Δόξα… Ἦχος πλ. δ’
Βυζαντίου
Μητρικὴν ἀγαπήσας εὐσέβειαν, τὴν τοῦ πατρὸς διωρθώσω ἀσέβειαν, τῷ ἰατρῷ τῶν ψυχῶν στρατευσάμενος, ἰατρικῶς σεαυτὸν ἐξεπαίδευσας, καὶ θείᾳ χάριτι ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῶν παθῶν ὀλοθρευτής, καὶ τῶν ψυχῶν θεραπευτὴς ἀναδέδειξαι. Ἀλλ’ ὡς ἐν ἄθλοις τὸ εὔτονον, καὶ ἐν πρεσβείαις τὸ ἔμμονον κεκτημένος, Παντελεῆμον Μάρτυς τοῦ Χριστοῦ, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.