πάλαι, τοῦ Θεοῦ πρὸς ἄῤῥητα καὶ θεῖα θαύματα, Βαλαὰμ τῷ μάντει, ἐν ἀμφόδῳ ὁ Ἄγγελος ὄνῳ φανείς, φοβερῶς ἤλεγξε, καὶ λογικὸν τὸ ζῷον δείξας, τὸ τῆς φύσεως ἤμειψε γνώρισμα.

ὁ β’ χορὸς 

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συσχεθέντι τῷ Πέτρῳ, καὶ εἱρκτῇ προσμένοντι, Ἄγγελος ὤφθη Θεοῦ, τῶν χειρῶν Ἡρῴδου, καὶ δεσμῶν καὶ θανάτου λυτρούμενος΄ διὸ δεῦτε πάντες, ὡς τῶν ψυχῶν φρουρούς ἐνθέους, τοὺς σοφοὺς Ἀρχαγγέλους τιμήσωμεν.

ὁ α’ χορὸς

Δξα Πατρί…

Τῶν πολέμων τὰς στάσεις, Ἄγγελοι Ἀρχάγγελοι θεῖαι Δυνάμεις Θεοῦ, καὶ τῆς Ἐκκλησίας, τὰς αἱρέσεις καὶ πάντα τὰ σκάνδαλα, ταῖς ὑμῶν λύσατε, πρὸς τὸν Θεόν ἀεὶ πρεσβείαις, καὶ ἡμᾶς ἐν εἰρήνῃ φρουρήσατε.

ὁ β’ χορὸς 

Κα νν… Θεοτοκον

ν δυσὶ ταῖς οὐσίαις, ἕνα σὲ γινώσκομεν Θεὸν τῆς κτίσεως, ἐνεργείαις ἄμφω, καὶ θελήσεσιν ὄντα ἀσύγχυτον, τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ γυναικὸς σάρκα λαβόντα,…

ὁ α’ χορὸς

ς τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.

 

ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ᾨδὴ ς’   

ὁ β’ χορὸς 

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

ὁ α’ χορὸς 

 Τὴν δέησιν ἐκχεῶ…..

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

 ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

ΤΩΝ ΑΣΩΜΑΤΩΝ

ᾨδὴ ς’ 

Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε

 ὁ β’ χορὸς

Στίχ. ρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Θεοπρεπῶς, ἐκ μὴ ὄντων Κύριε, τῷ  λόγῳ σου παρήγαγες, οὐσίας τῶν ἐπουρανίων, ἀθανάτων στρατιῶν, φωτοειδεῖς αὐτὰς ἐργασάμενος.

 ὁ α’ χορὸς

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Μύσται σεπτοί, τῆς Θεοῦ αἰνέσεως, γεγόνατε Ἀσώματοι, πολῖται τῆς ἐπουρανίου, καὶ θείας ὄντως σκηνῆς, τῷ  Ποιητῇ ἀξίως λατρεύοντες.

 ὁ β’ χορὸς

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τῶν Ἀσωμάτων, τάξεις νοεραὶ σε, Υἱὲ Θεοῦ προάναρχε, αἰνοῦσιν ἀκαταπαύστως, καὶ δοξολογοῦσιν, ὡς Ποιητὴν καὶ Κτίστην τοῦ σύμπαντος.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Θεοτοκίον

Τὸν τῷ  Πατρί, ἐν ὑψίστοις ἄχραντε, ἀνάρχως συνεδρεύοντα, ἀγκάλαις σαῖς ἐπανακλῖναι ἠξίωσαι, ὃν ἡμῖν δίδου Ἁγνή, τοῖς δούλοις σου ἵλεων.

 

Κανν δετερος

ὁ β’ χορὸς 

λσθητί μοι Σωτρ

Στίχ. ρχάγγελοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

ς πῦρ καὶ φλόγα καὶ φῶς, τοὺς ἀσωμάτους ὑπάρχοντας, ἐκ τῆς ὑλώδους φθορᾶς, τὸν νοῦν ἀνιπτάμενοι, ὑλαίοις ἐν χείλεσι, τοὺς ἀΰλους φόβῳ, ἐν τοῖς ᾄσμασι τιμήσωμεν.

ὁ α’ χορὸς

Στίχ. ρχάγγελοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Νεκρώσατε τῶν παθῶν, τὰς καταιγίδας Ἀρχάγγελοι, καὶ παύσατε σὺν αὐτοῖς, τὰ σκάνδαλα ἅπαντα, τῆς πίστεως Ἅγιοι, τῆς Τριάδος ὄντες, Ἀρχιστράτηγοι πυρίμορφοι.

ὁ β’ χορὸς  

Δξα Πατρί…

ρχάγγελοι τοῦ Θεοῦ, τῶν Ἀσωμάτων οἱ ἔξαρχοι, τῇ παῤῥησίᾳ ὑμῶν, ἐκ πάσης αἱρέσεως, ἡμᾶς διασώσατε, Μιχαὴλ ὁ Ἄρχων, καὶ Γαβριὴλ οἱ Ἀρχιστράτηγοι.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Νηδύος ὤφθης ἑκών, ἐξ ἀπειράνδρου σαρκούμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας΄ οὗ τῆς ἐμφερείας, ο πιστο τ εδος σβομεν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον   χος β’

ρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ς τν σωμτων ρχιστρτηγοι.

  Οκος

φης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ’ ἀνθρώπω ἑνὶ μετανοοῦντι, Ἀθάνατε, ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε, μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ’ ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν, ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, ο τν σωμτων ρχιστρτηγοι.

 

Συναξάριον

Τ Η’ το ατο μηνς, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καί τῶν λοιπῶν ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.

Στίχοι

  • Ἐβουλόμην σοι, Μιχαήλ, ᾆσμα πρέπον
  • ᾌσαι πρεπόντως, ἀλλ’ ἄϋλον, οὐκ ἔχω.
  • Ὀγδόῃ οὐρανίης κυδαίνει τάξιος Ἀρχούς.

Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων.

Στίχοι

  • Ἐπάξιόν τι Ταγμάτων τῶν ἐννέα,
  • Τίς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα;

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. μήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τ σεπτ Εσόδ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ν τ σεπτ Εσόδ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εσλθες ν τ Να το Θεο, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Ανοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τ ερ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἐν πνεύματι τῷ  Ἱερῷ 

ς πρόμαχον καὶ πρύτανιν, τοῦ βροτείου σε γένους, καὶ προνομέα ἄριστον, Ἀρχιστράτηγε θεῖε, ἀνέδειξεν ὁ Ποιητής, καὶ Θεὸς καὶ δόξῃ σε, τετίμηκεν ἀπορρήτως, τοῦ προσφωνεῖν ἀνενδότως, τὸν τρισάγιον καὶ θεῖον, ἐπινίκιον ὕμνον.

ὁ β’ χορός

Τοῖς Μαθηταῖς 

Θεοτοκίον

Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ Πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν Ἁγίων Ἀγγέλων, ἁγιωτέρα Πάναγνε· τόν γὰρ Κτίστην τῶν ὅλων, σωματικῶς, ἀπορρήτως τέτοκας Θεοτόκε, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τν ορανων ταγμτων

Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην ὑμνοῦμεν πιστῶς, Μιχαὴλ Ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς ῥύσασθαι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν οὐρανίων ταγμάτων……

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων, σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν, συγκροτῆσαι Συνάξεως, αὐτῶν τῆς θείας καὶ ἅμα ὕμνον Θεῷ, ἀναμέλψαι τὸν τρισάγιον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

πὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου, προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ παντί, καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθός, ἡμῖν πᾶσιν εὐμενέστατος.

ὁ α’ χορός

Δξα Πατρί… χος πλ. α’

που ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις, οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ’ ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος πλ. α

Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

πολυτκιον  χος δ’

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας΄ Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γΘαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ.  ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

πολυτκιον  χος δ

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας΄ Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

 

Μικρὰ Εἴσοδος.

 

Εἰσοδικὸν

ὁ α’ χορός

 Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός

 β’ χορὸς

ψάλλοντάς σοι, λληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος δ’

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας΄ Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορὸς 

Κοντκιον χος δ’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

ψωθες ν τ Σταυρ

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Ατη πρχει σκην πουρνιος. 

Τρισάγιον.

᾽Απόστολος

Τν Ασωμάτων (῾Εβρ. β´ 2-10).

Προκείμενον ἦχος δ’

ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, εἰ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος͵ καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν͵ πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις͵ ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου͵ ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη͵ συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν͵ περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων΄ «Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ͵ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ΄ ἀγγέλους͵ δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν͵ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ». ἐν γὰρ τῷ γὰρ «ὑποτάξαι» [αὐτῷ] τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ΄ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον͵ ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπεν γὰρ αὐτῷ͵ δι΄ ὃν τὰ πάντα καὶ δι΄ οὗ τὰ πάντα͵ πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

λληλούϊα (γ’) Ἦχος δ΄

 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.

Στίχ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ.

 Εὐαγγέλιον

κ το κατ Λουκν.

ι΄ 16 – 21

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·  Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.  Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.  Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.  ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.  πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.  Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

αχορς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

  αχορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

ὁ β’ χορός

ἦχος α’.

῾Ο ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

Δι’εὐχῶν…

μήν.

8 ΝΟΕ13 ΕΟΡΤΗ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΩΝ ΑΡΧΙΣΤΡΑΤΗΓΩΝ ΔΥΝΑΜΕΩΝ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s