«Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ;» ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ ΗΧΟΣ ΠΛ. Δ΄

Δόξα… Ἦχος πλ. δ’

Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὠράθης ἐπὶ γῆς δι’ ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

«ΚΑΤΑΒΑΣΙΕΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ» ΗΧΟΣ ΠΛ. Α΄ ΚΕΤΣΕΤΖΗΣ ΦΩΤΙΟΣ

ΚΑΤΑΒΑΣΙΑΙ

ᾠδὴ α’

 

 Ἦχος πλ. α’

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Συνέχεια ανάγνωσης «ΚΑΤΑΒΑΣΙΕΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ» ΗΧΟΣ ΠΛ. Α΄ ΚΕΤΣΕΤΖΗΣ ΦΩΤΙΟΣ

«Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ» ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΑΡΤΗΣ ΗΧΟΣ ΠΛ. Α΄ ΕΣΠΕΡΙΟ ΘΕΟΤΟΚΙΟΝ ΤΗΣ ΟΚΤΩΗΧΟΥ

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε, τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δέ, τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

 

«Κύριε, παράγων ἐν τῇ ὁδῷ» ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ ΗΧΟΣ ΠΛ. Α΄ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ

 

Δόξα… Ἦχος πλ. α’

Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

Εορτάζοντες την 9ην του μηνός Ιουνίου

https://i2.wp.com/www.pigizois.net/sinaxaristis/06/09.jpg


  • Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ, Αρχιεπίσκοπος Αλεξανδρείας

  • ΟΙ ΑΓΙΕΣ ΘΕΚΛΑ, ΜΑΡΙΑΜΝΗ, ΜΑΡΘΑ,ΜΑΡΙΑ και ΕΝΝΑΘΑ οι πέντε κανονικές Παρθένες

  • Ο ΑΓΙΟΣ ΑΛΕΞΑΝΔΡΟΣ, επίσκοπος Προύσας

  • Ο ΟΣΙΟΣ ΘΕΟΦΑΝΗΣ, ο Έγκλειστος (Ρώσος)

  • Ο ΑΓΙΟΣ ΑΝΑΝΙΑΣ

  • Ο ΟΣΙΟΣ ΚΥΡΟΣ

  • ΟΙ ΑΓΙΕΣ ΤΡΕΙΣ ΠΑΡΘΕΝΟΜΑΡΤΥΡΕΣ από τη Χίο

  • ΟΙ ΑΓΙΟΙ ΟΡΕΣΤΗΣ, ΔΙΟΜΗΔΗΣ και ΡΟΔΙΩΝ ή ΡΟΔΩΝ

  • Ο ΟΣΙΟΣ ΚΥΡΙΛΛΟΣ, ο Θαυματουργός εν τη λαϊκή λίμνη (Ρώσος)

  • Ο ΑΓΙΟΣ COLUMBA (Σκωτσέζος)

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 9ην του μηνός Ιουνίου