9 ΝΟΕΜΒΡΙΟΥ 2013
+Νεκταρίου Πενταπόλεως τοῦ ἐν Αἰγίνῃ (†1920).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἀμήν. Ἦχος α’
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος α’
Τῆς ἐρήμου πολίτης
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι΄ δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἕτερον Ἦχος δ’ – Ταχὺ προκατάλαβε
Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι’ ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.
ὁ α’ χορὸς
Καὶ νῦν…
Καὶ νῦν… Θεοτοκίον ὁ αὐτὸς
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος α’ – Τὸν ταφον σου Σωτὴρ
Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀνέτειλας ἡμῖν, τῇ ὁσίᾳ ζωῇ σου, Νεκτάριε Ὅσιε, καὶ πρὸς δόξαν καὶ αἴνεσιν, πάντας ἤγειρας, Χριστοῦ τοῦ πάντων Δεσπότου, τοῦ σὲ δείξαντος, δεδοξασμένον σε Πάτερ, θαυμάτων δυνάμεσι.
ὁ β’ χορὸς
Δόξα Πατρί… Ὅμοιον
Ἰάσεις δαψιλεῖς, καθ’ ἑκάστην ἡμέραν, πηγάζει θαυμαστῶς, θεϊκῇ χορηγίᾳ, ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τῇ τοῦ Πνεύματος, μυρεψικῇ εὐωδίᾳ, τοὺς προστρέχοντας, μετ’ εὐλαβείας καὶ πόθου, τῇ σῇ Μονῇ Ἅγιε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Αἱμάτων ἐξ ἀγνῶν, τὸν Δεσπότην τῶν ὅλων, τεκοῦσα καὶ ὁ ἦν, μὴ τραπέντα μηδόλως, παρθένος διέμεινας, μετὰ τόκον καὶ ἄφραστον, ὅθεν ἅπαντες, τὰ μεγαλεῖα σου Κόρη, μεγαλύνομεν, καὶ τῇ θερμῇ σου πρεσβείᾳ, σωθῆναι ἐλπίζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα
ὁ β’ χορὸς
Ἦχος γ’ – Τὴν ὡραιότητα
Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν εὐθύτητα, Πάτερ τῶν τρόπων σου, ὡς προσφορὰν πνευματικήν, δεξάμενος ὁ Δεσπότης, ἰαμάτων κρήνην σε, ἐν Αἰγίνῃ ἀνέδειξε, τοῖς πιστῶς προστρέχουσι, τοῖς ἁγίοις λειψάνοις σου, τοῖς νέμουσιν ὀσμὴν οὐρανίαν, πᾶσι καὶ θείαν εὐωδίαν.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ
Καταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσά σοι σοφέ, θαυμάτων χάρις ἐκ Θεοῦ, ἡ ἐν τοῖς θείοις λειψάνοις σου ἐνεργουμένη. Ὅθεν τῇ Μονῇ, τῇ σῇ συῤῥέουσι, πλήθη εὐσεβῶν ἐκ πάσης τάξεως, καὶ οἱ νοσοῦντες ὑγείαν λαμβάνουσι, τῇ ἀντιλήψει σου Ἅγιε, ἐν εὐφροσύνῃ, Χριστὸν ὑμνοῦντες, τὸν ἁγιάσαντά σε Ὅσιε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὁ τῶν ὅλων συνοχεύς, καὶ τῶν αἰώνων Ποιητής, συνεσχέθη ὑπὲρ νοῦν, ὅλος τῇ θείᾳ σου γαστρί, μὴ ἀποστὰς τῆς Πατρικῆς μονῆς Ἄχραντε, διπλοῦς δὲ ἐκ τῆς σῆς, μήτρας προέδραμεν, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς τέλειος, καὶ τοῦ Ἀδὰμ τὴν φύσιν ἐθέωσε, καὶ πάντα κόσμον διέσωσεν. Αὐτὸν δυσώπει, Θεογεννῆτορ, σωθῆναι τὰς ψυχάς ἡμῶν.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον
Ὀρθοδόξων δογμάτων ἑρμηνευτής, διδαχῶν θεοφθόγγων ὑφηγητής, δεικνύμενος Ὅσιε, Ἱεράρχης ὡς ἔνθεος, τῶν εὐσεβῶν ῥυθμίζεις, ἐνθέως τὸ φρόνημα, πρὸς θεϊκὴν ἀγάπην, καὶ τρίβον σωτηρίον. Ὅθεν ἐν Αἰγίνῃ, θεοφρόνως ἐγείρεις, Μονὴν σεπτὴν Ὅσιε, εἰς ψυχῶν περιποίησιν, Θεοφόρε Νεκτάριε, ἐν ᾗ Μοναζουσῶν ἡ πληθύς, τὰ σεπτά σου προσκυνοῦσα λείψανα, εὐλαβῶς ἑορτάζει, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον Ὅμοιον
Μανναδόχον σε στάμνον καὶ λογικήν, φωτοφόρον λυχνίαν καὶ θεαυγῆ, ὁ θεῖος Νεκτάριος, ἐπιστάμενος Ἄχραντε, ταῖς σαῖς φωταγωγίαις, ψυχὴν καὶ διάνοιαν, ὡς ἀρετῆς ἐργάτης, ἀξίως πεφώτισται, ὅθεν σε παρθένον, ἐν ταὐτῷ καὶ Μητέρα, Χριστοῦ πανακήρατον, ὀρθοδόξως ἐκήρυξε, Θεοτόκε Πανύμνητε. Καὶ νῦν τῆς τοῦ Υἱοῦ σου Ἁγνή, ἀπολαύων ὑπὲρ νοῦν ἐλλάμψεως, σὺν Ἀγγέλοις δοξάζει, τὴν ἄῤῥητον δόξαν σου.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
- Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
- Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου
ὁ α’ χορός
- Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
- Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
ὁ α’ χορός
Προκείμενον Ἦχος δ’
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
ὁ β’ χορός
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
ὁ α’ χορός
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…
ὁ α΄ χορὸς
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ’).
Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. (Ματθ. κδ’. 42-47)
Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ἱερεὺς: Εἶπεν ὁ Κύριος, γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ. β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Σήμερον ὁ Θεοφόρος Νεκτάριος, τὸ νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς ἀρετῆς περάνας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο, καὶ ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ ξύλου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς ἐλλάμψεις δεχόμενος, ἡμῖν δὲ ἐξαιτεῖται, κινδύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν, καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Τῆς Θεοτόκου εἰς ς’ καὶ τοῦ Ἁγίου οἱ δύο εἰς δ’.
Κανὼν τῆς Θεοτόκου φέρων τήνδε ἀκροστιχίδα.
Χαρᾶς νοητῆς ἀξίωσόν με Κόρη. Γερασίμου.
ᾠδὴ α’ Ἦχος α’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται.
ὁ β’ χορὸς
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρίτων τὴν ἄβυσσον σαρκὶ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν, χάριν μοι δώρησαι, τοῖς χείλεσί μου Ἁγνή, ὅπως ὑμνήσω εὐσεβῶς, τὰ μεγαλεῖα σου.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀνήροτος ἄρουρα, Παρθένε ὤφθης, ἀσπόρως βλαστήσασα, ζωῆς τὸν πρύτανιν, τὸν ἐκ τῆς πάλαι φθορᾶς, ζωοποιήσαντα ἡμᾶς, ὅτι δεδόξασται.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱημάτων αἰνίγματα, προφητοφθόγγων, ἐν σοὶ πέρας ἔλαβον, Παρθένε Ἄχραντε, σὺ γὰρ τεκοῦσα Χριστόν, τύπους τοῦ Νόμου καὶ σκιᾶς, σαφῶς ἐπλήρωσας.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀνθήσασαν ῥάβδον σε, ὁ Ἡσαΐας, Παρθένε προέγραψεν, ἐν θείῳ Πνεύματι, σὺ γὰρ Χριστὸν τὸν Θεόν, οἷά περ ἄνθος μυστικόν, ἀφράστως ἤνθησας.
Τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς
Νεκταρίῳ αἴνεσις τῷ θεηγόρῳ. Γερασίμου.
ὁ α’ χορὸς
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοός μου τὴν ζόφωσιν, τῶν πρεσβειῶν σου, φωτὶ διασκέδασον, καὶ λόγον δίδου μοι, ὡς ἂν ὑμνήσω φαιδρῶς, Νεκτάριε θαυματουργέ, τὴν θείαν μνήμην σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐσχάτοις ἐν ἔτεσιν, ἐξανατείλας, ὡς ἥλιος ἄδυτος, φωτὶ τῶν ἔργων σου, Εὐαγγελίου τὸ φῶς, ἐκφαίνεις Πάτερ θαυμαστῶς, πᾶσι τοῖς πέρασι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κατ’ ἴχνος Νεκτάριε, ἀκολουθήσας, ζωῆς καθαρότητι, τοῖς πάλαι Ὅσιε, Ἀρχιερεῦσι Χριστοῦ, ἴσος εὐκλείας τῆς αὐτῶν, ὤφθης καὶ μέτοχος.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τὴν φύσιν τὴν ἄστεκτον, ἐν τῇ γαστρί σου, ἀφλέκτως βαστάσασα, σαρκὶ γεγέννηκας, δίχα τροπῆς καὶ φυρμοῦ, Χριστὸν τὸν πάντων Ποιητήν, Παρθένε Ἄχραντε.
Κανὼν δεύτερος οὗ ἡ ἀκροστιχίς.
Νέκταρ ζωῆς ἡμῖν Πάτερ δίδως. Γερασίμου.
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀνοίξω τὸ στόμα μου
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ναμάτων τοῦ Πνεύματος, ἐμφορηθεὶς βίῳ κρείττονι, τὸ νέκταρ τῆς χάριτος, ἤδη ἀνέβλυσας, καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, Νεκτάριε Ὅσιε, τοῖς σοῖς χαρίσμασι.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἑόρτιον αἴνεσιν, ἀγαλλομένη προσάδει σοι, καὶ νέαν πανήγυριν, κροτεῖ σοι Ἅγιε, ἡ Ὀρθόδοξος, Ἁγία Ἐκκλησία, τῇ σῇ ἁγιότητι, ἐχθροὺς αἰσχύνουσα.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Κοσμήσας τὸν βίον σου, ἀπὸ νεότητος Ὅσιε, ἠθῶν τῇ σεμνότητι, τῆς ἀρετῆς ἐραστής, ὤφθης γνήσιος, καὶ τῆς σοφίας μύστης, ἐνθέῳ φρονήματι, Πάτερ Νεκτάριε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τὴν πάντων Βασίλισσαν, καὶ ἀειπάρθενον Δέσποιναν, ὑμνῶν θείοις λόγοις σου, ἐκ ταύτης ἔλαβες, σθένος ἄμαχον, καὶ πειρασμῶν ἐφόδους, ἐν βίῳ ὑπέμεινας, ἀνδρείως Ἅγιε.
ὁ α’ χορὸς
ᾠδὴ γ’ Ὁ Εἱρμὸς
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανῶν, στερεώσας τὸν δεύτερον, καὶ δράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.
ὁ β’ χορὸς
Στερεωθήτω ἡ καρδία μου,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκηνὴ τοῦ Λόγου ἡ ἀμόλυντος, τὸ τῆς θείας δόξης ἁγίασμα, ὁ οὐρανὸς ὁ λογικός, ἐξ οὗ κόσμῳ ἀνέτειλεν ὁ ζωῆς ἄδυτος ἥλιος, Θεοτόκος ὑμνείσθω μοι.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νόμους τῆς φύσεως διέλαθες, καὶ τὸν νομοδότην καὶ Κύριον, δίχα φθορᾶς τε καὶ φυρμοῦ, Θεοτόκε ἐκύησας, ζωῆς νέας ἐγκαινίζοντα, τους νόμους ἐν Πνεύματι.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὄρος ἐδείχθης ἀλατόμητον, καὶ δασὺ καὶ πῖον ἐν Πνεύματι, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ ἁπτόμενος Δέσποινα, τῶν ὀρέων καὶ καπνίζονται, ὡς φησὶ Δαβὶδ ὁ Δίκαιος.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ κιβωτὸς τοῦ ἁγιάσματος, τὸ θεοπρεπὲς ἱλαστήριον, τῆς εὐδοκίας τοῦ Θεοῦ, ὁ εὐώδης παράδεισος, ἀνυμνείσθω θείοις ᾄσμασιν, ἡ Παρθένος καὶ Δέσποινα.
Τοῦ Ἁγίου
ὁ α’ χορὸς
Ὁ αὐτὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγάπῃ θείᾳ ἐκ νεότητος, Πάτερ, ἱερῶς στοιχειούμενος, ἀκολουθῆσαι τῷ Χριστῷ ἠρετίσω Νεκτάριε, καὶ ἐκ πάσης ματαιότητος, ἐμφρόνως ἐμάκρυνας.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γήσεσι Πάτερ τῶν χειλέων σου, στάζεις γλυκασμὸν τὸν οὐράνιον, ἐν ταῖς καρδίαις τῶν πιστῶς, δεχομένων τὸν λόγον σου, καὶ παιδεύεις πρὸς τὰ κρείττονα, πιστῶν τὴν διάνοιαν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱεραρχῶν νέον ἀγλάϊσμα, ὤφθης Ἱεράρχα Νεκτάριε, ἁγιωσύνην ἀληθῆ, ἐνδυσάμενος Ὅσιε, πολιτείας καθαρότητι, διὸ εὐφημοῦμέν σε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡραϊσμένη ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας λαμπρότησι, τίκτεις Θεὸν ὑπερφυῶς, μετὰ σώματος Ἄχραντε, καὶ τῆς Εὔας τὸ κατάκριμα, ἐν τῷ τόκῳ σου ἔλυσας.
Δεύτερος
ὁ α’ χορὸς
Τοὺς σοὺς ὑμνολόγους
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁγίων σοφῶς ἰχνηλατήσας, τους τρόπους καὶ πράξεις τὰς ἁγνάς, τὸν νοῦν σου καθηγίασας, ἐν πάσῃ ὁσιότητι, Νεκτάριε μακάριε, καὶ τὴν καρδίαν ἐκάθηρας.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥαντίσματι ὕδατος τοῦ θείου, τὴν βλάβην τῶν δένδρων καὶ φυτῶν, ἀπήλασας Νεκτάριε, καὶ πλοῦτος θείας χάριτος, τοῖς Αἰγινήταις πέφηνας, θαυμαστωθεὶς θείῳ Πνεύματι.
ὁ α’ χορὸς
Δόξα πατρὶ…
Ζωὴν τὴν ἡσύχιον ποθήσας, Μονὴν ᾠκοδόμησας σεπτήν, ἐν τῇ Αἰγίνῃ Ὅσιε, καὶ τύπος θείων πράξεων, ἐν ταύτῃ ἐχρημάτισας, ταῖς μοναζούσαις Νεκτάριε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὡς Μήτηρ Θεοῦ τοῦ φιλανθρώπου, σπλαγχνίσθητι Κόρη ἐπ’ ἐμοί, καὶ ἴασαι τὸν καύσωνα, τὸν τῆς φυχῆς μου δέομαι, τῆ δρόσῳ τῆς σῆς χάριτος, ἵνα σωθεῖς μεγαλύνω σε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κάθισμα
ὁ β’ χορός
τοῦ Ἁγίου
Ἦχος πλ. α’ – Τὸν συνάναρχον Λόγον
Ἀρετῆς διανύσας τὸν δρόμον Ὅσιε, θεοπρεπῶς μετετέθης πρὸς τὴν ἀγήρω ζωήν, καὶ ἁγίων κοινωνὸς ὤφθης Νεκτάριε, μεθ’ ὧν πρέσβευε ἀεί, τῷ Παντάνακτι Χριστῷ, δοθῆναι πταισμάτων λύσιν, καὶ ψυχικὴν σωτηρίαν, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Τὴν ὑπέρτιμον στάμνον καὶ θεοχώρητον, τὴν ἀειπαρθένον Κόρην καὶ Θεοτόκον Ἁγνήν, ἀνυμνήσωμεν πιστοὶ καὶ μεγαλύνωμεν, ὅτι ἐῤῥύσατο ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τεκοῦσα ἀπειρογάμως, τὸν Ὑπερούσιον Λόγον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
ᾠδὴ δ’ Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορὸς
Ἐν Πνεύματι προβλέπων…
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὴν ἄχραντόν σου μήτραν ὡς θρόνον νοητόν, ὁ Χριστὸς ἀνέδειξεν ὁ Λόγος τοῦ Θεοῦ, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀεὶ ὑπάρχων, καὶ ἐν γαστρί σου ὅλος ὅλῳ ἑνωθείς μοι, ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ πύλη ἣν προεῖδεν ὁ Ἱεζεκιήλ, λαμπομένην Ἄχραντε αὐγαῖς παρθενικαῖς, δι’ ἧς διῆλθεν ὁ πάντα κτίσας Λόγος καὶ κεκλεισμένην σε λιπῶν μετὰ τὸν τόκον, σὺ εἶ Θεοτόκε Πανάχραντε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σιὼν Θεοῦ ὡράθης καὶ κῆπος εὐθαλής, καὶ κλίνη πορφυρόστρωτος καὶ κλῖμαξ ὑψηλή, σὺ γὰρ ἐν νόμῳ τυπικῶς προκηρυχθεῖσα, τὴν τῶν συμβόλων διετράνωσας εἰκόνα, τὸν Δημιουργὸν σωματώσασα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀφλέκτως συλλαβοῦσα τὸ φῶς τὸ πατρικόν, τὸν ἐν πυρὶ λαλήσαντα καὶ γνόφῳ ἐν Σινᾷ, ἐν ταῖς ἀγκάλαις σου βαστάζεις ὥσπερ βρέφος, ἀκαταφλέκτως ὡς ἡ βάτος Θεοτόκε, τὸν Δημιουργὸν πάσης Κτίσεως.
Τοῦ Ἁγίου
Ὁ αὐτὸς
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁγίως σου τὸν βίον ἀνύσας ἐπὶ γῆς, Ἁγίων πάντων σύσκηνος ὢφθης ἐν οὐρανοῖς, τῶν δὲ λειψάνων σου ἡ θήκη ἀναβλύζει, ἁγιασμὸν καὶ σωτηρίαν τοῖς τελοῦσι, νόσοις Ἱεράρχα καὶ θλίψεσι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱερεύσας ὁσίως σοφὲ καὶ καθαρῶς, ὡς ἱερεὺς εὐπρόσδεκτος Χριστῷ τῷ παντουργῷ, καὶ ὡς θυσίαν καθαρὰν αὐτῷ προσῆξας, τὴν ἀκηλίδωτον ζωήν σου Ἱεράρχα, ὅθεν κατ’ ἀξίαν δεδόξασαι.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσήματα ποικίλα καὶ πάθη χαλεπά, ἡ παναγία κάρα σου ἰᾶται θαυμαστῶς, ἡ γὰρ ἐν ταύτῃ ἐνοικοῦσα θεία χάρις, ποικιλοτρόπως ἐνεργεῖ τοῖς προσιοῦσι, κατ’ ἀναλογίαν τῆς Πίστεως.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Στέχθη ἐκ γαστρός σου μορφὴ τῇ καθ’ ἡμᾶς, ὁ ἄϋλος ὢν πρότερον μείνας ὁ ἦν Θεός, καὶ ἀναπλάσας τὸν Ἀδὰμ ἐκ τῆς κατάρας, τέκνα Θεοῦ ἀναδεικνύει τοὺς ἐν πίστει, σὲ ὡς Θεοτόκον δοξάζοντας.
Δεύτερος
ὁ β’ χορὸς
Ὁ καθήμενος ἐν δόξῃ
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ σορὸς τῶν σῶν λειψάνων, τὴν ὀσμὴν τὴν τοῦ Πνεύματος, καὶ τὴν εὐωδίαν Πάτερ τῆς ζωῆς τὴν οὐράνιον, ἀρωματίζει Νεκτάριε μακάριε, κατευφραίνουσα, τοὺς πρὸς αὐτὴν καταφεύγοντας.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σώματός σου τὰς ὀρέξεις, κατεμάρανας Ὅσιε, προσευχῇ συντόνῳ, καὶ τῇ ἐγκρατείᾳ Νεκτάριε, τῆς δὲ ψυχῆς τὰς δυνάμεις ἀνεπτέρωσας, θείῳ ἔρωτι, πρὸς τὰς ἐλλάμψεις τοῦ Πνεύματος.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἠκολούθησας ἀμέμπτως, τοῖς χρηστοῖς Πάτερ τρόποις σου, τῷ Διονυσίῳ, τῷ Αἰγίνης θείῳ ποιμάντορι, μεθ’ οὗ τῆς ἄνω μετέχων δόξης Ἅγιε, ταύτην σῴζεσθαι, ἀεὶ τὴν νῆσον ἱκέτευε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μετὰ σώματος τεκοῦσα, τὸν ἀσώματον Κύριον, Κεχαριτωμένη, ὤφθης ἀσωμάτων Δυνάμεων, ἁγιωτέρα Ἁγνὴ καὶ ὑπερέχουσα, ὅθεν ἅπαντες,…
ὁ β’ χορὸς
…ὑμνολογοῦμεν τὴν δόξαν σου.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
ὁ β’ χορὸς
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ξενίζεις τῇ γεννήσει σου, Ἀγγέλων χορούς, καὶ σῴζεις τῷ σῷ τόκῳ, βροτῶν τὰ συστήματα, σὺ γὰρ Χριστὸν ἀφθόρως ἔτεκες, τὸν τὰ διεστῶτα, συνάψαντα Παρθένε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰάτρευσον Πανάμωμε, ψυχὴν τὴν ἐμήν, δεινῶς φαρμαχθεῖσαν, κακίστῃ ἁμαρτίᾳ, καὶ πρὸς τὸ φῶς με καθοδήγησον, ἐναρέτου βίου, τῇ χάριτι σου Κόρη.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ἄνθος σε πανεύοσμον, ὁ Λόγος εὑρὼν, ἀκανθῶν ἐν μέσῳ, ἐν σοὶ κατεσκήνωσε, καὶ ἐκ γαστρός σου σάρκα εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρὸ τῶν αἰώνων.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Στολῇ ἐκ τῶν αἱμάτων σου, ὑφάνθη φρικτῶς, τῷ ἐκ τοῦ μὴ ὄντος, τὰ ὄντα συστήσαντι, ἐκ σοῦ γὰρ σάρκα Κόρη εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρό τῶν αἰώνων.
Τοῦ Ἁγίου
ὁ α’ χορὸς
Ὁ αὐτὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σοφίᾳ τῇ τοῦ Πνεύματος, καὶ λόγῳ ζωῆς, πιστῶν τὰς καρδίας, ῥυθμίζεις Νεκτάριε, πρὸς πολιτείαν Πάτερ, κρείττονα, ὡς τοῦ Εὐαγγελίου, σοφὸς Ἱεροκῆρυξ.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱεραρχίας ἔνδυμα, σοφὲ στολισθείς, ἔργοις ἐναρέτοις τῶν αὐτὸ κατεποίκιλας, ὡς Ἱεράρχης ἐνθεώτατος, καί τῶν μυστηρίων, τῶν θείων οἰκονόμος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Συνέσει καὶ πρᾳότητι, ἐμπρεπῶν σοφῶς, ὁσίας παρθένους, ἐνθέως συνήθροισας, καὶ τῷ Χριστῷ αὐτὰς ὡδήγησας, λόγοις τε καὶ ἔργοις, ἀμέμπτου πολιτείας.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τῇ σῇ ἐλλάμψει Ἄχραντε, ψυχὴν τὴν ἐμήν, τὴν ἐζοφωμένην, παθῶν ἀμαυρότησιν, ὡς συμπαθὴς Ἁγνὴ καταύγασον, καὶ τῷ θείῳ φόβῳ καθήλωσον με ὅλον.
Δεύτερος
ὁ α’ χορὸς
Ἐξέστη τὰ σύμπαντα
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰάματα ἄφθονα, ἡ θήκη τῶν λειψάνων σου, τῇ τοῦ Παρακλήτου ἐπομβρίᾳ, ἀεὶ βλυστάνει Πάτερ Νεκτάριε, καὶ ἀποδιώκει πονηρά, πνεύματα ἑκάστοτε, τῶν αἰτούντων τὴν χάριν σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσοῦσι τὴν ἴασιν, καὶ πάσχουσι τὴν λύτρωσιν, τοῖς προσερχομένοις σοι παρέχων, παύεις τὰ χρόνια ἀσθενήματα, καὶ κατασβεννύεις χαλεπήν, πυρεσσόντων φλόγωσιν, δρόσῳ Πάτερ σῆς χάριτος.
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Πατέρων ἰσότιμος, τῶν πάλαι ἐχρημάτισας, τούτων μιμησάμενος τὸν τρόπον, τὸν θεῖον ζῆλον καὶ τάς λοιπὰς ἀρετάς, ταπεινοφροσύνῃ ἀληθεῖ, καὶ ἀπλάστοις ἤθεσι, διαπρέψας Νεκτάριε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἁγνείας κειμήλιον, Παρθένε Παναμώμητε, ἔμψυχον ἀλάβαστρον καὶ θεῖον, τοῦ κενωθέντος μύρου ἐν σοὶ τῆς ζωῆς, σκεῦος εὐωδίας ἀρετῶν, τὴν ψυχήν μου ἔργασαι,…
ὁ α’ χορὸς
…διὰ βίου σεμνότητος.
ᾠδὴ ς’ Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι.
ὁ α’ χορὸς
Τὸν προφήτην Ἰωνᾶν,…
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ ἐκλάμψας ἐκ Πατρός, πρὸ αἰώνων ὡς Υἱός, ἐπ’ ἐσχάτων ἡμερῶν, ἐκ γαστρός σου προελθὼν, ἐθέωσε, Παρθενομῆτορ, βροτῶν τὸ φύραμα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νύμφη πάναγιος Πατρός, Μήτηρ ἄφθορος Υἱοῦ, ἀνεδείχθης ἀληθῶς, ἡ καλὴ ἐν γυναιξί, τῷ Πνεύματι, προαγνισθεῖσα, Παρθένε Ἄχραντε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μυστηρίων θεϊκῶν, θησαυρὸς ὑπερφυής, οὐρανίων δωρεῶν, κιβωτὸς χρυσοειδής, Πανάμωμε, σαφῶς ἐδείχθης, Χριστὸν κυήσασα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐργαστήριον φρικτόν, καὶ παστὰς φωτοειδής, τῆς σαρκώσεως Ἁγνή, καθωράθης τοῦ Θεοῦ, μορφώσαντος, ἡμῶν τὴν σάρκα, ἐκ τῶν αἱμάτων σου.
Τοῦ Ἁγίου
ὁ β’ χορὸς
Ὁ αὐτὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς νεόφωτος ἀστήρ, ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναλάμψας μυστικῶς, τὰς καρδίας τῶν πιστῶν, Νεκτάριε, πρὸς θεῖον πόθον Πάτερ ἀνέφλεξας.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θεοφρόνως ἐπὶ γῆς, καὶ σοφῶς πολιτευθείς, ἐν ἡμέραις πονηραῖς, κατὰ Παῦλον τὸν σοφόν, Νεκτάριε, παρὰ Κυρίου, λαμπρῶς δεδόξασαι.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν τῷ φόβῳ τοῦ Θεοῦ, τὴν ἁγίαν σου Μονήν, ὡς στηρίξας ἀσφαλῶς, ὅρμον ἄκλυστον αὐτήν, ἀνέδειξας, πρὸς σωτηρίαν, ψυχῶν Νεκτάριε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ τεκοῦσα ἐν σαρκί, τὸν τῶν ὅλων Ποιητήν, καὶ τὴν πάλαι τοῦ Ἀδάμ, ἀφανίσασα ἀράν, Πανάμωμε, τῆς τῶν παθῶν με, ῥῦσαι ζοφώσεως.
Δεύτερος
ὁ β’ χορὸς
Τὴν θείαν ταύτην
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸ θεῖον νέκταρ τῆς χάριτος, δεξάμενος Νεκτάριε Ὅσιε, ἐν τῇ καρδίᾳ σου, τὸν γλυκασμὸν τὸν οὐράνιον, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἄρτι ἐπήγασας.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν Ἱεράρχαις θεόληπτος, καὶ ἐν τοῖς διδασκάλοις θεόσοφος, Πάτερ Νεκτάριε, ὡς ἀληθῶς ἐχρημάτισας, ἰδέαις ἐναρέτοις, καλλωπιζόμενος.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Ῥόδον καθάπερ ἡδύπνευστον, τῇ θείᾳ εὐωδίᾳ τοῦ Πνεύματος, Πάτερ ἡ κάρα σου, ἡμᾶς εὐφραίνει Νεκτάριε, καὶ παύει τὸ δυσῶδες, παθῶν καὶ θλίψεων.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Δύναμιν δίδου μοι Πάναγνε, κατὰ τοῦ παλαιοῦ πολεμήτορος, τοῦ καθ’ ἑκάστην μοι, λόχους καί, δόλους τεκταίνοντος, ἵνα τῆς τούτου βλάβης, φανῷ ἀνώτερος.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος πλ. δ’
Τῇ Ὑπερμάχῳ
Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ. Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος. Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον τοῖς κραυγάζουσι΄ χαίροις Πάτερ Νεκτάριε.
Ὁ Οἶκος
Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα, ζωὴν γὰρ ὁσίαν διελθών, ἀκέραιος ὅσιος καὶ θεόληπτος, ἐν πάσιν ἐχρημάτισας, ἐντεῦθεν παρ’ ἡμῶν ἀκούεις.
- Χαῖρε δι’ οὗ οἱ πιστοὶ ὑψοῦνται,
- χαῖρε δι’ οὗ ἐχθροὶ θαμβοῦνται.
- Χαῖρε τῶν Ὁσίων Πατέρων ἐφάμιλλος,
- χαῖρε Ὀρθοδόξων ὁ θεῖος διδάσκαλος.
- Χαῖρε οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς,
- χαῖρε βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς.
- Χαῖρε ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις,
- χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης.
- Χαῖρε λαμπρὸν τῆς Πίστεως τρόπαιον,
- χαῖρε σεπτὸν τῆς χάριτος ὄργανον.
- Χαῖρε δι’ οὗ Ἐκκλησία χορεύει,
- χαῖρε δι’ οὗ νῆσος Αἴγινα χαίρει.
- Χαίροις Πάτερ Νεκτάριε.
Συναξάριον
Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.
Στίχοι
- Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,
- Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.
- Ἀμφ’ ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.
Στίχοι
- Ἵπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχων
- Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην.
- Νύσσης οὐρανίης ἐπέβητ’ ἐνάτη ὦ Ἀθληταί.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Στίχοι
- Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα
- Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας.
Στίχοι
- Λέσβου τὸ θρέμμα παρθένος Θεοκτίστη
- Κτίστῃ Θεῷ πρόσεισι πάγκαλος νύμφη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας.
Στίχοι
- Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον
- Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
- Σωπάτρα Πατρός, Πνεύματός τε καὶ Λόγου
- Θρόνῳ παρέστη δοῦσα γῆ τὸ σαρκίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Στίχοι
- Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις
- Οἱ τὸ ξύλον τιμῶντες ὡς θεὸν πλάνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.
Στίχοι
- Πλάνην ἀμαυροῖ Μαῦρα κοπεῖσα ξίφει,
- Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ναρσῆ καὶ Ἀρτέμονος.
Στίχοι
- Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει,
- Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης, ὁ διὰ τὸ βραχὺ τῆς ἡλικίας (ἀναστήματος) ὀνομασθεὶς Κολοβός, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
- Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
- Ὃς κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
- Εἰ καὶ μετέστης Ἑλλάδιε τοῦ βίου,
- Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
- Ἐκκλησία σοὶ Συμεὼν ὄφλει χάριν
- Ὑπὲρ μεταφράσιος Ἁγίων βίων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος οἱ κτίτορες τῆς ἐν Ἄθω ἱερᾶς σεβασμίας Μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
- Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ
- Τιμῶ κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων.
Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾠδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
ὁ β’ χορός
ᾠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου…
ὁ α’ χορός
…στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾠδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾠδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.
ὁ β’ χορός
ᾠδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾠδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάρια
ὁ α’ χορὸς
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἡ Ἐκκλησία ἀγάλλου, καὶ ᾆδε ᾄσματα καινά, τὸν σὸν υἱὸν εὐφημοῦσα καὶ ἱερὸν νυμφαγωγόν, Νεκτάριον τὸν ἀρτίως, ἡγιασμένον φανέντα.
ὁ β’ χορὸς
Ἕτερον ὅμοιον
Θεοπρεπῶς βιώσας, ἐμεγαλύνθης θαυμαστῶς, Νεκτάριε Ἱεράρχα, παρὰ τοῦ πάντων Ποιητοῦ, πηγὴ θαυμάτων γὰρ ὤφθη, ἡ τῶν λειψάνων σου θήκη.
ὁ α’ χορὸς
Θεοτοκίον
Θεοχαρίτωτε Κόρη, ἱκέτευε διὰ παντός, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ πολυεύσπλαγχνον Θεόν, ῥύεσθαι πάσης ἀνάγκης,…
ὁ β’ χορὸς
…τοὺς εὐσεβεῖς Θεοτόκε.
ΑΙΝΟΙ
Ἦχος α’
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων
ᾈσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, Νεκταρίου τοῦ Θείου, τοῦ ἄρτι δοξασθέντος παρὰ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, τῶν ἰαμάτων ταῖς χάρισι Θαυμαστῶς, εὐσεβῶν εἰς περιποίησιν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἡ τῶν λειψάνων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωὰμ κολυμβήθρα. Νοσήματα γὰρ παύει τὰ χαλεπά, καὶ ὑγείαν καὶ λύτρωσιν, τοῖς πρὸς αὐτὴν προσιοῦσι νέμει ἀεί, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τὶς ἐπαξίως ὑμνήσει τὰς δυναστείας σου, ὢ Ζωοδότα Σῶτερ; ὅτι δέδωκας ἤδη, στῦλον καὶ ἑδραίωμα ἀῤῥαγές, τῇ σεπτῇ Ἐκκλησίᾳ σου, τὸν θεηγόρον Νεκτάριον ἀληθῶς, τὸν ὁσίως σοι λατρεύσαντα.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὑπὲρ ὀσμὴν ἀγροῦ πλήρους κατὰ τὴν θείαν φωνήν, ἡ εὐωδία πέλει τῶν σεπτῶν σου λειψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν, τὰς αἰσθήσεις εὐφραίνουσα, ὅθεν ἡ Αἴγινα βλέπουσα τὴν ἐν σοί, θείαν χάριν μακαρίζει σε.
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἦχος πλ.α’
Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τὸν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τὴν ζωὴν ἐχαρακτήρισας, τὸ γὰρ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καὶ ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσοφος, καὶ τῆς ἀρετῆς ἀληθὴς ἐργάτης, ὅθεν λαμπρῶς παρὰ Θεοῦ ἐδοξάσθης, καὶ ἰαμάτων κρήνη, ἡ τῶν λειψάνων σου σορὸς ἐδείχθη, τῇ τοῦ Παρακλήτου ἐπισκιάσει. Ἀλλ’ ὢ Νεκτάριε μακάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ νέκταρ τῆς σῆς χάριτος, καὶ πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
- · Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
- · Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
- · Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
- · Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
- · Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
- · Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
- · Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
- · Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
- · Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- · Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
- · Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
- · Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
- · Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ Ἀπολυτίκιον Ἦχος α’
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι΄ δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α‘. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β‘
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ‘, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ‘
ὁ α’ χορός
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἀπολυτίκιον Ἦχος α‘
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ὁ β’ χορὸς
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον,…
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος α‘
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ὁ β’ χορὸς
Ἀπολυτίκιον Ἦχος δ‘
Ταχὺ προκατάλαβε
Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι’ ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.
ὁ α’ χορός
Τοῦ Ναοῦ
ὁ β’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος δ’
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Τρισάγιον.
Ἀπόστολος
Τοῦ ῾Αγίου΄ Προκείμενον Ἦχος βαρύς.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Ἐφεσ. ε΄ 8-19).
Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε -ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ- δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε΄ τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· ῎Εγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
Ἀλληλούϊα Ἦχος α’
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.
Εὐαγγέλιον
῾Ομοίως΄ Ἐκ τοῦ κατὰ Ματθαῖον
(Δ’,25-Ε’,12)
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου. Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις
9 ΝΟΕ13 ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ
Ευχαριστούμε πολύ για την πολύ χρήσιμη ιστοσελίδα. Είμαι νέος ψάλτης και με βοηθάτε πολύ, με τα περιεχόμενα της ιστοσελίδας, να προετοιμασθώ για τις ακολουθίες. Επιτρέψατε μία θερμή παράκληση: μήπως είναι δυνατόν να δημοσιεύονται και οι ακολουθίες των καθημερινών (όταν δεν είναι μεγάλη εορτή αγίου); Ευχαριστώ.
Ιωάννης Κοζομπόλης.
ΣΑΣ ΕΥΧΑΡΙΣΤΟΥΜΕ ΠΟΛΥ ΓΙΑ ΤΑ ΚΑΛΑ ΣΑΣ ΛΟΓΙΑ. ΓΙΑ ΤΟ ΘΕΜΑ ΤΩΝ ΚΑΘΗΜΕΡΙΝΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΕΙΝΑΙ ΠΡΑΚΤΙΚΑ ΛΙΓΟ ΔΥΣΚΟΛΟ ΝΑ ΙΚΑΝΟΠΟΙΗΘΕΙ ΤΟ ΑΙΤΗΜΑ ΣΑΣ. ΜΑΚΑΡΙ ΣΤΟ ΜΕΛΛΟΝ ΝΑ ΤΑ ΚΑΤΑΦΕΡΟΥΜΕ.