ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

 

23 ΑΥΓΟΥΣΤΟΥ  2013

 πδοσιςτςορτςτςκοιμσεωςτςΘεοτκου. (ΠαναγαςτςΠρουσιωτσσης). Λοπουμρτυρος (δ΄α.), ΕρηναουπισκπουΛουγδονων (†202)


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…     

Ἦχος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.   

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος α’

ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

ν τῇ Γεννήσει…

ὁ α’ χορὸς

ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα
Ἦχος δ’

ὁ α’ χορὸς

Κατεπλάγη Ἰωσὴφ

ναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτή;  Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς, καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι, Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.

 

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

ναβόησον Δαυΐδ,…

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα
 Ἦχος α’

ὁ α’ χορὸς

Τὸν τάφον σου Σωτὴρ

πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν. 

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Τὸ αὐτὸ

πάντιμος χορός,…


Ο Ν΄ΨΑΛΜΟΣ(ΧΥΜΑ)

ΕἴθοὕτωςοἱδύοΚανόνεςτῆςἙορτῆς.

κανὼνπρῶτος, οὗἈκροστιχίς

Πανηγυριζέτωσανοἱθεόφρονες.

ΠοίηματοῦΚυρίουΚοσμᾶ.

ᾠδὴα

 αχορὸς

 Ἦχοςα  Εἱρμὸς

Πεποικιλμένητῇθείᾳδόξῃ, ἱερὰκαὶεὐκλεὴςΠαρθένεμνήμησου, πάνταςσυνηγάγετο, πρὸςεὐφροσύνηντοὺςπιστούς, ἐξαρχούσηςΜαριάμ, μετὰχορῶνκαὶτυμπάνωντῷσῷ, ᾄδονταςΜονογενεῖ, ἐνδόξωςὅτιδεδόξασται.

 βχορός

Πεποικιλμένητῇθείᾳδόξῃ,… 

αχορὸς

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

μφεπονεῖτοἀΰλωντάξις, οὐρανοβάμωνἐνΣιὼντὸθεῖονσῶμάσου, ἄφνωδὲσυῤῥεύσασα, τῶνἈποστόλωνπληθύς, ἐκπεράτωνΘεοτόκε, σοὶπαρέστησανἄρδην΄μεθὧνἄχραντε, σοῦτὴνσεπτήν, Παρθένεμνήμηνδοξάζομεν

 βχορός

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

Νικητικὰμὲνβραβεῖαρω, κατὰτῆςφύσεωςἉγνή, Θεὸνκυήσασα, ὅμωςμιμουμένηδέ, τὸνποιητήνσουκαὶΥἱόν, ὑπὲρφύσινὑποκύπτεις, τοῖςτῆςφύσεωςνόμοις, διὸθνῄσκουσα, σὺντῷΥἱῷἐγείρῃδιαιωνίζουσα

Κανὼνδεύτερος

ΠοίημαἸωάννουτοῦΔαμασκηνοῦ.

ᾠδὴα

  αχορὸς

Ἦχοςδ  Εἱρμὸς

νοίξωτὸστόμαμου, καὶπληρωθήσεταιΠνεύματος, καὶλόγονἐρεύξομαιτῇΒασιλίδιΜητρί, καὶὀφθήσομαι, φαιδρῶςπανηγυρίζων, καὶσωγηθόμενος, ταύτηςτήνΚοίμησιν.

 βχορός

νοίξωτὸστόμαμου,… 

αχορὸς

ΔόξαΠατρί

Παρθένοινεάνιδες, σὺνΜαριὰμτῇΠροφήτιδι, ᾠδὴντὴνἐξόδιοννῦνἀλαλάξατε΄Παρθένοςγάρ, καὶμόνηΘεοτόκος, πρὸςλῆξινοὐράνιονδιαβιβάζεται.  

 βχορός

Καὶ νῦν…

ξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ. 

ᾠδὴ γ’

 ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

 βχορός

δημιουργική, καὶ συνεκτικὴ… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γυναῖκά σε θνητήν, ἀλλ’ ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι. 

 βχορός

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

πέφθασεχερσί, ταῖςὑβριστικαῖςτοῦαὐθάδους, τομὴνδίκηἐπάξασα, τοῦΘεοῦφυλάξαντος, τὸσέβαςτῇἐμψύχῳκιβωτῷ, δόξῃτῆςθεότητος, ἐνΛόγοςσάρξἐχρημάτισε

Κανὼνδεύτερος

αχορὸς

Εἱρμὸς

ΤοὺςσοὺςὑμνολόγουςΘεοτόκε, ζῶσακαὶἄφθονοςπηγή, θίασονσυγκροτήσαντας, πνευματικὸνστερέωσον, καὶἐντῇθείᾳμνήμῃσου, στεφάνωνδόξηςἀξίωσον.

 βχορός

ΤοὺςσοὺςὑμνολόγουςΘεοτόκε,… 

αχορὸς

ΔόξαΠατρί

Θνητῆςἐξὀσφύοςπροαχθεῖσα, τῇφύσεικατάλληλονἉγνή, τὴνξοδονδιήνυσας΄τεκοῦσαδὲτὴνὄντωςζωήν, πρὸςτὴνζωὴνμεθέστηκας, τὴνθείανκαὶἐνυπόστατον

 βχορός

Καὶ νῦν…

Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.


 Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

ὁ α’ χορὸς

Κάθισμα

Ἦχος γ’

Τὴν ὡραιότητα

ν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε, πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι, Χαῖρε ἡ Κεχαριτωμένη. 


ᾠδὴ δ’

 βχορός

 Ὁ Εἱρμὸς

ήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

δετε λαοὶ καὶ θαυμάσατε, τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος. 

 βχορός

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

Ζωῆςἀϊδίουκαὶκρείττονος, θάνατόςσουγέγονε, διαβατήριονἉγνή, ἐκτῆςἐπικήρουπρὸςθείανὄντωςκαὶἄῤῥευστον, μεθιστῶνσεἄχραντε, ἐνἀγαλλιάσει, τὸνΥἱὸνκαθορᾶνσουκαὶΚύριον.  

αχορὸς

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

πήρθησανπύλαιοὐράνιαι, καὶἌγγελοιἀνύμνησαν, καὶὑπεδέξατοΧριστός, τὸτῆςπαρθενίαςαὐτοῦ, μητρῷονκειμήλιον, Χερουβὶμὑπεῖξέσοι, ἐνἀγαλλιάσει΄Σεραφὶμδὲδοξάζεισεχαίροντα.

Κανὼνδεύτερος

 βχορός

Εἱρμὸς

Τὴνἀνεξιχνίαστονθείανβουλήν, τῆςἐκτῆςΠαρθένουσαρκώσεως, σοῦτοῦὙψίστου, ΠροφήτηςἈββακούμ, κατανοῶνἐκραύγαζε΄ΔόξατῇδυνάμεισουΚύριε

αχορὸς

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

Θάμβοςἦνθεάσασθαιτὸνοὐρανόν, τοῦΠαμβασιλέωςτὸνἔμψυχον, τοὺςκενεῶνας, ὑπερχόμενοντῆςγῆς. Ὡςθαυμαστὰτὰἔργασου! ΔόξατῇδυνάμεισουΚύριε

 βχορός

ΔόξαΠατρὶ

ντῇΜεταστάσεισουΜῆτερΘεοῦ, τὸεὐρυχωρότατονσῶμάσουκαὶθεοδόχον, τῶνἈγγέλωνστρατιαί, ἱερωτάταιςπτέρυξι, φόβῳκαὶχαρᾷσυνεκάλυπτον

αχορὸς

Καὶνῦν

Εἀκατάληπτοςταύτηςκαρπός, διὃνοὐρανὸςἐχρημάτισε, ταφὴνὑπέστη, ἑκουσίωςὡςθνητός, πῶςτὴνταφὴνἀρνήσεται,… 

 βχορός

ἀπειρογάμωςκυήσασα.  

ᾠδὴε

 αχορὸς

 Εἱρμὸς

Τθεῖονκαὶἄῤῥητονκάλλος, τῶνἀρετῶνσουΧριστὲδιηγήσομαι΄ἐξἀϊδίουγὰρδόξηςσυναΐδιον, καὶἐνυπόστατονλάμψαςἀπαύγασμα, Παρθενικῆςἀπὸγαστρός, τοῖςἐνσκότεικαὶσκιᾷ, σωματωθεὶςἀνέτειλαςἥλιος.

 βχορός

Τθεῖονκαὶἄῤῥητονκάλλος,… 

αχορὸς

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

ςἐπὶνεφέληςΠαρθένε, τῶνἈποστόλωνδῆμοςὀχούμενος, πρὸςτὴνΣιὼνἐκπεράτωνλειτουργῆσαίσοι, τῇνεφέλῃτῇκούφῃἠθροίζετο, ἀφἧςὝψιστοςΘεός, τοῖςἐνσκότεικαὶσκιᾷ, δικαιοσύνηςἔλαμψενἥλιος

 βχορός

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

Σαλπίγγωνθεόληπτοιγλῶσσαι, τῶνθεολόγωνἀνδρῶνεὐηχέστερον, τῇΘεοτόκῳἐβόωντὸνἐξόδιον, ἐνηχούμεναιὕμνοντῷΠνεύματι΄Χαίροιςἀκήρατεπηγή, τῆςτοῦΘεοῦζωαρχικῆς, καὶσωτηρίουπάντωνσαρκώσεως

Κανὼνδεύτερος

αχορὸς

Εἱρμὸς

ξέστητὰσύμπαντα, ἐπὶτῇθείᾳδόξῃσου΄σὺγὰρἀπειρόγαμεΠαρθένε, γῆθενμετέστηςπρὸςαἰωνίουςμονάς, καὶπρὸςἀτελεύτητονζωήν, πᾶσιτοῖςὑμνοῦσίσε, σωτηρίανβραβεύουσα.

 βχορός

ξέστητὰσύμπαντα,… 

αχορὸς

ΔόξαΠατρὶ

Κροτείτωσανσάλπιγγες, τῶνθεολόγωνσήμερον΄γλῶσσαδὲπολύφθογγοςἀνθρώπων, νῦνεὐφημείτω, περιηχείτωἀήρ, ἀπείρῳλαμπόμενοςφωτί΄Ἄγγελοιὑμνείτωσαν, τῆςΠαρθένουτὴνΚοίμησιν.  

 βχορός

Καὶ νῦν… 

Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σοι, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος,…

ὁ α’ χορὸς

Θεοτόκε πανύμνητε. 

ᾠδὴ ς’

 βχορός

 Ὁ Εἱρμὸς

λιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

ὁ α’ χορὸς

λιον ποντογενές,… 

 βχορός

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

Νέμεισοιτὰὑπὲρφύσιν, ἌναξπάντωνΘεός, ἐνγὰρτῷτίκτειν, Παρθένονὥσπερἐφύλαξεν, οὕτωςἐντάφῳτὸσῶμαδιετήρησεν, ἀδιάφθορον, καὶσυνεδόξασε, θείᾳμεταστάσει, γέρασοιὥσπερΥἱὸς, Μητρὶχαριζόμενος

αχορὸς

Στίχ.περαγίαΘεοτόκε, σῶσονἡμᾶς.

ντωςσεὡςφαεινὴνλυχνίαν, ἀΰλουπυρός, θυμιατήριονθείουχρύσεονἄνθρακος, ἐντοῖςἉγίωνἉγίοιςκατεσκήνωσε, στάμνονῥάβδοντεπλάκαθεόγραφον, κιβωτόνἁγίαν, τράπεζανἄρτουζωῆς, Παρθένετόκοςσου

Κανὼν δεύτερος 

 βχορός

Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον,… 

 βχορός

Δόξα Πατρί…

κ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα, πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον.  

ὁ α’ χορὸς

Καὶ νῦν…

Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας, διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.


Συναπτὴ μικράκαὶ ἡ 

Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον
Ἦχος πλ. β’ – Αὐτόμελον

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Ὁ Οἶκος

Τείχισόν μου τὰς φρένας Σωτήρ μου, τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με, σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον, πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Συναξάριον

Τῇ ΚΓ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου.

Στίχοι

·        ·       Ὑπῆρχε Λοῦππος δοῦλος, ἐκ δὲ τοῦ ξίφους

·        ·       Ἐλεύθερος προσῆλθε τῷ Χριστῷ φίλος.

·        ·       Εἰκάδι ἐν τριτάτῃ πέφνε Λοῦππον φασγάνου ἀκμή.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Σιρμίου.

Στίχοι

·        ·       Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου,

·        ·       Λουτρῶν σχεδίων αἱμάτων ποταμίων.

 

Τῇ αὐτῇ ἡμέρᾳ,  μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Λουγδούνων.

Στίχοι

·        ·       Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος.

·        ·       Ἐρωτιᾷ γὰρ τῷ πρὸς οὐρανοὺς πόθῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

·        ·       Καλλίνικος μένουσαν ἡδονὴν μένων,

·        ·       Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, οἱ ἐν Θρᾴκῃ, ξίφει τελειοῦνται.

Στίχοι

·        ·       Ἤνεγκε τριπλῆ Μαρτύρων δεκὰς ξίφος,

·        ·       Ἔχουσα καὶ σύναθλον ἁπλῆν ὀκτάδα.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.    


ΚΑΤΑΒΑΣΙΑΙ

ᾠδὴ α’

  ὁ α’ χορὸς

Ἦχος α’  Ὁ Εἱρμὸς

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

 ᾠδὴ γ’

 βχορός

Ὁ Εἱρμὸς

δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος,…

ὁ α’ χορὸς

ἐν ἁγίοις ἀναπαυόμενος.

ᾠδὴ δ’

 βχορός

 Ὁ Εἱρμὸς

ήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ᾠδὴ ε’

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι΄ ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

ᾠδὴ ς’ 

 βχορός

Ὁ Εἱρμὸς

λιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

ᾠδὴ ζ’

  ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

ταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε΄ τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός΄ ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾠδὴ η’

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί΄ ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι΄ τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 

 ᾠδὴ θ’

Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾠδῆς.

 

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

ὁ β’ χορός 

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι,…

ὁ α’ χορὸς

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

ξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον, τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει΄ Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι. 

ὁ β’ χορός

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι΄ Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου. 

Κανὼν δεύτερος

Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω.

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Στίχ. γγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. 

ὁ β’ χορός

Στίχ. γγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι, πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι. 

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Στίχ. γγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.  

ὁ β’ χορός

Καὶ νῦν…

Στίχ. γγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Δέχου παρ’ ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

ὁ α’ χορὸς

Καταβασία

Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.


Συναπτὴ μικρά

καὶ ἡ 

Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

ὁ α’ χορὸς

Ἦχος γ’ 

πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

ὁ β’ χορὸς

πόστολοι ἐκ περάτων,… 

ὁ α’ χορὸς

πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου,…

ὁ β’ χορὸς

παράλαβέ μου τὸ πνεῦμα.


ΑΙΝΟΙ

Ἦχος δ

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Ὡς γενναῖον ἐν Μάρτυσι

Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.  

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῇ ἐνδόξῳ Κοιμήσει σου,… 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

κ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι΄ Χαῖρε ὄχημα, τῆς θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα. 

 βχορός

Στίχ. Αἰνεῖτεαὐτὸνἐνκυμβάλοιςεὐήχοις, αἰνεῖτεαὐτὸνἐνκυμβάλοιςἀλαλαγμοῦ. ΠᾶσαπνοὴαἰνεσάτωτὸνΚύριον.

Τὴνζωὴνκυήσασα, πρὸςζωὴνμεταβέβηκας, τῇσεπτῇΚοιμήσεισουτὴνἀθάνατον, δορυφορούντωνἈγγέλωνσοι, ἈρχῶνκαὶΔυνάμεων, ἈποστόλωνΠροφητῶν, καὶἁπάσηςτῆςκτίσεως, δεχομένουτε, ἀκηράτοιςπαλάμαιςτοῦΥἱοῦσου, τὴνἀμώμητονψυχήνσου, ΠαρθενομῆτορΘεόνυμφε.

Ἦχος πλ. β’ 

ὁ α’ χορός

Δόξα Πατρί καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. 

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ α’ χορός

Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον΄ καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι΄ οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων΄ Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνυμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ’ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε…

ὁ β’ χορός

σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς ἑορτῆς

Ἦχος α’

ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 Ἀντίφωνον Α’

ὁ α’ χορὸς

Στίχ. α’. λαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου, Σῶτερσῶσονἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. ξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχ. γ’. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

αχορός

ΔόξαΠατρί

βχορός

 Καὶνῦν.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου

ἈντίφωνονΒ

ὁ β’ χορός

Στίχ. α’. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. 

ὁ α’ χορὸς

Στίχ. β’. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Στίχ. γ’. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ α’ χορὸς

Στίχ. δ’. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

 βχορός

ΔόξαΠατρὶ

αχορός

Καὶνῦν

 βχορός

μονογενὴςΥἱὸςκαὶΛόγοςτοῦΘεοῦ, ἀθάνατοςὑπάρχων, καὶκαταδεξάμενος, διὰτὴνἡμετέρανσωτηρίαν, σαρκωθῆναιἐκτῆςἁγίαςΘεοτόκουκαὶἀειπαρθένουΜαρίας, ἀτρέπτωςἐνανθρωπήσας, σταυρωθείςτε, ΧριστὲΘεός, θανάτῳθάνατονπατήσας, ΕἷςὢντῆςἁγίαςΤριάδος, συνδοξαζόμενοςτῷΠατρὶκαὶτῷἁγίῳΠνεύματι, σῶσονἡμᾶς.

 

ἈντίφωνονΓ

αχορὸς

Στίχ. α‘. τοίμηκαρδίαμου, Θεός, ἑτοίμηκαρδίαμου.

Ἦχοςα

ντῇΓεννήσειτὴνπαρθενίανἐφύλαξας. ἘντῇΚοιμήσειτὸνκόσμονοὐκατέλιπεςΘεοτόκε, Μετέστηςπρὸςτὴνζωήν, μήτηρὑπάρχουσατῆςζωῆς, καὶταῖςπρεσβείαιςταῖςσαῖςλυτρουμένη, ἐκθανάτουτὰςψυχὰςἡμῶν.

ὁ β’ χορός

Στίχ. β’. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;

ν τῇ Γεννήσει τὴν παρθενίαν… 

ὁ α’ χορὸς

Στίχ. γ’. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

ν τῇ Γεννήσει τὴν παρθενίαν… 

Μικρὰ Εἴσοδος.

 

Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχοςβ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…..
ὁ β’ χορὸς

ψάλλοντάς σοι΄ λληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος α’

ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Κοντάκιον  Ἦχος πλ. β’

Αὐτόμελον

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.


Τρισάγιον.


 Ἀπόστολος(Φιλιπ. β´ 5-11).

Τῆς῾Εορτῆς·

Προκείμενονἦχοςγ

ΜεγαλύνειψυχήμουτὸνΚύριον, καὶἠγαλλίασετὸπνεῦμάμουἐπὶτῷΘεῷτῷΣωτῆρίμου.

Στίχ.τιἐπέβλεψενἐπὶτὴνταπείνωσιντῆςδούληςαὐτοῦ·

Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

δελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ ᾿Ιησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

λληλούϊα (γ’)


Τὸ Εὐαγγέλιον

 (Λουκ. ι´ 38-42, ια´ 27-28).

Ἐκ τοῦ κατὰ Λουκᾶν.

Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν. 

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.  


ΚαὶκαθεξῆςΘείαΛειτουργίατοῦἹεροῦΧρυσοστόμου


Εἰςτό, Ἐξαιρέτως

αχορός

Ἦχοςα

Αγενεαὶπᾶσαι, μακαρίζομένσε, τὴνμόνηνΘεοτόκον.

Εἱρμὸς

Νενίκηνταιτῆςφύσεωςοἱὅροι, ἐνσοὶΠαρθένεἄχραντε, παρθενεύειγὰρτόκος, καὶζωὴνπρομνηστεύεταιθάνατος. μετὰτόκονΠαρθένος, καὶμετὰθάνατονζῶσα, σῴζοιςἀεί, Θεοτόκε, τὴνκληρονομίανσου.


Κοινωνικὸν

ὁ β’ χορός

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. λληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

 

Ἀπόλυσις  «… Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

Δι’εὐχῶν…

μήν.

 

 


 23 ΑΥΓ13 ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s