«ΤΑΙΣ ΕΞ ΕΡΓΩΝ ΚΑΥΧΗΣΕΣΙ» ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΟΡΘΡΟΥ ΚΥΡΙΑΚΗΣ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ ΗΧΟΣ ΠΛ. Δ΄

Ἦχος πλ. δ’

Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαιοῦντα ἑαυτὸν κατέκρινας Κύριε, καὶ Τελώνην μετριοπαθήσαντα, καὶ στεναγμοῖς ἱλασμὸν αἰτούμενον, ἐδικαίωσας· οὐ γὰρ προσίεσαι, τοὺς μεγαλόφρονας λογισμούς, καὶ τὰς συντετριμμένας καρδίας, οὐκ ἐξουθενεῖς· διὸ καὶ ἡμεῖς σοὶ προσπίπτομεν, ἐν ταπεινώσει τῷ παθόντι δι’ ἡμᾶς· Παράσχου τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος.

Σχολιάστε