ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΠΡΟΕΟΡΤΙΩΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

https://i0.wp.com/www.pigizois.net/sinaxaristis/08/14.jpg

14 ΑΥΓΟΥΣΤΟΥ 2013

Τετάρτη.

Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η΄ π.Χ. αἰ.).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

 

ὁ α’ χορὸς

Ἀπολυτίκιον Προεόρτιον

Ἦχος δ’ Ταχὺ προκατάλαβε

Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἀπολυτίκιον  Ἦχος δ’. Ταχὺ προκατάλαβε.

ς ὀρὸς περίοπτον, καὶ ἐμφανὲς ἀληθῶς, προεῖδες ἐν Πνεύματι, τὴν Ἐκκλησίαν Χριστοῦ, Μιχαία θεόπνευστε, ὅθεν οἱ εὐρηκότες, ἐν αὕτῃ σωτηρίαν, βαίνουσιν ὡς προέφης, ἐν ταὶς τρίβοις Κυρίου, γεραίροντες προφῆτα, τὴν πάνσεπτον μνήμην σου.

 

ὁ α’ χορὸς

Καὶ νῦν…

Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες………


 

Συναπτὴ μικρά καὶ  Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…  

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα τῆς Θεοτόκου

Ἦχος γ’ Τὴν ὡραιότητα

Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν, ἀνῆλθες Πάναγνε, ψυχῇ καὶ σώματι, τοῦ σοῦ Υἱοῦ θεοπρεπῶς, ἄνωθεν καταβάντος, τὸν δὲ ἐφορμήσαντα, ἀνατρέψαι σὸν φέρετρον, ἀνοσιουργότροπον, θεία δίκη ἐπέταξε. Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν……….


 

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα τῆς Θεοτόκου

Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ

Σὲ χερσὶ τοῦ δι’ ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν νῦν σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Σὲ χερσὶ τοῦ δι’ ἡμᾶς, ἐνανθρωπήσαντος………..


Ὁ Ν’ ψαλμὸς χύμα 

Ὁ Προεόρτιος Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Προφήτου.

Κανὼν Προεόρτου οὗ ἡ Ἀκροστιχίς.

Αἰνῶ γεγηθὼς τοῦ Θεοῦ τὴν Μητέρα Ἰωσήφ.

ᾨδὴ α’ Ἠχος πλ. δ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

σωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

 σωμεν τῷ Κυρίῳ…….

ὁ α’ χορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

σωμεν τῷ Κυρίῳ, τῷ ἐν χώρᾳ ζώντων μεταστήσαντι, τὴν αὐτοῦ κατὰ σάρκα, Παναγίαν Μητέρα τὴν ἄχραντον.

 ὁ β’ χορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

να τὸ κάλλος βλέπῃς, καὶ καταπολαύῃς ὡραιότητος, τοῦ Υἱοῦ σου Παρθένε, πρὸς αὐτὸν μεταστᾶσα ἀνέδραμες.

 ὁ α’ χορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

Νέκρωσιν πῶς ὑπέστης, ἡ τὸν νεκρωτὴν ᾍδου κυήσασα, καὶ νεκροῖς τοῖς ἀνθρώποις, διὰ σοῦ τὴν ζωὴν χαρισάμενον.

 ὁ β’ χορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

φθης καθαρωτέρα, πάντων τὸν καθαίροντα κυήσασα, ἁμαρτίας Παρθένε· διὰ τοῦτο σε πίστει δοξάζομεν.

Κανὼν τοῦ Προφήτου, οὗ η’ Ἀκροστιχίς.

Ὡς χρησμολέκτην τὸν Μιχαίαν αἰνέσω.

 ᾨδὴ α’ Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς ἔσοπρον ὄντως εἰλικρινές, Θεοῦ καὶ τῶν θείων, χρηματίζων τῷ Πλαστουργῷ, παρίστασαι Μάκαρ ὃν δυσώπει, κινδύνων σῶσαι τοὺς πίστει ὑμνοῦντάς σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Συνέσεως πλήρης πνευματικῆς, ὑπάρχων Μιχαία, καὶ σοφίας παρὰ Θεοῦ, τὴν τῶν ἐσομένων ἐμυήθης, ὡς καθαρὸς γνῶσιν πανάριστε.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Χρησμοὺς ἐκτιθέμενος εὐσεβῶς, τὸν Κύριον ἔφης, οὐρανόθεν ἐπὶ τῆς γῆς, φανῆναι Παμμάκαρ διαγράφων, τὴν πρὸς ἡμᾶς αὐτοῦ φανέρωσιν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

υόμενος ὤφθη ἐπὶ τῆς γῆς, τοὺς πρὶν αἰχμαλώτους, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, σαρκὸς ἐν προσλήψει Θεομῆτορ, ὁ πρὸ αἰώνων, γνωριζόμενος.

Προεόρτιος 

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

ὁ β’ χορὸς

Σὺ εἶ τὸ στερέωμα,…….

ὁ α’ χορὸς

 

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γῆ καὶ τὰ οὐράνια, τῇ Μεταστάσει σου χαίρουσι, Μήτηρ Θεοῦ, διὰ σοῦ τυχόντα, παραδόξου ἑνώσεως.

 ὁ β’ χορὸς

 

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

χαιρον οὐράνιοι, ὑποδεχόμενοι Ἄγγελοι, σὲ ἀπὸ γῆς, ἀναφερομένην, Θεοτόκε Πανύμνητε.

 ὁ α’ χορὸς

 

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γέγονε παράδοξος, ὥσπερ ἡ κύησις Ἄχραντε, σοῦ ἀληθῶς, οὕτω καὶ ἡ θεία, καὶ σεπτή σου Μετάστασις.

 ὁ β’ χορὸς

 

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ρθης πρὸς σκηνώματα, τὰ ἐπουράνια πάναγνε, οὖσα Θεοῦ, ἄχραντε Παρθένε, καθαρώτατον τέμενος.

 

Τοῦ Προφήτου

 Ὁ αὐτὸς Εἱρμὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σὴ γλῶσσα κάλαμος, τοῦ θείου Πνεύματος γέγονε, δι’ ἧς ἡμῖν, τὴν τῶν ἐσομένων, ἐφανέρωσας ἔκβασιν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὺ τὸν προαιώνιον, σάρκα γενόμενον ἔδειξας, ἐν Βηθλεέμ, ἄρχοντα τῶν ὅλων, καὶ Σωτῆρα ἡγούμενον.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Μύστης ἀκριβέστατος, τῶν ὑπὲρ νοῦν ἡμῖν γέγονας, προφητικοῖς, ἔνδοξε Προφῆτα, φωτισμοῖς αὐγαζόμενος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

ρος ἐμφανέστατον, σὺ ἐχρημάτισας Πάναγνε, οὗ ἐπιβάς, Κύριος ἐφάνη, ἐφ’ ὃν νῦν καταφεύγομεν.


 Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…      

ὁ β’ χορὸς

Κάθισμα τοῦ Προφήτου

Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον

Σὲ δοχεῖον εὑροῦσα ἁγνὸν καὶ ἄμωμον, ἡ τοῦ Πνεύματος χάρις ἐν σοὶ ἐσκήνωσε, καὶ τὰ μέλλοντα σαφῶς, ὡς ἐνεστῶτα εἰπεῖν, τὴν σὴν διήγειρε ψυχήν, Προφῆτα κήρυξ τοῦ Χριστοῦ· διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων, σοῦ ἐπαξίως μνήμην τὴν ἔνδοξον.

ὁ α’ χορὸς

Δόξα… Καὶ νῦν… Προεόρτιον

Ἦχος γ’ Τὴν ὡραιότητα

Τὰ προεόρτια τῆς Μεταστάσεως, πανηγυρίζοντες τῆς Θεομήτορος, ἀγαλλιώμενοι φαιδρῶς, πρὸς αὐτὴν ἀνακράξωμεν· Χαῖρε ἡ ἀπαίρουσα, ἀπὸ γῆς πρὸς οὐράνια, χαῖρε ἡ τὰ πέρατα, τῇ Κοιμήσει ζωώσασα· διὸ νῦν μεταβαίνουσα μέμνησο, τοῦ κόσμου ἡ Κεχαριτωμένη.

Προεόρτιος 

ᾨδὴ δ’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ὁ α’ χορὸς

Εἰσακήκοα, Κύριε, …………….

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θάμβος εἶχε καὶ ἔκστασις, τοὺς τοῦ Λόγου, μύστας ὁρῶντας Ἄχραντε, σὲ νεκρὰν οὖσαν καὶ ἄφωνον, τῆς ζωῆς Μητέρα χρηματίζουσαν.

 ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κηδείας! ὢ χάριτος! ὢ τῆς ὑπὲρ λόγον τότε ὑμνήσεως! ἣν προσῆγον οἱ θεόφρονες, σὲ περιεστῶτες Παμμακάριστε.

 ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ χωρίον εὐρύχωρον, γέγονας τοῦ Λόγου· ὅθεν μετῆρέ σε, πρὸς εὐρύχωρον καὶ ἅγιον, Θεοτόκε λῆξιν καὶ αἰώνιον.

 ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν ἁγίαν σου Κοίμησιν, Ἄγγελοι καὶ ἄνθρωποι μακαρίζουσι, πάντων πέλεις Βασίλισσα, Βασιλέα πάντων ἡ κυήσασα.

 

Τοῦ Προφήτου 

Ὁ αὐτὸς

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Λαμπηδόσι τῆς ἄνωθεν, τῆς θείας ἐπιπνοίας, καταυγαζόμενος, τὰ ἐσόμενα ἐμήνυσας, ὡς παρόντα βλέπων ἀξιάγαστε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

κ Σιὼν ἐξελήλυθε, νόμος ὡς προέφης θεομακάριστε, καὶ διέδραμε τὰ πέρατα, τοῦ Χριστοῦ ὁ λόγος κηρυττόμενος.

 ὁ β’ χορὸς

Δόξα Πατρί…

Κυριεύειν ἐπέφανεν, οἴκου Ἰακὼβ τῶν ὅλων ὁ Κύριος, καὶ ἐν δόξῃ τοῦ ὀνόματος, ὡς ποιμὴν ποιμαίνει τὸν λαὸν αὐτοῦ.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Ἀδὰμ ἡ ἀπόγονος, Μήτηρ τοῦ Θεοῦ καὶ Κτίστου πεπίστευται· σάρκα τοῦτον γὰρ γενόμενον,……

 ὁ β’ χορὸς

…… ἐξ αὐτῆς ἀφράστως ἀπεκύησεν.

Προεόρτιος

ᾨδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

ρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ὁ β’ χορὸς

ρθρίζοντες βοῶμέν σοι Κύριε· ……….

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

τάφος σου κηρύττει Πανάμωμε, τὴν ταφήν σου, καὶ τὴν μετὰ σώματος, πρὸς οὐρανοὺς νῦν Μετάστασιν.

 ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μνήσατε παρθένοι δοξάσατε, νεανίσκοι, πρεσβῦται καὶ ἄρχοντες, τῆς Θεοτόκου τὴν Κοίμησιν.

 ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανοῦσα ἀθανάτους μετέβης, πρὸς κατοικίας ἐχθρὸν θανατώσασα, τῷ τοκετῷ σου Πανάμωμε.

 ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κύκλουν θεολήπτων ἀνδρῶν σε, χοροστασίαι, ἐξοδίοις ῥήμασιν, ὑμνολογοῦντές σε Δέσποινα.

 

Τοῦ Προφήτου 

Ὁ αὐτὸς

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

γάπησας ὀπίσω πορεύεσθαι, τοῦ Κυρίου ἕτοιμος γενόμενος ἐν ταῖς ὁδοῖς αὐτοῦ πάνσοφε.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νενόηκας τὴν μέλλουσαν ἔσεσθαι, σωτηρίαν, ἅπασι τοῖς ἔθνεσιν, ἐξ Ἰουδαίων θεσπέσιε.

  ὁ α’ χορὸς

Δόξα Πατρί…

Τὴν χάριν θεωρῶν προεκήρυξας, θεοφάντορ, ἐφ’ ἣν καταφεύξονται, ἐθνῶν ἀγέλαι σῳζόμεναι.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

τόπος τοῦ Κυρίου σὺ πέφηνας, Θεομῆτορ, ἐξ οὗ ἐκπεπόρευται, …..

  ὁ α’ χορὸς

………..τὸν κόσμον πλάνης ῥυσάμενος.

 

Προεόρτιος

 ᾨδὴ ς’
ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

ὁ α’ χορὸς

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον………..

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

οἶκος τὸν τοῦ παντὸς συνοχέα, ὁ χωρήσας μεταβαίνει οἰκῆσαι, πρὸς οὐρανούς, οὐρανὸς δεδειγμένος, Χριστοῦ καὶ θρόνος καὶ μέγα παλάτιον, ἡ πάναγνος περιστερά, ἧς τὴν θείαν ὑμνήσωμεν Κοίμησιν.

 ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πόπτεροι ἐν νεφέλαις ἀρθέντες, ἀετοὶ ὡς ὑψιπέται τοῦ Λόγου, Γεθσημανῇ, συνελθόντες Παρθένε, σὲ ἐπεφώνουν ἀπαίρειν τὴν μέλλουσαν, πανύμνητε πρὸς οὐρανόν, οὓς ὡς τέκνα Υἱοῦ σου ηὐλόγησας.

 ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὶς αὕτη ἡ ἀναβαίνουσα πέλει, κοσμικῶν ἀπὸ κοιλάδων, τὶς αὕτη ἡ προπομπή, καὶ προπόρευσις ξένη; τὶ τὸ ὁρώμενον μέγα μυστήριον; Ἡ πάντων ἐστὶ Βασιλίς, καὶ Κυρία καὶ δόξα καὶ καύχημα.

 ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

λάλαζεν Ἀποστόλων ὁ δῆμος, καὶ δακρύων ἐπληρώθη ἡνίκα, σοῦ τὴν ψυχήν, τὴν ἁγίαν λιποῦσαν, τὸ θεοδόχον τεθέαται σκήνωμα, καὶ ὕμνησε θεοπρεπῶς, σοῦ τὴν θείαν Πανάμωμε Κοίμησιν.

 

Τοῦ Προφήτου 

Χιτῶνά μοι παράσχου

  ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νόμων ἀντεχόμενος Θεοῦ, διήλεγξας ἅπαντας, τοὺς παραβαίνοντας, τὴν τοῦ νόμου φυλακὴν παναοίδιμε.

  ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

 Νόμων ἀντεχόμενος Θεοῦ…….

ὁ β’ χορὸς

Δόξα Πατρί…

Μιχαία τὸ θεῖον καὶ σεπτόν, τοῦ Πνεύματος ὄργανον, ταῖς ἱκεσίαις σου, ἐκ κινδύνων τοὺς πιστοὺς διαφύλαξον.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

 

ούδα τὸν οἶκον ἐμφανῆ, Παρθένε πεποίηκας, τὸν ἀνατείλαντα, ἐξ ἁγίας σου γαστρὸς φανερώσασα.


Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…    

Κοντάκιον Προεόρτιον

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Ὁ Οἶκος

Νῦν εὐφραινέσθω οὐρανός, σκιρτάτω πᾶσα κτίσις· ἰδοὺ γὰρ ἡ Παρθένος ἀπὸ γῆς ἀπαίρει, καὶ πρὸς Παράδεισον μολεῖ, πᾶσι σωτηρία ἐπεφάνη ἐκ Θεοῦ, πρεσβεύουσα καὶ σκέπουσα. Διὸ καὶ Ἀποστόλων ἐπέδραμε πᾶσα ἡ χορεία, ἐκ περάτων ἀθροισθεῖσα· νεφέλαι γὰρ ἐφάνησαν ἄφνω ἁρπάσασαι αὐτούς, ἐπέστησαν ἅμα τῇ Μητρὶ καὶ τῷ Υἱῷ, καὶ ἀνεβόων· Χαῖρε θησαυρὲ τοῦ Μάννα τῆς διαθήκης, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΔ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Προφήτου Μιχαίου.

Στίχοι

  • Ἐκ γῆς μὲν ἤρθην, εἰδὲ καὶ πόλον φθάσω,
  • Χάριν Μιχαίας εἴσομαί σοι τῷ ξύλῳ.
  • Μιχαίας δεκάτῃ ξύλῳ ἤρθη ἠδὲ τετάρτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκέλλου Ἐπισκόπου Ἀπαμείας.

Στίχοι

  • Κνίσσαις νοηταῖς τὸν Θεὸν καθηδύνας,
  • Καὶ σαρκὸς αὐτὸν ἡδύνεις κνίσσῃ Πάτερ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εἰς τὸ παλάτιον ἀνακομιδῆς τοῦ τιμίου Σταυροῦ.

Στίχοι

  • Λόγους ἀνάψας, ἀντὶ φαιδρῶν λαμπάδων,
  • Σταυρὸν προπέμπω τῶν ἀνακτόρων ἔσω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Οὐρσικίου.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστέ , ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τν κομησιν.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, και προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…  

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.


Συναπτ μικρ μεθ’ ν κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Τοῦ Προφήτου

Ἦχος β’ Γυναῖκες ἀκουτίσθητε

Προσφόρως ἐξελευσεται, ἄρχων τε καὶ ἡγούμενος, ὃς ποιμανεῖ ἐν εἰρήνῃ, λαὸν αὐτοῦ σὺ προέφης, Θεοῦ Προφῆτα Μιχαία, Βηθλεὲμ ἐξορμώμενος, οὗ ἀληθῶς αἱ ἔξοδοι, ἐξ ἡμερῶν τοῦ αἰῶνος, δι’ οὗ ἐσώθημεν πάντες.

ὁ β’ χορός

Προεόρτιον, ὅμοιον

Σοῦ τῆς σεπτῆς Κοιμήσεως, τὴν μνήμην τὴν ὑπέρλαμπρον, πανηγυρίζοντες πόθῳ, ἐξᾴδομεν Θεοτόκε· σὺ δὲ ὡς Μήτηρ ἄχραντε, πρὸς τὸν Υἱὸν ἀπαίρουσα, ἐν δόξῃ σου καὶ Κύριον, Χριστιανῶν ὑπερεύχου, τῶν πίστει σε ἀνυμνούντων.


ΑΙΝΟΙ 

ὁ α’ χορός

Ἦχος δ

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.  

Ὡς γενναῖον ἐν Μάρτυσιν

ν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, Ἑορτὴν ἐξόδιον προεξάρχοντες, καὶ ἐπιτύμβια ᾄσματα, φαιδρῶς ἐκβοήσωμεν· ἡ γὰρ Μήτηρ τοῦ Θεοῦ, κιβωτός τε ἡ πάγχρυσος, ἑτοιμάζεται, νῦν ἐκ γῆς πρὸς τὰ ἄνω μεταβῆναι, πρὸς παλίνζωον καὶ θείαν, μεθισταμένη λαμπρότητα.

  ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν,……

 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

 

ποστόλων ὁ θίασος, παράδόξως ἀθροίσθητε, ἐκ περάτων σήμερον· ἡ γὰρ ἔμψυχος, πόλις τοῦ πάντων δεσπόζοντος, ἀπαίρειν ἐπείγεται, πρὸς τὰ κρείττω εὐκλεῶς, συγχορεύειν βασίλεια, τῷ Υἱῷ αὐτῆς, ἧς τῇ θείᾳ κηδείᾳ ὁμοφρόνως, σὺν ταῖς ἄνω στρατηγίαις, ὕμνον ἐξόδιον ᾄσατε.

 ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.

ερέων ὁ σύλλογος, βασιλεῖς τε καὶ ἄρχοντες, σὺν παρθένων τάγμασι νῦν προφθάσετε, ἅπας λαός τε συνδράμετε, ᾠδὴν ἐπιτάφιον, ἀναπέμποντες ὁμοῦ· ἡ γὰρ πάντων δεσπόζουσα, μέλλει αὔριον, τὴν ψυχὴν παραθέσθαι εἰς τὰς χεῖρας, τοῦ Υἱοῦ μεθισταμένη, πρὸς αἰωνίαν κατοίκησιν.

ὁ α’ χορός

Δόξα… Καὶ νῦν… Ἦχος δ’

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.


Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἀπολυτίκιον Προεόρτιον

Ἦχος δ’ Ταχὺ προκατάλαβε

Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.


 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

αχορός

Ἦχος β´.

Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β

βχορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

αχορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Στίχ. γ, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

αχορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

αχορός

Καὶ νῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

 Ἀντίφωνον Γ

αχορός

Στχ α’.νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·

Ἀπολυτίκιον Προεόρτιον

Ἦχος δΤαχὺ προκατάλαβε

Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.

Στίχ. β΄Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. καὶ οὐ μὴ ἀθετήσει αὐτήν·

Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες……….

Εἰσοδικὸν

αχορός 

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
βχορὸς

ψάλλοντάς σοι, λληλούϊα.

αχορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνονταν τελεῖται συλλείτουργον

Ἀπολυτίκιον Προεόρτιον

Ἦχος δΤαχὺ προκατάλαβε

Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.

βχορὸς

Ἀπολυτίκιον  Τοῦ Προφήτου

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

ς ὀρὸς περίοπτον, καὶ ἐμφανὲς ἀληθῶς, προεῖδες ἐν Πνεύματι, τὴν Ἐκκλησίαν Χριστοῦ, Μιχαία θεόπνευστε, ὅθεν οἱ εὐρηκότες, ἐν αὕτῃ σωτηρίαν, βαίνουσιν ὡς προέφης, ἐν ταὶς τρίβοις Κυρίου, γεραίροντες προφῆτα, τὴν πάνσεπτον μνήμην σου.

αχορὸς

Τοῦ Ναοῦ

βχορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνονταν τελεῖται συλλείτουργον

Κοντάκιον Προεόρτιον

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.


 Τρισάγιον.


Ἀπόστολος

ΤΕΤΑΡΤΗ Η΄, ΕΒΔΟΜΑΔΟΣ

Προκείμενον. Ἦχος γ’

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

 

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (10:12-22)

δελφοί, ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστί ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Βλέπετε τὸν ᾽Ισραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; τί οὖν φημι; ὅτι εἰδωλόν τι ἐστίν; ἢ ὅτι εἴδωθυτόν τι ἐστίν; ἀλλ᾽ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ Θεῷ, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. παραζηλομεν τν Κριον; μ σχυρτεροι ατο σμεν;

λληλούϊα ( γ’)


 Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(ιστ΄ 20 – 24)

Τῷ καιρῷ ἐκείνῳ διεστείλατο ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός.  Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.  καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.  ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.  Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν κα ρτω τν σταυρν ατο κα κολουθετω μοι.

 

ὁ α’ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Ες τ, ξαιρτως

αχορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


 ὁ β’ χορός

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

 

πόλυσις  

 14 ΑΥΓ13 ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s