Εορτάζοντες την 13ην του μηνός Οκτωβρίου


  • ΟΙ ΑΓΙΟΙ ΚΑΡΠΟΣ, ΠΑΠΥΛΟΣ, ΑΓΑΘΟΔΩΡΟΣ και ΑΓΑΘΟΝΙΚΗ

  • Ο ΑΓΙΟΣ ΦΛΩΡΕΝΤΙΟΣ

  • Ο ΑΓΙΟΣ ΜΑΡΤΥΡΟΧΟΣ

  • Ο ΑΓΙΟΣ ΔΙΟΣΚΟΡΟΣ

  • Ο ΟΣΙΟΣ ΝΙΚΗΤΑΣ, ο Ομολογητής και Πατρίκιος

  • Ο ΑΓΙΟΣ ΒΕΝΙΑΜΙΝ ο Διάκονος, Ιερομάρτυρας που μαρτύρησε στην Περσία

  • Ο ΑΓΙΟΣ ΑΝΤΙΓΟΝΟΣ

  • Ο ΑΓΙΟΣ ΔΙΟΚΛΗΤΙΑΝΟΣ

  • ΤΑ ΑΓΙΑ ΔΥΟ ΠΑΙΔΙΑ

  • Η ΑΓΙΑ ΧΡΥΣΗ, η Νεομάρτυς

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 13ην του μηνός Οκτωβρίου

ΑΠΟΛΥΤΙΚΙΟΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΗΧΟΣ ΠΛ. Δ΄ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἦχος πλ. δ’

περδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.

«ΤΗΝ ΕΤΗΣΙΟΝ ΜΝΗΜΗΝ’ ΗΧΟΣ Δ΄ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Δόξα Πατρί… ἦχος δ’

Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης, συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας, συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς Πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι. Ὅθεν καὶ ἡμεῖς τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.

«ΤΑΣ ΜΥΣΤΙΚΑΣ ΣΗΜΕΡΟΝ’ ΗΧΟΣ ΠΛ. Β΄ ΒΑΣΙΛΕΙΟΣ ΕΜΜΑΝΟΥΗΛΙΔΗΣ

Δόξα Πατρί… Ἦχος πλ. β’

Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας τῆς πλάνης, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

 

«ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Ο ΧΟΡΟΣ’ ΗΧΟΣ ΠΛ. Δ΄ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δόξα Πατρί… Ἦχος πλ. δ’

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες΄ Ὢ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εορτάζοντες την 12ην του μηνός Οκτωβρίου

https://i2.wp.com/pigizois.net/sinaxaristis/10/12_provos_taraxos_andronikos.jpg


  • ΟΙ ΑΓΙΟΙ ΠΡΟΒΟΣ, ΤΑΡΑΧΟΣ & ΑΝΔΡΟΝΙΚΟΣ

  • Η ΑΓΙΑ ΔΟΜΝΙΝΑ

  • Η ΑΓΙΑ ΑΝΑΣΤΑΣΙΑ, η Παρθένος

  • ΟΙ ΑΓΙΟΙ 70 ΜΑΡΤΥΡΕΣ

  • Ο ΑΓΙΟΣ ΘΕΟΔΟΤΟΣ, επίσκοπος Εφέσου

  • Η ΑΓΙΑ ΜΑΛΦΕΘΑ

  • Η ΑΓΙΑ ΑΝΘΙΑ

  • ΟΙ ΑΓΙΟΙ ΙΟΥΒΕΝΤΙΝΟΣ & ΜΑΞΙΜΟΣ (ή Μαξιμίνος)

  • Ο ΑΓΙΟΣ ΙΑΣΩΝ, επίσκοπος Δαμασκού

  • ΟΙ ΑΓΙΟΙ ΑΝΔΡΟΜΑΧΟΣ & ΔΙΟΔΟΡΟΣ

  • Ο ΟΣΙΟΣ ΣΥΜΕΩΝ, ο Νέος Θεολόγος

  • Ο ΟΣΙΟΣ ΘΕΟΣΕΒΙΟΣ, ο Αρσινοΐτης

  • Η ΣΥΝΑΞΙΣ ΤΩΝ ΕΝ ΑΘΗΝΑΙΣ ΑΓΙΩΝ

  • Ο ΑΓΙΟΣ WILFRID (Άγγλος)

  • ΟΙ ΑΓΙΟΙ ΒΑΛΑΝΤΙΟΣ, ΒΑΡΛΑΑΜ, ΒΑΡΝΑΒΑΣ ο μοναχός, ΒΑΣΙΛΕΙΟΣ ο επίσκοπος, ΓΕΩΡΓΙΟΣ ο Βαβατσινιώτης, ΓΕΩΡΓΙΟΣ ο επιτηδειώτης, ΓΕΩΡΓΙΟΣ ο περαχωρίτης, ΓΕΩΡΓΙΟΣ ο Σαλαμάνης, ΔΗΜΗΤΡΙΑΝΟΣ ο επίσκοπος, ΕΙΡΗΝΙΚΟΣ ή Αρνιακός, ΕΛΠΙΔΙΟΣ, ΕΠΑΦΡΟΔΙΤΟΣ και ΕΠΙΚΤΗΤΟΣ.

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 12ην του μηνός Οκτωβρίου