«Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε» Ἦχος πλ. δ’ ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΜΕΓΑΛΟΥ ΑΝΤΩΝΙΟΥ ΣΤΑΝΙΤΣΑΣ ΘΡΑΣΥΒΟΥΛΟΣ

Δόξα… Ἦχος πλ. δ’

Ἀνατολίου

Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες, τὴν ἀκρόπολιν δι᾿ ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύων, τῆς ἄνω Ἱερουσαλήμ, τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενος, ταῖς οὐρανίαις συναγάλλῃ, ταξιαρχίαις Παμμακάριστε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος. Ἀλλὰ πρέσβευε θεοφόρε Ἀντώνιε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΝΤΩΝΙΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ