«Ἔχει μὲν ἡ θειοτάτη σου ψυχὴ» ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΗΧΟΣ ΠΛ. Δ΄ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

Δόξα… Τοῦ Ἁγίου

Ἦχος πλ. δ’ Ἀνατολίου

Ἔχει μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος, ἀοίδιμε Δημήτριε, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ἧς τὰ τείχη, ἐν ταῖς ἀχράντοις χερσὶ τοῦ ἀοράτου Θεοῦ ἐζωγράφηνται. Ἔχει δὲ καὶ τὸ πανέντιμον, καὶ ἀθλητικώτατόν σου σῶμα, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, ταμεῖον ἄσυλον θαυμάτων, νοσημάτων ἀλεξητήριον, ἔνθα προστρέχοντες, τὰς ἰάσεις ἀρυόμεθα. Φρούρησον πανεύφημε, τὴν σὲ μεγαλύνουσαν πόλιν, ἀπὸ τῶν ἐναντίων προσβολῶν, παρρησίαν ὡς ἔχων, πρὸς Χριστὸν τόν σὲ δοξάσαντα.

«Σήμερον συγκαλεῖται ἡμᾶς» ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΧΑΛΚΙΑΣ ΧΡΗΣΤΟΣ

Δόξα… Ἦχος πλ. β’

Βυζαντίου

Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ παγκόσμιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, τὴν μνήμην αὐτοῦ λέγοντες. Χαίροις ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος. Χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας τῶν παρανόμων, τῇ ἰσχὺϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. Χαίροις, ὁ λογχευθέντων τῶν μελῶν, τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν ἀναζωγραφήσας τοῦ Χριστοῦ. Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«Τὸν λόγχαις κληρωσάμενον» ΗΧΟΣ Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΑΝΔΡΕΑΣ ΠΕΤΡΟΧΕΙΛΟΣ

Δόξα… Ἦχος δ’

Ἀνδρέου Ἱεροσολυμίτου

Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι· τὸν δι’ αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον· τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐνεργοῦντα δι’ αὐτοῦ πᾶσι τὰ ἰάματα.

«ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ» ΗΧΟΣ Γ΄ +ΓΕΡΑΣΙΜΟΣ ΠΡΕΒΕΖΙΑΝΟΣ

 

 

Ἀπολυτίκιον Ἦχος γ’

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εορτάζοντες την 26ην του μηνός Οκτωβρίου


  • Ο ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΟΣ, ο Μεγαλομάρτυρας και Μυροβλύτης

  • ΜΕΤΑΦΟΡΑ ΕΙΚΟΝΑΣ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ στην Κωνσταντινούπολη

  • ΟΙ ΑΓΙΟΙ ΑΡΤΕΜΙΔΩΡΟΣ & ΒΑΣΙΛΕΙΟΣ

  • Η ΑΓΙΑ ΛΕΠΤΙΝΑ

  • Ο ΑΓΙΟΣ ΓΛΥΚΩΝ

  • ΜΝΗΜΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΕΙΣΜΟΥ

  • Ο ΑΓΙΟΣ ΙΩΑΣΑΦ, ο νέος οσιομάρτυρας

  • Η ΑΓΙΑ ΛΕΩΝΤΙΝΗ, μάρτυς

  • ΟΙ  ΟΣΙΟΙ ΔΥΟ (2) ΛΕΟΝΤΙΟΙ, οι εν Άθω

  • ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΙΕΡΩΝ ΛΕΙΨΑΝΩΝ του νεομάρτυρος Γεωργίου, του εν Ιωαννίνοις (1971)

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 26ην του μηνός Οκτωβρίου