«Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ» ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ Β΄ΝΗΣΤΕΙΩΝ ΗΧΟΣ ΠΛ. Β΄

Δόξα… Ἦχος πλ. β’

Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλὸς καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητὴς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν Πατὴρ ἡμῶν θεοφόρε Γρηγόριε, αἴτησαι πρεσβείαις σου δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

«Ὀρθοδοξίας ὁ φωστὴρ» ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΗΧΟΣ ΠΛ.Δ΄

Ἦχος πλ. δ’

Ὀρθοδοξίας ὁ φωστὴρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος· Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κήρυξ τῆς χάριτος· ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«Τοῖς ἐν σκότει ἁμαρτημάτων» ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Β΄ΝΗΣΤΕΙΩΝ ΗΧΟΣ ΠΛ. Β΄

Δόξα…

Ἰδιόμελον τοῦ Τριῳδίου

Ἦχος πλ. β’

Τοῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις φῶς ἀνέτειλας Χριστέ, τῷ καιρῷ τῆς ἐγκρατείας, καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους σου δεῖξον ἡμῖν, ἵνα βοῶμέν σοι· Ἀνάστα ὁ Θεὸς ἐλέησον ἡμᾶς.