«Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ» ΗΧΟΣ ΠΛ. Β΄ ΑΠΟΣΤΙΧΟ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗ Δ΄ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ

Ἰδιόμελον Ποίημα Στεφάνου

Ἦχος πλ. β’

Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευΐτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλ’ ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοι.

«Ὁ τὸν ἀμπελῶνα φυτεύσας» ΗΧΟΣ ΒΑΡΥΣ ΑΠΟΣΤΙΧΟ ΕΣΠΕΡΙΝΟΥ ΚΑΤΑΚΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗ Δ΄ΝΗΣΤΕΙΩΝ (ΕΣΠΕΡΑΣ)

Ἰδιόμελον Ἦχος βαρὺς

Ὁ τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.