ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΗΣ

24 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013

Τρίτη.

Τ ΚΔ΄ Σεπτεμβρίου νάμνησης ποιούμεθα τς θαυμαστς ν Μυρτιδίοις τν Κυθήρων ερέσεως τς ερς κα σεβασμίας Εκόνος τς Παναγίας

Θκλης μεγαλομρτυρος. Σιλουανο το ᾿Αθωντου

Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ  (23/9/2013)

 

 

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ὁ Ἀναγνώστης:

  • ·         Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

  • ·       Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • ·       Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • ·       Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
  • ·       Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • ·       Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • ·       Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • ·       Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • ·       Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • ·       Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • ·       Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • ·       Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
  • ·       Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • ·       Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • ·       Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • ·       Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • ·       Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • ·       Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • ·       Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • ·       Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • ·        Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • ·        Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ·       Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • ·       Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • ·       Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • ·       Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • ·       Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • ·       Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • ·       Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • ·       Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • ·       Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • ·       Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • ·       Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • ·       Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ·       ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • ·      Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • ·       Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • ·       Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα ΠατρίΚαὶ νῦν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ·       ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  •          ὁ α’ χορός: Κύριε ἐλέησον….
  • ·       Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • ·       Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • ὁ α’ χορός: Σοὶ Κύριε.

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν  τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος α’  Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

  • Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

  • Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

  • Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

  •  Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

  • τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

  •  Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

  • τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

  •  Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

  •  Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

  • Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

  •  κχεῶ  ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός

  • Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

  • ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

  •  Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ  οὐκ  ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

  •  πώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

  •  κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

  •  Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός

  • ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

ὁ α’ χορός

  • ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

ὁ β’ χορός

  • μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

ὁ α’ χορός

  • κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

ὁ β’ χορός

  • Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ὁ α’ χορός

  • Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

 Ὤ τοῦ παραδόξου θαύματος, ἑορτῶν ἑορτὴ, Κυθηραίοις σήμερον, ἀνέτειλε φωταυγὴς, καὶ πανυπέρλαμπρος˙ εὐφράνθητε Οὐρανοὶ, καὶ γλυκασμὸν εὐφροσύνης σταλάξατε˙ Ἀγγέλων αἱ Στρατιαὶ, σὺν Κυθηραίων χορείαις βοήσατε, Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὤ τοῦ παραδόξου θαύματος, ἀνεσπέρου φωτός, τὰς ἀκτῖνας δέχεται, τὸ θαῦμά Σου τὸ σεπτόν, πανηγυρίζουσα, Παρθένε Μῆτερ Θεοῦ, τῶν εὐσεβῶν Κυθηραίων ὁμήγυρις, καὶ πάντες οἱ γηγενεῖς, συνεκλαμπρύνονται πίστει καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὤ τοῦ παραδόξου θαύματος, ὢ εὐνοίας πολλῆς, ἧς ἡ Νῆσος ἔτυχε, Κυθήρων τῆς παρὰ Σοῦ, Θεοχαρίτωτε, ἠγάπησας γὰρ αὐτήν, ὥσπερ φιλόστοργος Μήτηρ καὶ δέδωκας, Εἰκόνα Σου τὴν σεπτὴν, ἥν εὐλαβῶς προσκυνοῦσα κραυγάζει Σοὶ Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὤ τοῦ παραδόξου θαύματος, ἀδοξίας τῆς πρὶν, λυτρωθέντες ἤρθημεν, εἰς δόξαν περιφανῆ, Παρθένε Ἄχραντε, Εἰκόνα Σου τῆς σεπτῆς, ἐν τῇ εὑρέσει καὶ ταύτην κατέχοντες, ὡς πάντιμον θησαυρόν, τὰς δωρεάς Σου λαμβάνομεν κράζοντες, Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.

ὁ α’ χορός

Στίχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Ὤ τοῦ παραδόξου θαύματος, ὁ παράλυτος πρὶν, νῦν σκιρτᾷ ὡς ἔλαφος, κηρύττων τὴν ὑπὲρ νοῦν, θαυματουργίαν Σοῦ, Παρθένε τῶν γὰρ δεσμῶν, Σοῦ τῇ φρικτῇ προσταγῇ ἠλευθέρωται, σκιρτῶσι δὲ σὺν αὐτῷ τῶν ἰαθέντων τὰ πλήθη καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.

ὁ β’ χορός

Στίχ. Ϛ ‘. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ὤ τοῦ παραδόξου θαύματος, ἱκεσίαν λαοῦ, δεξαμένη πάνδημον, θερμήν τε γονυκλινῆ, πρὸ τῆς Εἰκόνος Σου, ἐξήλειψας θαυμαστῶς, ἀποπληξίας δεινῆς τὰ συμπτώματα, ἀπὸπληκτον ὑγιᾶ, ὑπερφυῶς ἀναδείξασα μέλποντα· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.

 

 

 

 

 

 

 

 

 

,…

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος α’

ὁ β’ χορός

Καὶ νῦν…ἦχος ὁ αὐτός

ὁ α’ χορός

Ἦχος α’

Τῷ σεπτῷ Τεμένει Σου, πάντοθεν τῶν Κυθηραίων συστήματα, πηγὴν Σε ὄντως θαυμάτων γινώσκοντα

ὁ β’ χορός

Ἦχος πλ. α’

Θεοχαρίτωτε συντρέχουσι, καὶ Σοῦ τὴν σεπτὴν Εἰκόνα, ἐξόχως ἀσπάζονται˙ καὶ ταῖς τοῦ Πνεύματος Θεουργικαῖς ἀκτῖσιν, ὑπερφυῶς Θεοτόκε καταλαμπόμενα

ὁ α’ χορός

Ἦχος β’

Σέ τὴν Παντάνασσαν καὶ Προστάτιν τοῦ Κόσμου δοξάζουσιν, ἐν πίστει γεραίροντα ὑπερκοσμίως δὲ ὑμνοῦσί Σε,

ὁ β’ χορός

Ἦχος πλ. β’

Καὶ εὐχαρίστως βοῶσι, μετ’ εὐφροσύνης λαμπροφοροῦντα˙ ἰδοὺ ἐπεσκέψατο ἡμᾶς ἡ πάντων Ἄνασσα· χεῖρας κροτήσωμεν πάντες, ἐν ἀρρυπώτοις δὲ τοῖς χείλεσι

ὁ α’ χορός

Ἦχος γ’

Ταύτης προσκυνήσωμεν τὴν Εἰκόνα˙

ὁ β’ χορός

Ἦχος βαρὺς

Διὰ ταύτης ἡ τοῦ Κόσμου γάρ, παγγενὴς σωτηρία γέγονε˙κίνδυνοι, νόσοι ἀπελαύνονται, καί ἀσθενοῦσιν ἡ ρῶσις, ὑπὲρ λόγον χαρίζεται·

ὁ α’ χορός

Ἦχος δ’

Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν..

 

ὁ β’ χορός

Ἦχος πλ. δ’

Διὸ Ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ καὶ Τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης ἀπειλῆς, ἐναντίας τοὺς Σὲ δοξάζοντας τὴν γὰρ Σὴν προστασίαν κεκτήμεθα,

 

ὁ α’ χορός

Ἦχος α’

Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.

Εἴσοδος.

Σοφία Ὀρθοί !

 

Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

Τῇ Δευτέρᾳ ἑσπέρας  

Ἦχος β’

 ὁ α’ χορός

Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

 ὁ β’ χορός

Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

 ὁ α’ χορός

Στίχ. ν τῷ ἐπικαλεῖσθαι με εἰσήκουσάς μου, ὁ Θεός τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.

Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

 

 

 

Καὶ εὐθὺς τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. 28, 10-17)

ξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπω, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σὲ ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ’ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα

(Κεφ. 43, 27 & 44, 1-4)

σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ’ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. 9, 1-11)

Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις· (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς) · τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

  • Ὁ διάκονος:
  •           Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • ·       Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  •  Κύριε ἐλέησον (ἅπαξ).
  •         Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • ·Κύριε ἐλέησον (ἐκ τρίτου).
  •         Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  •  Κύριε ἐλέησον (ἐκ τρίτου).
  •         Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
  •  Κύριε ἐλέησον (ἐκ τρίτου).
  •        Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Κύριε ἐλέησον (ἅπαξ)

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  • · Ὁ διάκονος:
  •        Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • ·      ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
  • Κύριε ἐλέησον.
  • ·       Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  •     Σοὶ Κύριε.

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

Ὁ Χορός: μήν.

Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ἀπόστιχα

ὁ α’ χορός

 

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις τῶν Κυθηραίων χαρά, Θεοχαρίτωτε καὶ τεῖχος ἀκράδαντον, Κυθήρων τὸ μέγα κλέος, καὶ προστασία θερμή, εὐφροσύνη σκέπη καὶ κραταίωμα· πηγὴ ἡ πηγάζουσα δαψιλῶς τὰ ἰάματα, ὁ χρυσοπτέρυξ, ἀετὸς καὶ περίδοξος, θείαις πτέρυξιν, ὁ σκεπάζων τὸν κόσμον Σου. Χαίροις Θεογεννήτρια, πταιόντων συγχώρησις, τῶν παραλύτων ἡ ρῶσις, τῶν ἀποπλήκτων ἡ ἴασις˙ Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχος. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικοιλμένη.

Χαίροις ἡ τὴν Εἰκόνα τὴν Σὴν ἐν Μυρτιδίοις θαυμαστῶς φανερώσασα, τοῖς κλάδοις φυτοῦ μυρσίνης, στεφανουμένην λαμπρῶς, ἐναργὲς ὡς δεῖγμα τῆς εὐνοίας Σου· χαρᾶς τε πληρώσασα, Κυθηραίων γῆν ἄπασαν, τῇ ἐισκέψει, καὶ θερμῇ, προστασία Σου, ὧν τυγχάνουσα, τῶν κινδύνων ἀπήλλακται. ῞Οθεν εὐχαριστοῦσα Σοι, ἐφύμνια μέλπει Σοι, τὴν εὔνοιάν Σου κηρύττει, καὶ γηθομένη κραυγάζει Σοι˙ Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχος. ᾽Εξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν.

Χαίροις ἡ τῶν θαυμάτων πηγή, τῶν Κυθηραίων ἀδιάσειστον ἔρεισμα, προστάτις τῶν ἐν κινδύνοις, καὶ ταχεινὴ βοηθὸς, τῶν ἐν λύπαις μέγα παραμύθιον· ἐλέους ἡ ἄβυσσος, εὐσπλαχνίας τε πέλαγος, ναυτιλλομένων, ἡ ἑτοίμη ἀντίληψις, καὶ ἀντίπαλος, πειρατῶν ἀπροσμάχητος. Χαίροις ἡ τὴν Οὐράνιον, Εἰρήνην παρέχουσα, τοῖς ὑμνηταῖς Σου καὶ πάντας, ἐπευλογοῦσα τοὺς μέλποντας· Χριστὸν ἐκ δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος πλ α΄.

     ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ἡ τοῦ Προφήτου φωνή, ῾Ησαΐου τοῦ ἐνδόξου, πεπλήρωται ἡ λέγουσα· «ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονίζης, ἀναβήσεται μυρσίνη.» ᾽Ανέβη γάρ ὄντως καὶ ὑπερύψωται, μυρσίνη ἡ ταπεινὴ, ὑπὲρ πάντα τὰ ξύλα τοῦ ἀγροῦ. ᾽Εκ μυρσινῶν γὰρ εὐόσμων ἀνέτειλε τοῖς Κυθηραίοις, ἡ τῆς Πανάγνου Εἰκὼν, Θεοσεβείας ὡς γέρας, καὶ τῆς εὐνοίας τεκμήριον. ῞Απαντες οὖν χαρμονικῶς, κλάδους μυρσίνης ἐν χερσὶ κατέχοντες, τὴν Θεοτόκον ἐν εὐσημῳ ἡμέρᾳ ἑορτῆς ἀνυμνήσωμεν, καὶ τὴν Αὐτῆς Εἰκόνα, εὐλαβῶς προσκυνήσωμεν λέγοντες· Χαῖρε Κυθηραίων δόξα, καὶ χαρὰ Παρθένε Ἄχραντε.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοὶ μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ὁ Ἀναγνώστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δόξα Πατρὶ… Καὶ νῦν…

  • ·       Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • ·       Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • ·       Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • ·       γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
  • ·       ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

τι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 ὁ α’ χορός

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.

ὁ β’ χορός

Λαοί νῦν κροτήσωμεν,………..

 ὁ α’ χορός

Λαοί νῦν κροτήσωμεν,………..

Ἀπόλυσις

 23 ΣΕΠ13 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΗΣ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s