ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΠΡΟΟΔΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

1 ΑΥΓΟΥΣΤΟΥ 2013

῾Η πρόοδος τοῦ τιμίου Σταυ­ροῦ, ἤ τοι ἡ ἔξο­δος αὐ­τοῦ ἐκ τοῦ ἱεροῦ παλατίου εἰς τὴν Πόλιν· τῶν ἁγίων ἑπτὰ παίδων Μακκαβαίων, Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ ᾿Ε­λε­α­ζάρου τοῦ διδασκάλου αὐτῶν (166 π.Χ.). ᾿Ελέσης ὁσιο­μάρ­τυ­ρος τῆς ἐν Κυθήροις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…    

χος δ ‘

ὁ α’ χορὸς

μήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον 

 Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Τῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον, σὺν τὴ μητρὶ Σολομονὴ τὴ ἁγία, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν οὗτοι γὰρ ἠρίστευσαν, δι’ ἀγώνων νομίμων, ὡς φρουροὶ καὶ φύλακες, τῶν τοῦ Νόμου δογμάτων καὶ νῦν ὡς καλλιμάρτυρες Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσι.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον,……..

ὁ α’ χορὸς

Καὶ νῦν… Ἦχος α΄

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.


Συναπτ μικρά κα  κφνησις

  τι σν τ κρτος…   

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Ἦχος α’ – Τὸν τάφον σου Σωτὴρ

φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μετ’ εὐλαβείας καὶ πόθου, καὶ δοξάζουσι τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν τὸν φιλάνθρωπον.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

φύσις τῶν βροτῶν,…

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα  Ἦχος δ’ – Ἐπεφάνης σήμερον

Εὐφροσύνης πρόξενος, τῇ νῦν ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος· καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ καὶ τὰ σώματα, τῶν προσκυνούντων αὐτὸν μετὰ πίστεως.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Εὐφροσύνης πρόξενος,…


Καὶ εὐθὺς Ν’ ψαλμὸς (χύμα) 

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τοῦ Σταυροῦ οὗ ἡ Ἀκροστιχίς.

Τὸ προσκυνητὸν πάντες ὑμνοῦμεν Ξύλον

Ποίημα Ἰωσήφ

ᾨδὴ α’  Ἦχος πλ. δ’

  ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἁρματηλάτην Φαραὼ

Τὸν τοῦ Κυρίου ζωηφόρον σήμερον, Σταυρὸν νοῒ καθαρῷ, καὶ εὐσεβεῖ γνώμῃ, πάντες προσκυνήσωμεν· πρόκειται γὰρ δωρούμενος, τοῖς αὐτῷ προσιοῦσιν, ἁγιασμὸν καὶ σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος.

  ὁ β’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν, αἴνεσιν Κυρίῳ προσάγοντες.

  ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πρόκειται ξένον τοῖς ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσκυνούντων αὐτόν.

 ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον

τε σε τέκνον ἀποῤῥήτως ἔτεκον, ὠδῖνας ἔφυγον, καὶ πῶς νυνὶ ὅλη, ὀδυνῶν πεπλήρωμαι; Ὁρῶ γὰρ σε κρεμάμενον, ὡς κακοῦργον ἐν ξύλῳ, τὴν γῆν ἀσχέτως κρεμάσαντα, ἔλεγεν ἡ Πάναγνος κλαίουσα.

Ὁ Κανὼν τῶν Ἁγίων Ἀνδρέου Κρήτης.

ᾨδὴ α’  Ἦχος α’

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ᾨδὴν ἐπινίκιον

Μωσέως τὰ δόγματα, πάνσοφοι Παῖδες, νομίμως φυλάξαντες, καὶ Χριστοῦ τὸν θάνατον, ζηλώσαντες εὐσεβῶς, πρεσβεύσατε ἀεί, σωθῆναι πάντας ἡμᾶς.

ὁ β’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τίς εἶδε, τίς ἤκουσεν, οἵους ἀγῶνας, στερρῶς ἐπεδείξαντο, οἱ τοῦ νόμου φύλακες, οἱ Σολομονῆς υἱοί, ἀθλήσαντες μιᾷ ψυχῇ, ἑνὶ φρονήματι;

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

λλήλους ὀτρύνοντες, οὕτως ἐβόων· Νομίμως ἀθλήσωμεν, καὶ προθύμως θάνωμεν, ὑπὲρ πατρῴων ἐθῶν, οἱ Σολομονῆς τῆς σεπτῆς, Ἅγιοι Παῖδες ἑπτά.

ὁ β’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ᾘσχύνθη ὁ τύραννος, στῶμεν ἀνδρείως, ἠσθένησαν βάσανοι, ὁ Βελίαρ ἥττηται, τὸ πῦρ ἐσβέσθη λοιπόν· μηδεὶς οὖν ἔξω ἀδελφοί, στήτω τοῦ σκάμματος.

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

μῖν ὦ Ἀντίοχε, ὑπὲρ πατρῴων, ἐθῶν ὁ ἀγὼν ἐστιν (οἱ Παῖδες ἔκραζον ἐν τῷ σταδίῳ γυμνοί), ὑπὲρ ὧν μᾶλλον τὸ θανεῖν, τοῦ ζῆν προκρίνομεν.

ὁ β’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὰς σάρκας τοῖς ὄνυξιν, ἐν τῷ σταδίῳ ξεόμενοι, ἔκραζον οἱ τοῦ νόμου φύλακες. Ἡμῖν ὦ Ἀντίοχε, γλυκεῖς οἱ πόνοι καὶ τὸ πῦρ, διὰ τὴν πάντων ζωήν.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τριάδα δοξάσωμεν, τὴν ἐν Μονάδι οὐσίαν ἀΐδιον, συμφυῆ καὶ σύνθρονον, καὶ ὁμοδύναμον, Πατέρα ἄναρχον Υἱόν, καὶ Πνεῦμα Ἅγιον.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸν βότρυν τὸν πέπειρον, ἐν τῇ γαστρί σου, ἀφράστως βλαστήσασα, ζωηφόρος ἄμπελος, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐδείχθης Μήτηρ Θεοῦ, πάντας εὐφραίνουσα.

Τοῦ Σταυροῦ

ᾨδὴ γ’

  ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ στερεώσας

Σταυρὸς ἁπάντων τῶν καλῶν, παρεκτικὸς καθορᾶται, προσκυνούμενος, καὶ πᾶσα ἡ κτίσις, ἑορτάζει ἐν χαρᾷ, φωτιζομένη χάριτι, τοῦ ἐν αὐτῷ βουλήσει, ἀνυψωθέντος Θεοῦ ἡμῶν.

   βχορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καταυγαζόμενοι φωτί, τῶν τοῦ Σταυροῦ λαμπηδόνων, ὁλικῶς οἱ ἐν αὐτῷ πεποιθότες, σκοτασμὸν ἁμαρτιῶν, ἐκφύγωμεν καὶ κράξωμεν, ὁ φωτισμὸς τῶν ὅλων, εὔσπλαγχνε Κύριε, δόξα σοι.

   αχορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

μνολογοῦμέν σε Σταυρέ, καὶ προσπτυσσόμεθα πίστει, ἐξαιτούμενοι τὴν σὴν δυναστείαν. Ἐξελοῦ ἡμᾶς ἐχθροῦ, παγίδων καὶ κυβέρνησον, πρὸς ὅρμον ἡμᾶς πάντας, τῆς σωτηρίας ὑμνοῦντάς σε.

  βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον

Νενεκρωμένην τὴν ζωήν, ἐπὶ Σταυροῦ θεωροῦσα, καὶ μὴ φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο ἡ σεμνή, Παρθένος ἀνακράζουσα· Οἴμοι! Υἱέ μου τί σοι, δῆμος ἀνόμων πεποίηκεν;

Τῶν Ἁγίων

αχορὸς

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λίθον ὃν ἀπεδοκίμασαν

Παῖδες ἱερῶς βλαστήσαντες, καὶ συναυξηθέντες, πάντες κατὰ νόμον, παιδαγωγηθέντες ὑπὸ Ἐλεαζάρου, νομίμως ἠθλήσατε, καὶ Ἀντιόχου τὰς βουλάς, πάσας εἰς γῆν κατεπατήσατε.

βχορὸς

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σπεῦδε ἀνεβόων τύραννε, οἱ Ἀβραμιαῖοι, ποίει ἅπερ θέλεις, καὶ ὀργίζου πλέον, ἡμεῖς τοῖς δόγμασί σου, οὐδόλως πειθόμενοι, τοὺς τῶν βασάνων αἰκισμούς, πόθῳ Θεοῦ μᾶλλον αἱρούμεθα.

αχορὸς

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μήτις ὑστερείτω σήμερον, τοῦ καλοῦ ἀγῶνος, μήτις θηρευθήτω, ὑπὸ τοῦ μανιώδους, σοφὸς ἐστιν ὁ δράκων, ἀλλήλους παρώτρυναν, τῆς Σολομονῆς οἱ υἱοί, μήτις ἡμῶν γένηται βρῶμα αὐτοῦ.

βχορὸς

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δεῦτε οἱ τοῦ νόμου φύλακες, ὁμοῦ αἰκισθῶμεν, δεῦτε ἀνδρυνθῶμεν, οἱ Παῖδες ἀνεβόων, ἀλλήλους ὀτρύνοντες, πρὸς τοὺς ἀγῶνας εὐσεβῶς, οὓς καὶ ἡμεῖς ζηλοτυπήσωμεν.

αχορὸς

Δόξα Πατρί

Μίαν οἱ πιστοὶ δοξάσωμεν, τοῦ Θεοῦ οὐσίαν, μίαν δεσποτείαν, μίαν βασιλείαν, ἑνοῦντες ἀσυγχύτως, τὴν μίαν Θεότητα, καὶ διαιροῦντες εὐσεβῶς, ταύτην τρισὶ ταῖς ὑποστάσεσι.

βχορὸς

Καὶ νῦν… Θεοτοκίον

Βάτος προεγνώσθης ἄφλεκτος, ἐν Σινᾷ τῷ ὄρει· ὄρος δὲ τὸ θεῖον, Δανιὴλ ἐφάνης ἐξ οὗ ἀχειροτμήτως, ἐτμήθη ὁ ἄτμητος, Χριστὸς ἡ πέτρα τῆς ζωῆς, εἷς ὢν Υἱός, Θεογεννῆτορ ἐκ σοῦ.


 Συναπτ μικρ μεθν κφνησις

τι σ ε Θες μν…      

Κοντάκιον τοῦ Σταυροῦ (χύμα)

Ἦχος δ’

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Εἶτα Κάθισμα

ὁ β’ χορὸς

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Εὐσεβῶς συντραφέντες Παῖδες σοφοί, μαρτυρικῶς τοῦ τυράννου τὰς ἀπειλάς, ἀνδρείως κατῃσχύνατε, ὡς τοῦ νόμου ὑπέρμαχοι, καὶ τοῦ πατρὸς ἀκόλουθοι, γενόμενοι Ἅγιοι, σὺν μητρὶ θεόφρονι, προθύμως ἠθλήσατε· ὅθεν καὶ θανάτῳ, τὴν οὐράνιον ὄντως, ζωὴν ὠνησάμενοι, αἰωνίως ἀγάλλεσθε, Μακκαβαῖοι στεῤῥόψυχοι. Πρεσβεύσατε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἦχος πλ. β’

Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις. Δι’ αὐτοῦ σοι προσπίπτομεν, ἐλέησον ἡμᾶς.

 

Τοῦ Σταυροῦ

ᾨδὴ δ’

  ὁ β’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σύ μου ἰσχὺς Κύριε

κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζων φωτίζει ἐν χάριτι.

  ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τῶν εὐσεβῶν, φρουρὸς ὁ μέγας προκείμενος, ἐν τῷ μέσῳ, πάντων Ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γῆς, ἐν ᾧ ἀνυψώθης, ἐθελουσίῳ θελήσει σου, τὸν κόσμον ἁγιάζει, τῇ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας.

  ὁ β’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

οὐρανός, πάσῃ τῇ γῇ συνευφραίνεται, ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νῦν ἀγαλλιῶνται, τὸ πάντας σῷζον θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον

Παρθενικῆς, τέκνον ἐκ μήτρας σε ἔτεκον, καὶ ὁρῶσα, ξύλῳ νῦν κρεμάμενον, ἐπαπορῶ, καὶ οὐ συνορῶ, ὕψος μυστηρίου, καὶ βάθος πολλῶν κριμάτων σου, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις, ὡς μητέρα Θεοῦ μακαρίζομεν.

Τῶν Ἁγίων 

ὁ β’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἐν Πνεύματι προβλέπων

Εὐφραίνου Ἐλεάζαρ, ὁρῶν τοὺς ἱερούς, φοιτητάς σου σήμερον, ἀθλοῦντας εὐσεβῶς, ὑπὲρ πατρῴων νομίμων τε προσταγμάτων, καὶ Ἀντιόχου τοῦ διώκτου τὴν μανίαν, λόγοις τοῖς σοφοῖς διελέγχοντας.

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σολομονὴ ἀγάλλου, ὁρῶσα τοὺς ἑπτά, κλάδους συνακμάσαντας, τοῦ νόμου τοὺς καρπούς, ἐξ ὧν τρυγῶσα ἡ ἄμεμπτος Ἐκκλησία, τοὺς κληρονόμους τῆς ἐν χάριτι λατρείας, τρέφει καθ’ ἡμέραν ὡς μήτηρ ἡμᾶς.

ὁ β’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σκιρτᾶτε Πατριάρχαι, κροτήσατε χερσί, τοὺς τοῦ νόμου φύλακας, ὁρῶντες εὐσεβῶς, ὑπεραθλοῦντας τῆς κατὰ νόμον λατρείας, καὶ διὰ πάντων αἰκισμῶν δοκιμασθέντας, μήπως τῶν πατρῴων ἐκστῶσιν ἐθῶν.

ὁ α’ χορὸς  

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χορεύσατε νομίμως, ὑπέρμαχοι στερροί, καὶ συνεορτάσατε, τοῖς Μάρτυσι Χριστοῦ, ὡς πρὸ ἐκείνων ἀθλήσαντες ὑπὲρ νόμου, καὶ μετ’ ἐκείνων εὐφημούμενοι ἐννόμως, πάσῃ τῇ Χριστοῦ Ἐκκλησίᾳ φαιδρῶς.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τριάδα ἐν Μονάδι, δοξάζομεν πιστοί, ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν· Ἡ ἐν Μονάδι τριὰς συμπροσκυνουμένη, καὶ ἐν Τριάδι τῶν προσώπων ὑμνουμένη, δόξα σοι τιμὴ καὶ προσκύνησις.

ὁ α’ χορὸς  

Καὶ νῦν… Θεοτοκίον

μνοῦμεν σε Παρθένε, Θεόνυμφε σεμνή, ὡς Θεογεννήτριαν, καὶ τεῖχος τῶν πιστῶν· σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνενέωσας τεκοῦσα,…

ὁ β’ χορὸς

μόνη τὸν προόντα Θεὸν τοῦ Ἀδάμ.

Τοῦ Σταυροῦ

ᾨδὴ ε’

  ὁ α’ χορὸς  

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἵνα τί με ἀπώσω

λαλάξατε ἔθνη, ᾄσατε σκιρτήσατε φυλαὶ καὶ ψάλατε, τῷ  Θεῷ τῷ  δόντι, τὸν Σταυρὸν ἀδιάσειστον ἔρεισμα, οὗ νῦν τῇ προθέσει, πάντες πιστοὶ ἀγαλλιῶμεν, δι’ αὐτοῦ τῶν καλῶν ἀπολαύοντες.

  ὁ β’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νοεραὶ στρατιαὶ σε, πᾶσαι περιέπουσι, Σταυρὲ πανάγιε, καὶ βροτοὶ πηλίνοις, σοῦ προσψαύοντες χείλεσι σήμερον, ἀπαντλοῦμεν πόθῳ ἁγιασμὸν καὶ εὐλογίαν, τόν ἐν σοὶ προσπαγέντα δοξάζοντες.

  ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τῆς ψυχῆς μου τὰ πάθη, ἴασαι τὰ χρόνια, εὔσπλαγχνε Κύριε, καὶ ὡς προσκυνοῦντα, τὸν τίμιον Σταυρόν σου περίσῳζε, οὗ τῇ δυναστείᾳ, πᾶν ἐμποδὼν ἀποσοβεῖται, καὶ κακῶν ἀπαθεῖς διαμένομεν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον

ν Σταυρῷ καθορῶσα, τὸν δι’ ἀγαθότητα, ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐδονήθης τὰ σπλάγχνα καὶ ἔλεγες· Οἴμοι! θεῖον τέκνον, πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγνον Κύριε.

Τῶν Ἁγίων

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν

Ζηλώσωμεν φιλόχριστοι, τοὺς Παῖδας τοὺς ἑπτά, οὓς ἡμῖν Μωσῆς νομίμως ἐθρέψατο, καὶ Ἐλεάζαρ προεβίβασεν, ἐν τῷ πατρῴῳ νόμῳ, δι’ εὐσεβοῦς θρησκείας.

ὁ β’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ζηλώσωμεν φιλόχριστοι,…

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μὴ νόμιζε Ἀντίοχε, διῶκτα τῶν πιστῶν, ὅτι σοῦ τὸ πῦρ φοβήσει καιόμενον, πρὸς ταῦτα σφάζε ἀνομώτατε, ποίει λοιπὸν ὃ βούλει, οἱ Παῖδες ἀνεβόων.

ὁ β’ χορὸς  

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νομίμως ἐναθλήσωμεν, ἀλλήλοις οἱ στεῤῥοί, μάρτυρες Χριστοῦ, Μωσέως τὰ δόγματα, παρηγγυῶντο μὴ παράψασθαι, τῶν μιαρῶν ὄψων, οἱ Παῖδες ἀνεβόων.

ὁ α’ χορὸς  

Δόξα Πατρί…

Προάναρχε, συνάναρχε, ὁμόθρονε Τριάς, Πατὴρ καὶ Υἱὲ καὶ Πνεῦμα τὸ Ἅγιον, Μονὰς Ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Χριστὲ ὁ μόνος εὔσπλαγχνος, εἰρήνευσον ἡμᾶς· σὲ γὰρ δυσωπεῖ ἡ ἄχραντος Μήτηρ σου, σὺν τοῖς Ἁγίοις τοῖς ἀθλήσασιν, ὑπὲρ ἐθῶν πατρῴων,…

ὁ α’ χορὸς

καὶ τοῦ Μωσέως νόμου.

Τοῦ Σταυροῦ

ᾨδὴ ς’

  ὁ β’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἱλάσθητί μοι Σωτὴρ

Σταυροῦ παγέντος ἐν γῇ, δαιμόνων πτῶσις ἐγένετο, ὃν νῦν ὁρῶντες ἡμεῖς, ἐνδόξως προκείμενον, καὶ κατασπαζόμενοι, τῆς τῶν συμπτωμάτων, ἁμαρτίας ἀνιστάμεθα.

  ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὑμνοῦντές σε τὸν Θεόν, καὶ Βασιλέα καὶ Κύριον, ὃν ἐδωρήσω ἡμῖν, Σταυρὸν τεῖχος ἄρρηκτον, νῦν περιπτυσσόμεθα, ἐν ἀγαλλιάσει, καὶ δεινῶν ἀπαλλαττόμεθα.

  ὁ β’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μεγάλα πᾶσιν ἡμῖν, δωρήματα παρεχόμενος, ὁ τοῦ Κυρίου Σταυρός, ὁρᾶται προκείμενος. Προσέλθωμεν ἄνθρωποι, φωτισμὸν καρδίας, καὶ ψυχῆς ἀπαρυόμενοι.

ὁ α’ χορὸς  

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νηστεύειν ἡμᾶς Ἁγνή, κακίας πάσης ἐνίσχυσον, καὶ φαύλων καὶ πονηρῶν, ἀπέσχεσθαι πράξεων, ἀεὶ ἐνδυνάμωσον, προστασία πάντων, τῶν ἀνθρώπων χρηματίζουσα.

Τῶν Ἁγίων

ὁ β’ χορὸς 

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὸν Προφήτην Ἰωνᾶν

σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε ναόν, καὶ ὑπήρεισεν αὐτόν, ἑπτὰ στύλοις λογικοῖς, προγράφουσα τοὺς Παῖδας τούτους, ὡς νόμου φύλακας.

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

σοφὴ Σολομονή, υἱοὺς ἔτεκεν ἑπτά, οὓς ἐθρέψατο καλῶς, Ἐλεάζαρ ὁ σοφός, καὶ ἔστεψεν, ἡ θεία χάρις, στερρῶς ἀθλήσαντας.

ὁ β’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τί βραδύνεις δικαστὰ; πρὸς Ἀντίοχον φησίν, ἐν τῷ μέσῳ τῶν δεινῶν, ἡ ἑπτάκλωνος σειρά, τιμώρησον, συντόμως σφάττε, ποίει ἃ θέλεις λοιπόν.

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Προενήθλησε πατήρ, συναθλοῦσι καὶ υἱοί, ἐφεπέσθω σὺν ἡμῖν, καὶ ἡ μήτηρ δικαστά, καὶ γένοιτο, προσθήκη τέκνοις, καὶ σεμνολόγημα.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐν Θεότητι μιᾷ προσκυνήσωμεν πιστῶς, κραυγάζοντες· Τριὰς Ἁγία, σῷζε τόν κόσμον σου.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Πῶς ἐγέννησας Υἱόν, ὃν οὐκ ἔσπειρε Πατήρ; πῶς διέμεινας Ἁγνή, μετὰ τόκον ὥσπερ ἦς; Θεὸς οἶδεν, ὁ πάντα πράττων, ὅπως ἂν βούληται.


Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…    

Κοντάκιον  Ἦχος β’

Τὰ ἄνω ζητῶν

Σοφίας Θεοῦ, οἱ στῦλοι οἱ ἑπτάριθμοι, καὶ θείου φωτός, οἱ λύχνοι ἑπτάφωτοι, Μακκαβαῖοι πάνσοφοι, πρὸ Μαρτύρων μέγιστοι Μάρτυρες, σὺν αὐτοῖς τῷ  πάντων Θεῷ, αἰτεῖσθε σωθῆναι τοὺς ὑμνοῦντας ὑμᾶς.

Ὁ Οἶκος

Αἴνει θερμῶς Σιὼν τὸν Θεόν σου, ὅτι ἐνίσχυσεν ὄντως σῶν πυλῶν τοὺς μοχλούς, καὶ τοὺς υἱούς σου εὐλόγησεν. Οὗτοι στρατὸς γὰρ ὡς τροπαιοῦχος, φάλαγξ ὄντως γενναία καὶ κραταιόφρων, πρὸς μηχανὰς δυσσεβῶν θεοφρόνως ἀνθέστηκεν. Ἀλλ’ ὡς νίκης στεφάνους οὐρανίας Σιὼν ἀπολαύοντες, καὶ τῷ θείῳ θρόνῳ πελάζοντες, ὑπέρ πάντων ἀπαύστως δεόμενοι, αἰτεῖσθε σωθῆναι τοὺς ὑμνοῦντας ὑμᾶς.

Συναξάριον

Τῇ Α’ τοῦ αὐτοῦ μηνός, ἡ Πρόοδος τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ΄ καὶ μνήμη τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων, Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.

Στίχοι

  • Πρῶτος πρὸ Χριστοῦ πῠρ στέγων Ἐλεάζαρ,
  • Ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.
  • Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
  • Τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
  • Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
  • Ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
  • Καῦσαν ἑνὶ πρώτη Σολομώνην, ἑπτά τε υἷας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου, καὶ Εὐκλέου.

Στίχοι

  • Ἐκ Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει,
  • Μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται.

Στίχοι

  • Σάκκος Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη,
  • Καὶ τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν φλεχθείς, τελειοῦται.

Στίχοι

  • Καυτηριασθεὶς Ἐλεάζαρος κάραν,
  • Ψυχοβλαβῶν ἀπῆλθε κρείττων ῥευμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται.

Στίχοι

  • Τοῦ δημίου φήσαντος· Οὐ τμηθῇς θύων.
  • Κλίνας κάραν Κήρυκος, εἶπεν· Οὐ θύω.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται.

Στίχοι

  • Τῷ Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος,
  • Τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.

Στίχοι

  • Ἰὼβ καθέδραν, φημὶ δὴ τὴν κοπρίαν,
  • Ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ τῶν λοιπῶν ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου, Ἐπισκόπου Προκοννήσου (Προικοννήσου), τοῦ θαυματουργοῦ.

Στίχοι

  • Τὸν Τιμόθεον, τὸν Προκοννήσου θύτην,
  • Τιμᾷ Θεὸς πρίν, νῦν τε θαυματουργίαις.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. μν


Καταβασαι

ὁ α’ χορός

ᾠδ α‘  χος πλ. δ

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

βχορὸς

 ᾠδ γ‘ 

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα΄ Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

εἰς κράτος καὶ στερέωμα.

βχορὸς

ᾠδ δ

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

ὁ α’ χορός

ᾠδ ε

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

βχορὸς

ᾠδ Ϛ

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδ ζ

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

βχορὸς

ᾠδ η

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεμα πανγιον ες τος αἰῶνας.


 Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασίαι

ᾠδ θ’

ὁ α’ χορός

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον, τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τν ορανν μεγαλύνουσι.


Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος β’

ὁ α’ χορὸς

Τῶν Μαθητῶν ὁρώντων

Τοὺς θαυμαστοὺς ὑμνήσωμεν Μακκαβαίους, Ἐλεαζάρου παῖδας Σολομονῆς τε· οὗτοι γὰρ καθεῖλον τὰ φρυάγματα, τοῦ ἀρχεκάκου δράκοντος, καὶ τῇ τοῦ νόμου λατρείᾳ, ἐγένοντο στεφανῖται.

ὁ β’ χορὸς

Τοῦ Σταυροῦ

Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

ν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν, τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ παμμακάριστε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Προσελθόντες ἀρύσασθε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῆς χάριτος προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ ξύλον τὸ Ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ  Αἵματι, καὶ τῷ  Ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

κκλησίας ἑδραίωμα, Μοναζόντων ἀγλάϊσμα, ἱερέων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε· διὸ προσκυνοῦμέν σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος, καὶ τὴν ἀρὰν ἀφανίσαντος.

ὁ β’ χορὸς

Ἰδιόμελα τῶν Ἁγίων Ἦχος α’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

πολύαθλος μήτηρ, πρὸς ἀγῶνας συγκαλοῦσα τοὺς οἰκείους παῖδας ἔλεγε· Τῇ Ἀβραμιαίᾳ πολιᾷ ἀκολουθήσατε, ἵνα τῇ σφαγῇ τοῦ Ἰσαὰκ συγκοινωνήσητε. Αὐτοὶ δὲ προελάμβανον τὴν ὁδηγοῦσαν, προέπεμπον τὴν νουθετοῦσαν, ἐπαλλήλαις τιμωρίαις, τὰς βασάνους βλέποντες. Ὧν ταῖς εὐχαῖς ὁ Θεὸς ἐλέησον ἡμᾶς.

ὁ α’ χορὸς

Ἦχος δ’

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

πτὰ στῦλοι ἐκλεκτοί, ἐκ μιᾶς πέτρας λογικῆς λατομηθέντες, ἀσάλευτον ἔδειξαν τὸν τοῦ νόμου πύργον, δι’ ὧν εὐδόκησον Σωτήρ, ἐν εἰρήνῃ φυλαχθῆναι τὰς ψυχάς ἡμῶν.

ὁ β’ χορὸς

Ἦχος πλ. α’

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Οἱ τοῦ νόμου φύλακες, καὶ τῆς Σολομονῆς υἱοί, ἐν σταδίῳ ἀθλοῦντες, πρὸς Ἀντίοχον ἐβόων· Ἡμεῖς, ὦ Ἀντίοχε, ὑπὲρ πατρῴων νόμων ἐγκαρτεροῦμεν· οὐ χωρίσει δὲ ἡμᾶς, οὐ πῦρ, οὐ ξίφος, οὐ θῆρες, οὐ μάστιγες, ἀλλ’ ὁμοῦ τεθνηξόμεθα, σὺν μητρὶ γηραλέᾳ καὶ διδασκάλῳ πατρί, ζῶντες καὶ συγχαίροντες εἰς τοὺς ἀτελευτήτους αἰῶνας.

ὁ α’ χορὸς 

Δξα Πατρί… χος δ’

Τὸν κατὰ Μακκαβαίων συγκροτηθέντα πόλεμον, δεῦτε θεασώμεθα πιστοί, καὶ τὴν τούτων ἀνδρείαν· τύραννος γὰρ Βασιλεύς, πάντων τῶν ἐθνῶν κρατήσας, ἀντεκρατεῖτο ὑπὸ γέροντος, καὶ παίδων ἑπτά, καὶ μιᾶς γυναικός. Διὸ εὐχαῖς αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

ὁ β’ χορὸς

Κα νν…χος ὁ αὐτός.  

συμμαχήσας Κύριε τῷ  πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ  πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ  ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.


Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( ΑΓΙΑ ) Ἀργή Πέτρου Λαμπαδαρίου τοῦ Πελοποννησίου

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς[1]

α’ χορός

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.


Τ
ῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον, σὺν τὴ μητρὶ Σολομονὴ τὴ ἁγία, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν οὗτοι γὰρ ἠρίστευσαν, δι’ ἀγώνων νομίμων, ὡς φρουροὶ καὶ φύλακες, τῶν τοῦ Νόμου δογμάτων καὶ νῦν ὡς καλλιμάρτυρες Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσι.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
᾽Αντίφωνα
῏Ηχος β´.

ὁ α’ χορός

Στίχ. α´. Εσημειώθη ἐφ’ ἡμᾶς τό φῶς τοῦ προσώπου Σου, Κύριε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β´. Εδωκας τοῖς φοβουμένοις Σε σημείωσιν τοῦ φυγεῖν ἀπό προσώπου τόξου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου,  …

ὁ α’ χορός

Στίχ. γ´.Ανέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου,…

ὁ β’ χορός

Στίχ. δ´.Εδωκας κληρονομίαν τοῖς φοβουμένοις τό ὄνομά Σου, Κύριε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, …

ὁ α’ χορός

Δόξα Πατρί

ὁ β’ χορός

 Καὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

᾽Αντίφωνον β´.
῏Ηχος αὐτός.

ὁ β’ χορός

Στίχ. α´. Εἴδοσαν πάντα τά πέρατα τῆς γῆς τό σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. β´. Προσκυνήσωμεν εἰς τόν τόπον, οὗ ἔστησαν οἱ πόδες Αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, …

ὁ β’ χορός

Στίχ. γ´.Ο δέ Θεός, βασιλεύς ἡμῶν, πρό αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, …

ὁ α’ χορός

Στίχ. δ´. ῾Υψωθήσομαι ἐν τοῖς ἔθνεσιν· ὑψωθήσομαι ἐν τῇ γῇ.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ὁ σαρκὶ σταυρωθείς, …

ὁ β’ χορός

Δόξα Πατρὶ

ὁ α’ χορός

Καὶ νῦν

ὁ β’ χορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

᾽Αντίφωνον γ´.
῏Ηχος α´.
ὁ α’ χορός

Στίχ. α´. ῾Υψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν Αὐτοῦ.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ὁ β’ χορός

Στίχ. β´. Σῶσον, ὁ Θεός, τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου.
Σῶσον Κύριε τόν λαόν σου…

ὁ α’ χορός

Στίχ. γ´. Καί ποίμανον αὐτούς καί ἔπαρον αὐτούς ἕως τοῦ αἰῶνος.
Σῶσον Κύριε τόν λαόν σου….

Εἰσοδικὸν

ὁ α’ χορός

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ σαρκὶ σταυρωθείς…
βχορὸς

ψάλλοντάς σοι, λληλούϊα.

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνονταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον

ἦχος α

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

βχορός

 Ἦχος δ’. ὑψωθεῖς ἐν τῷ Σταυρῷ.


Τῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον, σὺν τὴ μητρὶ Σολομονὴ τὴ ἁγία, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν οὗτοι γὰρ ἠρίστευσαν, δι’ ἀγώνων νομίμων, ὡς φρουροὶ καὶ φύλακες, τῶν τοῦ Νόμου δογμάτων καὶ νῦν ὡς καλλιμάρτυρες Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσι.

ὁ α’ χορός

Τοῦ Ναοῦ

βχορός  

Κοντκιον

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος δ’

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.


 Ἀντὶ δὲ τοῦ Τρισαγίου

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.


Ἀπόστολος(῾Εβρ. ια´ 33 – ιβ´ 2).

Προκεμενον  χος πλ. α’  Ψαλμς ια’

Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς.

Στχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Τοιγαροῦν καὶ ἡμεῖς͵ τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων͵ ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν͵ δι΄ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα͵ ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.

λληλούϊα (γ’) Ἦχος πλ. α΄

Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Στίχ.  Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.


Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον (η’,16-22)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Ες τ, ξαιρτως

ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


βχορός

Κοινωνικὸν

σημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀλληλούϊα.

αχορός 

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

             ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

Δι’εὐχῶν…

μήν.


[1] Η ΤΑΞΙΣ ΤΗΣ ΠΡΟΟΔΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

(ΟΜΟΙΑ ΜΕ ΤΗΝ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ)

Εἰς τὸ ᾀσματικόν· «Αγιος ὁ Θεός», γίνεται ἡ Εἴσοδος τοῦ Τιμίου Σταυροῦ ὡς ἐφεξῆς:
Οἱ Χοροί κατέρχονται καὶ μεταβαίνουσι εἰς τὴν Βόρειον Πύλην τοῦ ῾Ιεροῦ Βήματος. ῾Ο ῾Ιερεύς, λαμβάνει τὸ θυμιατὸν καὶ θυμιᾷ τρίς τὴν ῾Αγίαν Τράπεζαν καὶ τὸν ἐπ’ αὐτῇ ἐπί ηὐτρεπισμένου μετ’ ἀνθέων καὶ τριῶν κηρῶν δίσκου κείμενον Τίμιον Σταυρόν. Θυμιάσας καὶ ποιήσας τρεῖς μετανοίας ἀσπάζεται τὴν ῾Αγίαν Τράπεζαν καὶ αἴρει τὸν δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ἐπί κεφαλῆς καὶ ἐξέρχεται ἀπὸ τῆς Βορείου Πύλης τοῦ ῾Ι. Βήματος προπορευομένων αὐτοῦ τῶν Χορῶν, ψαλλόντων τὸ ᾀσματικόν· «Αγιος ὁ Θεός», τῶν λαμπαδούχων μετά τῶν ῾Εξαπτερύγων ἄνευ τοῦ Σταυροῦ γίνεται ἡ περιφορά.

῾Η πομπή, ὅταν φθάσῃ εἰς τό μέσον τοῦ Σολέα, περιφέρεται πέριξ τοῦ τρισκελίου τρίς. ᾽Ακολούθως ὁ ῾Ιερεύς βλέπων πρὸς ἀνατολάς ὑψώνει τὸν δίσκον καὶ ἐκφωνεῖ· «Σοφία· ὀρθοί», εἶτα θέτει αὐτόν ἐπί τοῦ τρισκελίου καὶ ἀμέσως λαμβάνει τὸ θυμιατὸν καὶ θυμιᾷ σταυροειδῶς τὸν ἐπί τοῦ τρισκελίου εὑρισκόμενον δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ψάλλων τό· «Σῶσον, Κύριε, τὸν λαὸν σου…». Τὸ αὐτὸ ψάλλουσι ἀνά μίαν οἱ Χοροί.

Εἶτα ὁ ῾Ιερεύς ἤ ὁ ᾽Αρχιερεύς, (ὅστις ἄν ᾖ χοροστατῶν κατέρχεται τοῦ θρόνου), ποιεῖ τρεῖς μετανοίας, προσκυνεῖ τὸν Τίμιον Σταυρόν καὶ ψάλλει τό· «Τὸν Σταυρόν σου προσκυνοῦμεν…». Τὸ αὐτό ἐπαναλαμβάνουσι καὶ οἱ δύο Χοροί καὶ γίνεται ὑπό τοῦ λαοῦ ἡ προσκύνησις τοῦ Τιμίου Σταυροῦ, τῶν χορῶν ψαλλόντων τὸ ᾽Ιδιόμελον· «Δεῦτε, πιστοί…», κτλ.

ὁ β’ χορός

Ποίημα Λέοντος Δεσπότου

Ἦχος β’

Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρίν ὁ ἐχθρός, δι’ ἡδονῆς συλήσας ἐξορίστους Θεοῦ πεποίηκε΄ Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι’ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες, Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς…

ὁ α’ χορός

ς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Ο ᾽Αριστερός χορός ψάλλει τό ᾽Απολυτίκιον· «Σῶσον Κύριε, τόν λαόν σου…».

1 ΑΥΓ13 ΕΟΡΤΗ ΤΗΣ ΠΡΟΟΔΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

One thought on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΠΡΟΟΔΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ”

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s