5 ΜΑΪΟΥ 2013
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ
ΠΑΝΝΥΧΙΣ
Εὐλογήσαντος τοῦἹερέως, λέγομεν Τρισάγιον. Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦἐστιν…, Κύριε ἐλέησον, ιβ’. Δεῦτε προσκυνήσωμεν..., ἐκ γ’, καὶ τόν Ν’ ψαλμόν.
ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Ἀναγνώστης: Ἀμήν.
ὁ Προεστὼς: Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’)
Δόξα Πατρί… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
ὁἈναγνώστης:Ἀμήν. Κύριε ἐλέησον ( ιβ’) Δόξα πατρί..Καὶ νῦν…
· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.
· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.
· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷἡμῶν.
Ν’ Ψαλμὸς
· · Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸἀνόμημά μου.
· · Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
· · Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶἡἁμαρτία μου ἐνώπιόν μουἐστὶ διὰ παντὸς.
· · Σοὶ μόνῳἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
· · Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
· · Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
· · Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶὑπὲρ χιόνα λευκανθήσομαι.
· · Ἀκουτιεῖς μοιἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
· · Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
· · Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
· · Μὴἀποῤῥίψῃς μεἀπὸ τοῦ προσώπου σου καὶ τὸΠνεῦμα σου τὸἅγιον μὴἀντανέλῃς ἀπ’ ἐμοῦ.
· · Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
· · Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶἀσεβεῖς ἐπὶ σὲἐπιστρέψουσιν.
· · Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
· · Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
· · Ὅτι εἰἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
· · Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
· · Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
· · Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶὁλοκαυτώματα.
· Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καίἐλέησόνμεὁΘεός.
ᾠδὴα‘
ὁα’χορὸς
Ἦχοςπλ. β‘ ὁΕἱρμὸς
Κύματιθαλάσσης, τὸνκρύψανταπάλαι, διώκτηντύραννον, ὑπὸγῆςἔκρυψαν, τῶνσεσωσμένωνοἱΠαῖδες, ἀλλ‘ ἡμεῖςὡςαἱΝεάνιδες, τῷΚυρίῳ ᾄσωμεν. Ἐνδόξωςγάρδεδόξασται.
ὁβ’χορὸς
Κύματιθαλάσσης…
ὁα’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
ΚύριεΘεέμου, ἐξόδιονὕμνον, καὶἐπιτάφιον, ᾠδήνσοι ᾄσομαι, τῷτῇταφῇσουζωῆςμοι, τὰςεἰσόδουςδιανοίξαντι, καὶθανάτῳθάνατον, καὶᾅδηνθανατώσαντι.
ὁβ’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
ΚύριεΘεέμου…
ὁα’χορὸς
ΔόξαΠατρί…
Ἄνωσεἐνθρόνῳ, καὶκάτωἐντάφῳ, τὰὑπερκόσμια, καὶὑποχθόνια, κατανοοῦνταΣωτήρμου, ἐδονεῖτοτῇνεκρώσεισου, ὑπὲρνοῦνὡράθηςγάρ, νεκρὸςζωαρχικώτατος.
ὁβ’χορὸς
Καὶνῦν…
Ἵνασουτῆςδόξης, τὰπάνταπληρώσῃς, καταπεφοίτηκας, ἐνκατωτάτοιςτῆςγῆς, ἀπὸγὰρσοῦοὐκἐκρύβη, ἡὑπόστασίςμουἡἐνἈδάμ, καὶταφεὶςφθαρένταμε, καινοποιεῖς, Φιλάνθρωπε.
ᾠδὴγ‘
ὁα’χορὸς
ὁΕἱρμὸς
Σὲτὸνἐπὶὑδάτων, κρεμάσανταπᾶσαντὴνγῆνἀσχέτως, ἡΚτίσιςκατιδοῦσα, ἐντῷΚρανίῳκρεμάμενον, θάμβειπολλῷσυνείχετο. ΟὐκἔστινἅγιοςπλήνσουΚύριε, κραυγάζουσα.
ὁβ’χορὸς
Σὲτὸνἐπὶὑδάτων…
ὁα’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Σύμβολατῆςταφῆςσου, παρέδειξαςτὰςὁράσειςπληθύνας, νῦνδὲτὰκρύφιάσου, θεανδρικῶςδιετράνωσας, καὶτοῖςἐνᾅδῃΔέσποτα, οὐκἔστινἅγιος, πλὴνσουΚύριε, κραυγάζουσιν.
ὁβ’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Σύμβολα τῆς ταφῆς σου…
ὁ α’χορὸς
Δόξα Πατρὶ…
Ἥπλωσας τὰς παλάμας, καὶἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.
ὁ β’χορὸς
Καὶ νῦν…
Μνήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει, καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν ἅγιος,…
ὁ α’χορὸς
…πλήν σου Κύριε φιλάνθρωπε.
ᾠδὴ δ’
ὁ β’χορὸς
ὁ εἱρμὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.
ὁ α’χορὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν…
ὁ β’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων, παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶἀνακτώμενος.
ὁ α’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἑβδόμην σήμερον ἡγίασας…
ὁ β’χορὸς
Δόξα Πατρί…
Ῥωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄ ρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾅδου, Λόγε τῷ κράτει σου.
ὁα’χορὸς
Καὶνῦν…
ὉᾅδηςΛόγεσυναντήσαςσοι, ἐπικράνθη, βροτὸνὁρῶντεθεωμένον, κατάστικτοντοῖςμώλωψι, καὶπανσθενουργόν, τῷφρικτῷτῆςμορφῆςδέ,…
ὁβ’χορὸς
…διαπεφώνηκεν.
ᾠδὴε‘
ὁα’χορὸς
ὁεἱρμὸς
ΘεοφανείαςσουΧριστέ, τῆςπρὸςἡμᾶςσυμπαθῶςγενομένης, Ἡσαΐαςφῶςἰδὼνἀνέσπερον, ἐκνυκτὸςὀρθρίσαςἐκραύγαζεν. Ἀναστήσονταιοἱνεκροί, καὶἐγερθήσονταιοἱἐντοῖςμνημείοις, καὶπάντεςοἱἐντῇγῇἀγαλλιάσονται.
ὁ β’χορὸς
Θεοφανείας σου Χριστέ…
ὁ α’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνὸν σοι Λόγε μυστήριον, ὁ εὐσχήμων γὰρ βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.
ὁ β’χορὸς
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Νεοποιεῖς τοὺς γηγενεῖς…
ὁ α’χορὸς
Δόξα Πατρί…
Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις, ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα, ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲἡ ψυχή σου εἰς ᾅδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.
ὁβ’χορὸς
Καὶνῦν…
Ἐξἀλοχεύτουπροελθών, καὶλογχευθεὶςτὴνπλευρὰνΠλαστουργέμου, ἐξαὐτῆςεἰργάσωτὴνἀνάπλασιν, τὴντῆςΕὔαςἈδὰμγενόμενος, ἀφυπνώσαςὑπερφυῶς, ὕπνονφυσίζωον, καὶζωὴνἐγείραςἐξὕπνου,…
ὁα’χορὸς
…καὶτῆςφθορᾶςὡςπαντοδύναμος.
ᾠδὴς‘
ὁβ’χορὸς
ὁεἱρμὸς
Συνεσχέθη, ἀλλ‘ οὐκατεσχέθη, στέρνοιςκητῴοιςἸωνᾶς, σοῦγὰρτὸντύπονφέρων, τοῦπαθόντοςκαὶταφῇδοθέντος, ὡςἐκθαλάμου, τοῦθηρὸςἀνέθορε, προσεφώνειδὲτῇκουστωδίᾳ. Οἱφυλασσόμενοιμάταιακαὶψευδῆ, ἔλεοναὐτοῖςἐγκατελίπετε.
ὁα’χορὸς
Συνεσχέθη, ἀλλ‘ οὐκατεσχέθη…
ὁβ’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Ἀνῃρέθης, ἀλλ‘ οὐδιῃρέθης, Λόγεἧςμετέσχεςσαρκός, εἰγὰρκαὶλέλυταίσου, ὁναὸςἐντῷκαιρῷτοῦπάθους, ἀλλὰκαὶοὕτωμίαἦνὑπόστασις, τῆςθεότητοςκαὶτῆςσαρκόςσου, ἐνἀμφοτέροιςγάρ, εἷςὑπάρχειςΥἱός, ΛόγοςτοῦΘεοῦ, Θεὸςκαὶἄνθρωπος.
ὁα’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Ἀνῃρέθης, ἀλλ‘ οὐδιῃρέθης…
ὁβ’χορὸς
ΔόξαΠατρὶ…
Βροτοκτόνον, ἀλλ‘ οὐθεοκτόνον, ἔφυτὸπταῖσματοῦἈδάμ, εἰγὰρκαὶπέπονθέσου, τῆςσαρκὸςἡχοϊκὴοὐσία, ἀλλ‘ ἡθεότηςἀπαθὴςδιέμεινε, τὸφθαρτὸνδὲσουπρὸςἀφθαρσίανμετεστοιχείωσας, καὶἀφθάρτουζωῆς, ἔδειξαςπηγὴνἐξἀναστάσεως.
ὁα’χορὸς
Καὶνῦν…
Βασιλεύει, ἀλλ‘ οὐκαἰωνίζει, ᾅδηςτοῦγένουςτῶνβροτῶν, σὺγὰρτεθεὶςἐντάφῳ, κραταιὲζωαρχικῇπαλάμῃ, τὰτοῦθανάτου, κλεῖθραδιεσπάραξας, καὶἐκήρυξαςτοῖςἀπ‘ αἰῶνοςἐκεῖκαθεύδουσιλύτρωσινἀψευδῆ,…
ὁβ’χορὸς
…Σῶτεργεγονὼςνεκρῶνπρωτότοκος.
ᾠδὴζ‘
ὁα’χορὸς
ὁεἱρμὸς
Ἄφραστονθαῦμα! Ὁἐνκαμίνῳῥυσάμενος, τοὺςὉσίουςΠαῖδαςἐκφλογός, ἐντάφῳνεκρός, ἄπνουςκατατίθεται, εἰςσωτηρίανἡμῶντῶνμελῳδούντων. Λυτρωτά, ὁΘεὸςεὐλογητὸςεἶ.
ὁβ’χορὸς
Ἄφραστονθαῦμα!…
ὁα’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Τέτρωταιᾅδης, ἐντῇκαρδίᾳδεξάμενοςτὸντρωθένταλόγχῃτὴνπλευράν, καὶσθένειπυρὶθείῳδαπανώμενος, εἰςσωτηρίανἡμῶντῶνμελῳδούντων. Λυτρωτά, ὁΘεόςεὐλογητὸςεἶ.
ὁβ’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Ὄλβιοςτάφος! ἐνἑαυτῷγὰρδεξάμενος, ὡςὑπνοῦντατὸνΔημιουργόν, ζωῆςθησαυρός, θεῖοςἀναδέδεικται, εἰςσωτηρίανἡμῶντῶνμελῳδούντων. Λυτρωτά, ὁΘεόςεὐλογητὸςεἶ.
ὁα’χορὸς
ΔόξαΠατρί…
Νόμῳθανόντων, τὴνἐντῷτάφωκατάθεσιν, ἡτῶνὅλωνδέχεταιζωή, καὶτοῦτονπηγήν, δείκνυσινἐγέρσεως, εἰςσωτηρίανἡμῶντῶνμελῳδούντων. Λυτρωτά, ὁΘεόςεὐλογητὸςεἶ.
ὁβ’χορὸς
Καὶνῦν…
Μίαὑπῆρχεν, ἡἐντῷᾅδηἀχώριστος, καὶἐντάφῳ, καὶἐντῇἘδέμ, θεότηςΧριστοῦ, σὺνΠατρὶκαὶΠνεύματι, εἰςσωτηρίανἡμῶντῶνμελῳδούντων. Λυτρωτά,…
ὁα’χορὸς
…ὁΘεὸςεὐλογητὸςεἶ.
ᾠδὴη‘
ὁβ’χορὸς
ὁεἱρμὸς
Ἔκστηθιφρίττωνοὐρανέ, καὶσαλευθήτωσαντὰθεμέλιατῆςγῆς, ἰδοὺγὰρἐννεκροῖςλογίζεται, ὁἐνὑψίστοιςοἰκῶν, καὶτάφῳσμικρῷξενοδοχεῖται, ὃνΠαῖδεςεὐλογεῖτε, Ἱερεῖςἀνυμνεῖτε, λαὸςὑπερυψοῦτε, εἰςπάνταςτοὺςαἰῶνας.
ὁα’χορὸς
Ἔκστηθιφρίττωνοὐρανέ…
ὁβ’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Λέλυταιἄχραντοςναός, τὴνπεπτωκυῗανδὲσυνανίστησισκηνήν. Ἀδὰμγὰρτῷπροτέρῳδεύτερος, ὁἐνὑψίστοιςοἰκῶν, κατῆλθενμέχριςᾅδουταμείων, ὃνΠαῖδεςεὐλογεῖτε, Ἱερεῖςἀνυμνεῖτε, λαὸςὑπερυψοῦτε, εἰςπάνταςτοὺςαἰῶνας.
ὁα’χορὸς
.
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Λέλυταιἄχραντοςναός…
ὁβ’χορὸς
ΔόξαΠατρί…
ΠέπαυταιτόλμαΜαθητῶν, ἈριμαθαίαςδὲἀριστεύειἸωσήφ, νεκρὸνγὰρκαὶγυμνὸνθεώμενος, τὸνἐπὶπάντωνΘεόν, αἰτεῖται, καὶκηδεύεικραυγάζων, οἱΠαῖδεςεὐλογεῖτε, Ἱερεῖςἀνυμνεῖτε, λαὸςὑπερυψοῦτε, εἰςπάνταςτοὺςαἰῶνας.
ὁα’χορὸς
Καὶνῦν…
Ὢτῶνθαυμάτωντῶνκαινῶν! ὢἀγαθότητος! ὢἀφράστουἀνοχῆς! ἑκὼνγὰρὑπὸγῆςσφραγίζεται, ὁἐνὑψίστοιςοἰκῶν, καὶπλάνοςΘεὸςσυκοφαντεῖται, ὃνΠαῖδεςεὐλογεῖτε, Ἱερεῖςἀνυμνεῖτε, λαὸςὑπερυψοῦτε,…
ὁβ’χορὸς
…εἰςπάνταςτοὺςαἰῶνας.
ᾠδὴθ‘
ὁα’χορὸς
ὉΕἱρμὸς
ΜὴἐποδύρουμουΜῆτερ, καθορῶσαἐντάφῳ, ὃνἐνγαστρὶἄνευσπορᾶς, συνέλαβεςΥἱόν, ἀναστήσομαιγὰρκαὶδοξασθήσομαι, καὶὑψώσωἐνδόξῃ, ἀπαύστωςὡςΘεός, τοὺςἐνπίστεικαὶπόθῳσὲμεγαλύνοντας.
ὁβ’χορὸς
ΜὴἐποδύρουμουΜῆτερ…
ὁα’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Ἐπὶτῷξένῳσουτόκῳ, τὰςὀδύναςφυγοῦσα, ὑπερφυῶςἐμακαρίσθην, ἄναρχεΥἱέ, νῦνδὲσεΘεέμου, ἄπνουνὁρῶσανεκρόν, τῇῥομφαίᾳτῆςλύπης, σπαράττομαιδεινῶς, ἀλλ‘ ἀνάστηθι, ὅπωςμεγαλυνθήσωμαι.
ὁβ’χορὸς
Στίχ. ΔόξασοιὁΘεὸςἡμῶν, δόξασοι.
Ἐπὶτῷξένῳσουτόκῳ…
ὁα’χορὸς
ΔόξαΠατρί…
Γῆμεκαλύπτειἑκόντα, ἀλλὰφρίττουσινᾅδου, οἱπυλωροί, ἠμφιεσμένον, βλέποντεςστολήν, ᾐμαγμένηνΜῆτερ, τῆςἐκδικήσεως, τοὺςἐχθροὺςἐνΣταυρῷγάρ, πατάξαςὡςΘεός, ἀναστήσομαιαὖθιςκαὶμεγαλύνωσε.
ὁβ’χορὸς
Καὶνῦν…
ἈγαλλιάσθωἡΚτίσις, εὐφραινέσθωσανπάντεςοἱγηγενεῖς, ὁγὰρἐχθρὸςἐσκύλευταιᾅδης, μετὰμύρωνΓυναῖκεςπροσυπαντάτωσαν, τὸνἈδὰμσὺντῇΕὔᾳ, λυτροῦμαιπαγγενῆ, καὶτῇτρίτῃἡμέρᾳἐξαναστήσομαι.
ὁα’χορὸς
ΜὴἐποδύρουμουΜῆτερ, καθορῶσαἐντάφῳ, ὃνἐνγαστρὶἄνευσπορᾶς, συνέλαβεςΥἱόν, ἀναστήσομαιγὰρκαὶδοξασθήσομαι, καὶὑψώσωἐνδόξῃ, ἀπαύστωςὡςΘεός, τοὺςἐνπίστεικαὶπόθῳσὲμεγαλύνοντας.
Τρισάγιον. ΠαναγίαΤριάς…, Πάτερἡμῶν…, Ὅτισοῦἐστιν…
Ἀπολυτίκιον.Ἦχοςβ´.
Ὅτεκατῆλθεςπρὸςτὸνθάνατον, ἡΖωὴἡἀθάνατος, τότετὸν ᾋδηνἐνέκρωσαςτῇἀστραπῇτῆςθεότητος, ὅτεδὲκαὶτοὺςτεθνεῶταςἐκτῶνκαταχθονίωνἀνέστησας, πᾶσαιαἱΔυνάμειςτῶνἐπουρανίωνἐκραύγαζον, ΖωοδόταΧριστὲὁΘεὸςἡμῶνδόξασοι.
ἘκτενὴςκαὶἈπόλυσιςμετὰτοῦ
«ὉἈναστὰςἐκνεκρῶν…»
ΤΕΛΕΤΗ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ
Ἦχος πλ. α’
ὁ Προεξάρχων: Δεῦτε λάβετε φῶς ἐκ τοῦἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.
ὁ α’ χορὸς
Δεῦτε λάβετε φῶς ἐκ τοῦἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.
ὁ β’ χορὸς
Δεῦτε λάβετε φῶς…
ὁ α’χορὸς
Ἦχος πλ. β’
Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’χορὸς: Κύριε, ἐλέησον (γ’).
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Προεξάρχων: Εἰρήνη πᾶσι.
ὁ β’χορὸς: Καὶ τῷ Πνεύματί σου.
ὁ Προεξάρχων: Ἐκ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Διάκονος: Πρόσχωμεν.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
(Κεφ. 16,1-8)
ὁ Προεξάρχων: Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. καὶ λίαν πρωΐ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἣν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς΄ Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον, ἠγέρθη, οὐκ ἔστιν ὦδε, ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν, ἀλλ’ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ
ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ
ΟΡΘΡΟΣ
ὁ Προεξάρχων θυμιῶν:
Δόξα τῇἁγίᾳ, καὶὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος πλ. α’
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Λέγεται δὲ τοῦτο τρὶςὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁπροεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στίχ. α’Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. β’Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. δ’ Αὕτη ἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ α’χορὸς
Δόξα Πατρί…
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ β’χορὸς
Καὶ νῦν…
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…
ὁ β’χορὸς
…καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ Κανών
ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια
ᾠδὴ α’
Ἦχος α’
ὁ α’χορὸς
εἱρμὸς
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,…
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶὀψόμεθα, τῷἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις,…
ὁ α’χορὸς
Δόξα Πατρί…
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
ὁ β’χορὸς
Καὶ νῦν…
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,…
ὁ α’χορὸς
Καταβασία
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ᾠδὴ γ’
ὁ α’χορὸς
ὁ εἱρμὸς
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Δεῦτε πόμα πίωμεν καινόν,…
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νῦν πάντα πεπλήρωται φωτός,…
ὁ α’χορὸς
Δόξα Πατρὶ …
Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
ὁ β’χορὸς
Καὶ νῦν…
Χθὲς συνεθαπτόμην σοι Χριστὲ…
ὁ α’χορὸς
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶὁ Θεὸς ἡμῶν…
ἩὙπακοὴἮχος δ’ ( χύμα)
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦἈγγέλου, τὸν ἐν φωτὶἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
ᾠδὴ δ’
ὁ β’χορὸς
ὁ εἱρμὸς
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,…
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸἡμέτερον Πάσχα, καὶὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν…
ὁ β’χορὸς
Δόξα Πατρὶ …
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
ὁ α’χορὸς
Καὶ νῦν…
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦὁἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Καταβασία
ὁ β’χορὸς
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
ᾠδὴ ε’
ὁ α’χορὸς
ὁ εἱρμὸς
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
Ὀρθρίσωμεν ὄρθρου βαθέος…
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾋδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν,…
ὁ α’χορὸς
Δόξα Πατρὶ …
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
ὁ β’χορὸς
Καὶ νῦν…
Προσέλθωμεν λαμπαδηφόροι,…
Καταβασία
ὁ α’χορὸς
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ἡγίασται…
ᾠδὴ ς’
ὁ β’χορὸς
ὁ εἱρμὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’χορὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,…
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ,…
ὁ β’χορὸς
Δόξα Πατρὶ …
Σῶτέρ μου τὸ ζῶν τε καὶἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
ὁ α’χορὸς
Καὶ νῦν…
Σῶτέρ μου τὸ ζῶν τε καὶἄθυτον, ἱερεῖον…
Καταβασία
ὁ β’χορὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶὁ βασιλεύς…
Κοντάκιον Ἦχος πλ. δ’
Εἰ καὶἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶἀνέστης ὡς νικητής, Χριστὲὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν πρὸἡλίου Ἥλιον, δύναντά ποτεἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, ὢ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴἐν σπαργάνοις, ἀλλ’ ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὢ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Συναξάριον
Τῇ Ε’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Εἰρήνης.
Στίχοι
· Ξίφει θανοῦσα καὶ βιώσασα ξένως,
· Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη.
· Εἰρήνη τμηθεῖσα ἀνέγρετο καὶ θάνε πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ.
Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ καὶ σεβασμίῳ ναῷ τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῷ ὄντι ἐν τοῖς Δαρείου.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Κύρου.
Τῇἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ τοῦ Πάσχα, αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
· · Χριστὸς κατελθὼν πρὸς πάλην ᾍδου μόνος
· · Λαβὼν ἀνῆλθε πολλὰ τῆς νίκης σκύλα.
Αὐτῷἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦἄλλον οὐκ οἴδαμεν, τὸὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰἐν ὅλῳ τῷ κόσμῳ, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
( Ἀναγινώσκεται ἐκ τρίτου)
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
( Ἀναγινώσκεται ἐκ τρίτου)
ᾠδὴ ζ’
ὁ α’χορὸς
ὁ εἱρμὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶὑπερένδοξος.
ὁ β’χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,…
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἒδραμον, ὃν δὲὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γυναῖκες μετὰ μύρων θεόφρονες,…
ὁ α’χορὸς
Δόξα Πατρὶ …
Θανάτου ἑορτάζομεν νέκρωσιν ᾋδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶὑπερένδοξον.
ὁ β’χορὸς
Καὶ νῦν…
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Καταβασία
ὁ α’χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶὑπερένδοξος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Εἴη τὸ κράτος…
ᾠδὴ η’
ὁ β’χορὸς
ὁ εἱρμὸς
Αὕτη ἡ κλητὴ καὶἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Αὕτη ἡ κλητὴ καὶἁγία ἡμέρα,…
ὁ β’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου…
ὁ β’χορὸς
Στίχ. Εὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Καὶ νῦν…
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ὁ β’χορὸς
Καταβασία
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ηὐλόγηται…
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠδὴ θ’
ὁ α’χορὸς
Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.
ὁ εἱρμὸς
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲἀνέτειλε, Χόρευε νῦν, καὶἀγάλλου Σιών, σὺ δὲἁγνή, τέρπου Θεοτόκε, ἐν τῇἐγέρσει τοῦ τόκου σου.
ὁ β’χορὸς
Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,…
ὁ α’χορὸς
Στίχ. Χριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
ὁ β’χορὸς
Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,…
ὁ α’χορὸς
Δόξα Πατρί…
Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.
Ὢ Πάσχα τὸ μέγα, καὶἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
ὁ β’χορὸς
Καὶ νῦν…
Στίχ. Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Ὢ Πάσχα τὸ μέγα, καὶἱερώτατον Χριστέ,…
Καταβασία
ὁ α’χορὸς
Στίχ. Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲἀνέτειλε, Χόρευε νῦν, καὶἀγάλλου Σιών, σὺ δὲἁγνή, τέρπου Θεοτόκε, ἐν τῇἐγέρσει τοῦ τόκου σου.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀναστὰς ὁἸησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι…
Ἐξαποστειλάριον αὐτόμελον
ὁ α’χορὸς
Ἦχος β’
Σαρκὶὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
ὁ β’χορὸς
Σαρκὶὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
ὁ α’χορὸς
Σαρκὶὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας,…
ὁ β’χορὸς
… τοῦ κόσμου σωτήριον.
AINOI
ὁ α’ χορός
Ἦχος α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνοῦμέν σε, Χριστέ, ἐτέχθης ἐκ Παρθένου καὶἀχώριστος ὑπῆρχες τῷ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶἑκουσίως ὑπέμεινας σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
ὁ α’ χορός
Ἦχος πλ. α’
Στίχ.Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
ὁ β’ χορός
Στίχ.Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
ὁ α’ χορός
Στίχ. Οὕτως ἀπολοῦνται οἱἁμαρτωλοὶἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
ὁ β’ χορός
Στίχ. Αὕτη ἡἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
ὁ α’ χορός
Δόξα Πατρί…
ὁ β’ χορός
Καὶ νῦν…
ὁ α’ χορός
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇἈναστάσει, καὶ οὕτω βοήσωμεν,…
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἡ δὲ τῆς Λ ε ι τ ο υ ρ γ ί α ς Ἀκολουθία γίνεται ταχύτερον, καὶ ψάλλομεν τὰἐφεξῆς Ἀντίφωνα.
Α Ν Τ Ι Φ Ω Ν Α
Ψαλλόμενα ἐν τῇ Λειτουργία τῆς τοῦ Πάσχα Κυριακῆς, καθ’ ὅλην τὴν Διακαινήσιμον Ἑβδομάδα μέχρι καὶ τὴν τῆς Ἀποδόσεως.
Ἀντίφωνον α’
Ἦχος β’
Στίχ.Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
ὁ α’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Ψάλατε δὴ τῷὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
ὁ β’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱἐχθροί σου.
ὁ α’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷὀνόματι σου Ὕψιστε.
ὁ β’ χορός
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον β’
Ἦχος ὁ αὐτὸς
Στίχ.Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦἐφ’ ἡμᾶς, καὶἐλεήσαι ἡμᾶς.
ὁ β’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
ὁ α’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στίχ.Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
ὁ β’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
ὁ α’ χορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Δόξα Πατρί… Καὶ νῦν…
ὁ β’ χορός
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷἉγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ’